← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§88.27-90.6

声音的定义与呼吸器官的产生机制

阐释亚里士多德《论灵魂》卷二第八章中关于声响的定义及其产生机制。解释了呼吸器官(咽喉、肺、气管)的作用、声响与言语活动的四因,以及决定声音高低与优劣的构造原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.8#4

ἀλλ’ οὐδὲ τὰ ἔναιμα πάντα, οἷον ἰχθύες. καὶ τοῦτ’ εὐλόγως, εἴπερ ἀέρος κίνησίς τις ὁ ψόφος (ἀλλ’ οἱ λεγόμενοι φωνεῖν ἐν τῷ Ἀχελῴῳ ἰχθύες ψοφοῦσι τοῖς βραγχίοις1 ἢ τοιούτῳ τινὶ ἑτέρῳ), φωνὴ δέ ἐστιν ζώου ψόφος οὐ τῷ τυχόντι μορίῳ (οὐ γὰρ ὁ διὰ τῆς χειρὸς ψόφος φωνή), ἀλλ’ ὁ διὰ τῶν φωνητικῶν ὀργάνων, καὶ οὐ δι’ ἐκείνων ἅπας (οὐ γὰρ ἡ βὴξ φωνὴ ἢ ὁ πταρμός), ἀλλ’ ὁ μετὰ φαντασίας καὶ τοῦ σημῆναί τι. ἔτι ἐπεὶ ψοφεῖ πᾶν τύπτοντός τινός τι καὶ ἔν τινι, τοῦτο δ’ ἐστὶν ἀήρ, εὐλόγως ταῦτα φωνοίη μόνα ὅσα δέχεται τὸν ἀέρα. ἤδη γὰρ τῷ ἀναπνεομένῳ καταχρῆται ἡ φύσις ἐπὶ ἔργα δύο, καθάπερ τῇ γλώττῃ ἐπὶ τὴν γεῦσιν καὶ τὴν διάλεκτον, ὧν τὸ μὲν ἀναγκαῖον ἡ γεῦσις (διὸ καὶ ὑπάρχει πλείοσι), τὸ δὲ τοῦ εὖ εἵνεκα ἡ ἑρμηνεία, ὡς καὶ τῷ πνεύματι πρός τε τὴν θερμότητα τὴν ἐντὸς ὡς ἀναγκαίαν (ἡ δ’ αἰτία ἐν ἄλλοις εἴρηται) καὶ πρὸς τὴν φωνήν, ὅπως τὸ εὖ ὑπάρχῃ. τρία δὲ ταῦτα περὶ τὴν τοῦ ἀνθρώπου θεωρεῖται φωνήν (ἄνθρωπος γὰρ κυρίως ἔχει φωνὴν ἔκφανσιν οὖσαν νοῦ), ῥυθμός, ἁρμονία καὶ λέξις. ἔστι δὲ ὁ μὲν ῥυθμὸς περὶ τὸν μακρὸν καὶ βραχὺν χρόνον τῆς ἐκφωνήσεως καὶ τὴν ποιὰν τάσιν· ὅθεν οἱ μετρικοὶ τὰ τῶν φωνηέντων ἐν χρόνῳ ἐκφωνούμενα πλείονι μακρὰ κατωνόμαζον, βραχέα δὲ τὰ ἐν ἐλαχίστῳ, καὶ τῇ τούτων πρὸς ἄλληλα συνθέσει τὸ εὔρυθμον τῶν ἐπῶν ἐπονοῦντο· ἡ δὲ ἁρμονία περὶ τὴν τοῦ ὀξέος καὶ βαρέος συμμετρίαν, ἡ δὲ λέξις περὶ τὴν τῶν συλλαβῶν διατύπωσιν, ἐξ ἧς ἡ τῶν λεγομένων διασημαίνεται ἔννοια. διαφέρει δὲ ῥυθμὸς μέτρου τῷ γενικώτερον καὶ τῷ εἰδικώτερον· πᾶν γὰρ μέτρον ῥυθμός, οὐ τὸ ἔμπαλιν δέ· καὶ ἐπὶ τῶν κροτούντων ἢ χερσὶν ἢ ποσὶν ὁ ῥυθμὸς λέγεται. ὅταν γὰρ ἡ ταχεῖα καὶ βραδεῖα τῶν ποδῶν ἄρσις καὶ θέσις λόγον ἔχῃ πρὸς ἄλληλα, ῥυθμὸς γίνεται. ἐντεῦθεν ἡ τοιάδε τῶν συλλαβῶν τῶν πρὸς μέτρου γένεσιν παραλαμβανομένων συμπλοκὴ πόδες ἐκλήθησαν, ὡς ὄντος τοῦ ῥυθμοῦ συμμέτρου χρόνῳ ἐν ᾧ ἡ κίνησις γέγονεν. ὄργανον δὲ ἀναπνοῆς ὁ φάρυγξ. ἔστι δὲ τοῦτο τὸ μόριον ἕνεκα τοῦ πνεύμονος· ἔνθερμος γάρ, καὶ τούτῳ τῷ μορίῳ πλέον ἔχει τὸ θερμὸν τὰ πεζὰ τῶν ἄλλων. δεῖται δὲ τῆς ἀναπνοῆς καὶ ὁ περὶ τὴν καρδίαν πρῶτος τόπος. διὸ ἀνάγκη εἴσω ἀναπνεομένου εἰσιέναι τὸν ἀέρα καὶ τὸν ἔνδον καταψύχειν τόπον τό τε περίττωμα τοῦ θερμοῦ ἀποκρίνειν καὶ ὕλην τῷ καταλελειμμένῳ γίνεσθαι. τῶν δὲ πεζῶν τοῖς μὴ ἔχουσι πνεύμονα οἷον τοῖς ἐντόμοις, ἡ ἔμψυξις τοῦ ἐμφύτου θερμοῦ δι’ αὐτῶν τῶν ἐντομῶν γίνεται, τοῖς βραγχίοις δὲ τῷ ὕδατι [καὶ] τὰ ἔνυδρα τὸ ἐντὸς καταψύχουσιν. οὕτως οὖν ἀναγκαῖον τὸ τῆς ἀναπνοῆς πρὸς τὸ εἶναι συμβάλλον· πρὸς δὲ τὸ εὖ εἶναι διὰ τὴν φωνὴν καὶ διάλεκτον. ἐκ δὲ τῶν εἰρημένων συνάγοντες τὴν φωνὴν ὁριζόμεθα· ἡ γὰρ πρὸς τὴν καλουμένην τραχεῖαν ἀρτηρίαν τοῦ ἀναπνεομένου ἀέρος πληγὴ ὑπὸ τῆς ἐν τούτοις τοῖς μορίοις ψυχῆς φαντασιώδης καὶ ἕνεκά του φωνή ἐστιν.2 οὐ γὰρ πᾶς ζώου ψόφος φωνή ἐστι, καθάπερ εἴρηται· ἔστι γὰρ καὶ τῇ γλώσσῃ ψοφεῖν, καὶ οἷον ποιοῦσιν οἱ βήττοντες· ἀλλὰ δεῖ ἔμψυχόν τε εἶναι τὸ τύπτον καὶ μετὰ φαντασίας τινός· σημαντικὸς γὰρ δή τις ψόφος ἐστὶν ἡ φωνή, καὶ οὐ τοῦ ἀναπνεομένου ἀέρος, ὥσπερ ἡ βήξ· ἀλλὰ τούτῳ τύπτει τὸν ἐν ἀρτηρίᾳ πρὸς αὐτήν·3 σημεῖον δὲ τούτου· οὐδεὶς γὰρ δύναται φωνεῖν ἅμα ἀναπνέων ἢ ἐκπνέων, ἀλλὰ κατέχων τούτῳ κινεῖ. ὕλη δὲ τῆς φωνῆς ὁ εἰσπνεόμενος ἀήρ, ποιητικὸν δὲ αἴτιον ἡ φύσις, ὀργανικὸν δὲ ἡ τραχεῖα ἀρτηρία, τελικὸν δὲ ἡ περί τι σημασία. τῆς δὲ διαλέκτου ὕλη μέν, ὡς εἴρηται, ἡ φωνή, ποιητικὸν δὲ ἡ λογικὴ ψυχή, ὀργανικὸν δὲ γλῶττα, ὑπερῴα, ὀδόντες καὶ χείλη, τελικὸν δὲ ἡ σημασία τῶν νοημάτων. εὐφωνία δὲ καὶ κακοφωνία καὶ ὀξύτης καὶ βαρύτης παρὰ τὴν ποιὰν σύστασιν καὶ κατασκευὴν τῆς ἀρτηρίας γίνεται· λεία γὰρ οὖσα καὶ ὁμαλὴς ἐμμελής, τραχυνθεῖσα δὲ ἄρρυθμος· καὶ στενωτέρα μὲν ὀξύν, εὐρυτέρα δὲ βαρὺν τὸν ἦχον ἐργάζεται. ὅθεν νέοι μὲν καὶ γυναῖκες εὔφωνοι καὶ ὀξύφωνοι, καὶ εὐνοῦχοι· γέροντες δὲ τοὐναντίον. φανερὸν δὲ καὶ διότι οἱ ἰχθύες ἄφωνοι· οὐ γὰρ ἔχουσι φάρυγγα. οὐκ ἔχουσι δὲ τοῦτο τὸ μόριον, ὅτι οὐ δέχονται τὸν ἀέρα οὐδ’ ἀναπνέουσι. δι’ ἣν δ’ αἰτίαν, ἕτερος ἔσται περὶ αὐτῶν λόγος.

然而并非一切有血动物都[能发声],例如鱼类便是如此。而这也是合乎情理的,如果声音是空气的某种运动(至于阿刻罗俄斯河中被说成能发声的鱼类,则是用鳃或某种其他类似部分发出声音的),而声响乃是动物借由并非随便哪个部分所发出的声音(因为用手发出的声音不是声响),而是借由发声器官发出的,且并非借由那些器官发出的所有声音都是声响(因为咳嗽或喷嚏并不是声响),而是伴随表象且为了指明某物的声音。再者,既然一切声音都是由于某物对着某物且在某物之中击打而产生的,而这[在其中击打之物]乃是空气,那么理所当然地,唯有接纳空气的事物才能发声。因为自然已经将吸入的气息挪作两种功能,正如将舌头挪作味觉与言语活动一样;其中味觉是必需的(因此也存在于更多动物之中),而表达则是为了优善;同样,对于气息,自然也既为了作为必需的内部热气(其原因已在别处述及),又为了声响,以便优善得以存立。关于人的声响(因为人由于其声响乃是理智的显明而本真地具有声响),有三点受到考察:节奏、谐音与言辞。节奏关乎发声的长短时间与特定张力;因此韵律学者将耗费更长时间发出的元音称为“长音”,耗费最短时间发出的称为“短音”,并借由这些元音的相互组合来精心制作诗行的韵律;谐音关乎高音与低音的均称;言辞关乎音节的构成,由此被说出之事的意义得以被表示出来。节奏与诗律的区别在于一者更具属类性而另一者更具种别性;因为一切诗律都是节奏,反之则不然;对于用手击打或用脚跺步的人,也谈论节奏。因为每当脚步迅速与缓慢的抬起与踏下彼此具有比例时,节奏便产生。由此,为产生诗律而采用的音节的这般组合便被称为“音步”,这是由于节奏与运动发生的时间是相均称的。呼吸的器官是咽喉。而这一部分乃是为了肺而存在的;因为肺是温热的,且陆生动物借由此部分比其他动物具有更多的热。心脏周围的第一区域也需要呼吸。因此,随着吸气,空气必然进入内部,冷却内部区域,分离热的剩余物,并成为留存之物的质料。而在陆生动物中那些不具有肺的(例如昆虫),天生之热的冷却则是通过切节本身发生的,而水生动物则借由鳃用水[并且]冷却内部。因此,呼吸的功能作为对生存有所助益之事乃是必需的;而对于优善的生存而言,则是由于声响与言语活动[而有所助益]。根据所言之诸点进行总结,我们界定声响:由这些部分之中的灵魂朝着所谓的气管对吸入的空气的、伴随表象且为了某种目的的击打,乃是声响。因为正如所说的那样,并非动物的一切声音都是声响;因为用舌头发出声音也是可能的,也有如咳嗽者所做的那种〔声音〕;而是击打之物必须是有灵的,且伴随着某种表象;因为声响确实是某种具有指示性的声音,而非如咳嗽那样仅是吸入的空气本身的声音;而是以此空气将气管中的空气朝着气管本身击打。这有一点作为征兆:没有任何人能够一边吸气或呼气一边发声,而是屏住呼吸以此来发动。声响的质料是吸入的空气,动力因是自然,工具因是气管,目的因是关于某物的指示。而言语活动的质料如前所述乃是声响,动力因是理性灵魂,工具因是舌头、上腭、牙齿和嘴唇,目的因是思想的指示。美声、恶声、尖锐与低沉,乃是依气管的特定构成与构造而产生的;因为气管光滑均整时声音便协调,变粗糙时便失调;并且较狭窄的气管产生尖锐的声音,较宽阔的气管产生低沉的声音。因此青年人和妇女声音优美且尖锐,阉人也是如此;而老年人则相反。鱼类之所以无声也是显而易见的:因为它们没有咽喉。它们之所以没有这一部分,是因为它们不接纳空气,也不呼吸。至于其原因为何,关于它们将有另一番论述。

语法注3 条
  1. 3.2.8ἀλλ’ οἱ λεγόμενοι φωνεῖν ἐν τῷ Ἀχελῴῳ ἰχθύες ψοφοῦσι τοῖς βραγχίοις

    ἀλλά 引出对前文“鱼类不能发声”这一论断的预期反驳(阿刻罗俄斯河中有发声之鱼的传闻),并澄清其并非真正发声,而仅是用鳃制造声响。

  2. 3.2.8ἡ γὰρ πρὸς τὴν καλουμένην τραχεῖαν ἀρτηρίαν τοῦ ἀναπνεομένου ἀέρος πληγὴ ὑπὸ τῆς ἐν τούτοις τοῖς μορίοις ψυχῆς φαντασιώδης καὶ ἕνεκά του φωνή ἐστιν

    句子的核心骨架为 ἡ... πληγὴ... φωνή ἐστιν(“击打即是声响”)。主语 πληγή 受到多重修饰:宾格性属格 τοῦ ἀναπνεομένου ἀέρος(吸入空气的)、方向介词短语 πρὸς τὴν καλουμένην τραχεῖαν ἀρτηρίαν(朝着气管)、施事介词短语 ὑπὸ τῆς... ψυχῆς(由灵魂所作),以及作为属性修饰的 φαντασιώδης 和 ἕνεκά του。

  3. 3.2.8ἀλλὰ τούτῳ τύπτει τὸν ἐν ἀρτηρίᾳ πρὸς αὐτήν

    τούτῳ 为工具与格,指代前文吸入的空气(ὁ ἀναπνεόμενος ἀήρ)。动词 τύπτει 省略的主语是有灵主体/灵魂;宾语 τὸν ἐν ἀρτηρίᾳ 补足 ἀέρα(气管中的空气);πρὸς αὐτήν 中的 αὐτήν 指代阴性名词 ἀρτηρία(气管)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:88.27-90.6