- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:87.11-88.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯讨论了通过双耳中的同生空气体现的听觉健康标志、声音产生的质与量的条件、现实活动中的声音及其高低音差异(基于触觉隐喻的定义),进而过渡到声音的定义。
ὅταν δὲ τοῦτο συμβῇ, οὐκ ἀκούει. οὐδ’ ἂν ἡ μῆνιγξ κάμοι, ὥσπερ τὸ ἐπὶ κόρῃ δέρμα. ἀλλὰ σημεῖον τοῦ ἀκούειν ἢ μὴ τὸ ἠχεῖν αἰεὶ ὥσπερ τὸ κέρας·1 αἰεὶ γὰρ οἰκείαν τινὰ κίνησιν ὁ ἀὴρ κινεῖται ὁ ἐν τοῖς ὠσίν, εἰ μὴ ἄλλην, αὐτὴν γοῦν τὴν ζωτικὴν καὶ διαπορθμευτικήν· καὶ εἴπερ τῷ δακτύλῳ τὸ οὖς ἐπιπωμάσαντες αἰσθανοίμεθά τινος βόμβου, ὑγιαίνειν αὐτὸ φήσομεν. ἡ γὰρ τοῦ δακτύλου πίλησις ὠθεῖ ἔξωθεν ἀέρα, ὃς στενούμενος καὶ προσκρούων τῷ συμφυεῖ ποιεῖ τὸν βόμβον· οὐκ ἂν δέ, εἰ μὴ ὑγιῶς εἶχεν, ᾔσθετο. καὶ ὁ ἐν τοῖς κέρασι δὲ τοῖς κοίλοις ἀπειλημμένος ἀὴρ ἦχόν τινα πληττόμενος τῷ ἔξωθεν ἀέρι ποιεῖ προσκρούων. καὶ διὰ τοῦτό φασιν ἀκούειν τῷ κενῷ καὶ ἠχοῦντι, ὅτι ἀκούομεν τῷ ἐντὸς ὡρισμένῳ ἀέρι. ἐπεὶ δὲ οὐχ ἁπλῶς πᾶσα ἡ τινὸς πρός τι καὶ ἔν τινι πλῆξις ψόφος (δῆλον γάρ, εἴπερ ὁ ψόφος ἡ κίνησίς ἐστιν ἀέρος δυναμένου κινεῖσθαι τὸν τρόπον τοῦτον, ὅνπερ τὰ ἀφαλλόμενα ἐκ τῶν λείων, ὅταν τις κρούσῃ), οὐ πᾶν ψοφήσει τὸ τυπτόμενον ἢ τύπτον, ὥσπερ καὶ εἴρηται, ἀλλὰ δεῖ πρὸς τῷ ποιὸν εἶναί τι καὶ ποσόν τι ἔχειν. οὐ γὰρ μόνον σπόγγοι καὶ ἔρια οὐ ψοφεῖ, ὅτι μὴ ποιά τινα, ἀλλ’ οὐδ’ ὅτε πατάξει τις βελόνῃ βελόνην· προσδεῖται γὰρ τοῦ ποσοῦ, ὡς ἂν τῇ τοσῇδε τῶν πληττομένων ὁμαλότητι καὶ στερεότητι ἀθροῦν τὸν ἀέρα ἀφάλλεσθαι καὶ σείεσθαι,2 καὶ μὴ ὥσπερ ἀπὸ τῶν τραχέων καὶ ἀνωμάλων· οὐ γὰρ ἀθρόως ἐκεῖθεν ἐκπέμπεται κατακερματιζόμενος. αἱ δὲ διαφοραὶ τῶν ψόφων τῷ κατ’ ἐνέργειαν ψόφῳ δηλοῦνται, οὐκ ἐν τῷ κατὰ δύναμιν· ὃ γὰρ οὐκ ἔστι, σχολῇ γ’ ἂν ἕξει διαφοράν. ὡς γὰρ ἄνευ φωτὸς χροιαὶ οὐχ ὁρῶνται, ὡς οὐκ ἐν τῷ δυνάμει διαφανεῖ, ἀλλ’ ἐν τῷ ἐνεργείᾳ, οὕτως οὐδ’ ἄνευ τοῦ ἐνεργείᾳ ψόφου τὸ ὀξὺ καὶ τὸ βαρύ, αἳ δὴ πρῶται καὶ γενικώταται ἐν ἤχῳ διαφοραί. πλὴν τοσοῦτον τὸ τῶν ψόφων τοῦ τῶν χρωμάτων ἐνδεῖ παραδείγματος, καθ’ ὅσον ἐκεῖ μὲν ἕτερα τὰ χρώματα τοῦ ἀέρος, κινοῦντα δὲ αὐτὸν μόνας διαπορθμεύειν τὰς ἐνεργείας, ἐνταῦθα δὲ οὐχ ἕτερον οἱ ψόφοι τοῦ κατ’ ἐνέργειαν διηχοῦς ἀέρος, ἀλλ’ ἐν αὐτῷ τὴν σύστασιν ἔχουσι. λέγεται δὲ τὸ ὀξὺ καὶ τὸ βαρὺ κατὰ μεταφορὰν ἀπὸ τῶν ἁπτῶν. ὀξὺ γὰρ ἐκεῖ τὸ ταχέως ἐνεργοῦν, οἷον τὸ μαχαίριον, ὅτι ταχέως κεντεῖ, ἀμβλὺ δὲ τὸ βραδέως, καὶ οὐ κεντοῦν ἀλλ’ ὠθοῦν, ὡς ὁ ὕπερος· καὶ ψόφων ὀξὺν μὲν διὰ ταῦτα τὸν ταχέως ἰόντα ἐπὶ τὴν αἴσθησιν καὶ παραμένοντα λέγομεν, βαρὺν δὲ τὸν βραδέως καὶ μὴ μένοντα. ὡς κἂν ἐπὶ τῶν χορδῶν ἔχοι· αἱ μὲν λεπταὶ καὶ μᾶλλον τεταμέναι, οἷον ἡ νεάτη πληγεῖσα, ὡς μὴ πολὺν ἔχουσαι ἀέρα τὸν ἀντιπίπτοντα, ἔτι δὲ καὶ τὸ ἐπείγεσθαι μᾶλλον τὸν οἰκεῖον τόπον καταλαβεῖν, τὴν εὐθύτητα, καὶ τεινόμεναι ἀπὸ τῶν περάτων ἐν ὀλίγῳ χρόνῳ ὀξύτατα τὸ διηχὲς τοῦ ἀέρος κινοῦσι, πρὸς δὲ καὶ τὴν αἴσθησιν. σώζουσι δὲ καὶ τὸν ἦχον ἐπὶ πολύ· σφοδρῶς γὰρ ὑπ’ αὐτῶν πληγεὶς ὁ ἀὴρ ἀντιπλήττει πολλάκις καὶ ἀντιπλήττεται, ὅθεν καὶ ἧττον παλλόμεναι ἀποκαθίστανται. ὅπερ ἐπὶ τῶν παχέων καὶ ἀνειμένων οὐκ ἔστιν ἰδεῖν, καὶ μᾶλλον τῆς ὑπάτης· βραδὺ γὰρ τὸν ἀέρα κινεῖ καὶ σχολαιότερον ἀποκαθίσταται φθάνουσα τὴν εὐθύτητα. καὶ ἐπὶ τῶν τόξων δὲ τὰ σκληρὰ καὶ μᾶλλον τεταμένα πορρωτέρω τὸ βέλος ἀφίησιν. ἡ γὰρ νευρὰ τῶν δακτύλων ἀφεθεῖσα θᾶττον τὸν οἰκεῖον καταλαμβάνει τόπον αὐτῆς, τὴν εὐθύτητα, καὶ τὸ βέλος διὰ τὸ ἐν ὀλίγῳ ὠθῆσαι χρόνῳ ἐπὶ πλέον ἀπέτεινε· μείζονος γὰρ δυνάμεως τὸ ἐν ὀλίγῳ τὸ αὐτὸ κινῆσαι χρόνῳ, ὅπερ ἐν πλείονι. ἔστιν οὖν ὀξὺ τὸ ἐν ὀλίγῳ χρόνῳ ἐπὶ πολὺ κινοῦν τὴν αἴσθησιν, βαρὺ δὲ τὸ ἐν πολλῷ ὀλίγον. ὥστε οὐχὶ ταχὺ τὸ ὀξύ, τὸ δὲ βαρὺ βραδύ (οὐ γὰρ αὐτὸς ὁ ψόφος βραδὺς ἢ ταχὺς λέγεται, εἴπερ ἐνέργειά τις ἀσώματος καὶ ἀκίνητος), ἀλλὰ γίνεται τοῦ μὲν διὰ τὸ τάχος ἡ κίνησις τοιαύτη, τοῦ δὲ διὰ τὴν βραδυτῆτα· ὥστε συμβαίνει τὸ μὲν ταχὺ τὸ δὲ βραδὺ εἶναι.3 περὶ μὲν οὖν ἁπλῶς ψόφου ταύτῃ διωρίσθη· ἡ δὲ φωνὴ ψόφος τίς ἐστιν ἐμψύχου· οὐδὲν γὰρ φωνεῖ ἄψυχον, ἀλλὰ καθ’ ὁμοιότητα φωνεῖν λέγεται, οἷον αὐλοὶ καὶ λύρα καὶ ὅσα ἄλλα τῶν ἀψύχων ἀπότασιν καὶ μέλος καὶ διάλεκτον ἔχει· ἔοικε γὰρ ὅτι καὶ ἡ φωνὴ ταῦτ’ ἔχει. οὐ πάντα δὲ τὰ ζῷα φωνὴν ἔχει· τῶν γὰρ ἀναίμων οὐδὲν ἔχει.
而当这种情况发生时,便听不见了;若膜受损,也听不见,正如瞳孔上的表皮一样。然而,是否能够听见的标志,乃是像号角一样始终回响;因为双耳中的空气始终以某种本己的运动运动着,即使没有别的运动,至少也有那生命性的传递运动;若我们用手指塞住耳朵而感知到某种嗡嗡声,我们便会说它是健康的。因为手指的压迫推动了外部空气,外部空气受狭缩并撞击同生空气,从而产生了嗡嗡声;而若非处于健康状态,它便不会感知到这一点。中空号角中封闭的空气受到外部空气击打时,通过撞击也会产生某种声响。正因如此,人们才说借由虚空且发响之物来听,因为我们是借由内部被界定的空气来听的。 然而,由于并非一切某物对着某物且在某物之中的击打都端地是声音(因为这是显而易见的,既然声音乃是能够以此种方式运动的空气的运动,如同每当有人敲击时从光滑之物上弹回的诸物一样),被击打之物或击打之物便并非一切都会发声,正如所说的那样,而是在具有某种性质之外还必须具有某种数量。因为不仅海绵和羊毛因不具某种性质而不发声,而且即使用针击打针时也不会发声;因为它还需要数量,以便通过受击诸物的如此平整与坚实,使空气能够整体地弹回并震颤,而不像从粗糙且不平整之物上那样;因为空气从那里碎散开来,便不会整体地被发射出来。 声音的诸差异是通过现实活动中的声音而被显明的,而非在潜能中的声音中显明;因为不存在之物绝不可能具有差异。正如没有光色彩便看不见——因为色彩不是在潜能的透明体中、而是在现实的透明体中被看见——同样,若没有现实活动中的声音,高音与低音也不会显现,而它们正是声响中最初的、最属类的差异。只是声音的范例不及色彩的范例之处仅在于此:在色彩的情形中,色彩与空气是相异的,并且色彩通过发动空气而仅传递其现实活动;而在这里,声音与现实活动中透响的空气并非相异之物,而是在其中具有其构成。 高音与低音乃是从触觉对象隐喻而言的。因为在触觉中,迅速起作用之物(如小刀,因其迅速刺入)被称为锐利的,而缓慢起作用之物(如杵,不刺入而是推挤)被称为迟钝的;正因这些缘故,对于声音,我们称迅速抵达感觉并留存的声音为锐利的[高音],而称缓慢且不留存的声音为沉重的[低音]。在琴弦上也是如此:那些细而绷得更紧的琴弦,例如受击的最下弦[奈忒],由于没有很多阻挡的空气,加之更加急于占据其本己的位置即笔直状态,并且受到两端的拉伸,因而在短时间内极其锐利地发动了空气中透响的部分,乃至发动了感觉。而且它们长久地保持声响;因为被它们剧烈击打的空气多次反击并受击,从而琴弦在振动减弱中复原。这在粗而松弛的琴弦上是见不到的,尤其在最上弦[许帕忒]上更是如此;因为它缓慢地发动空气,更迟缓地复原以达到笔直状态。在弓箭的情形中,那些坚硬且绷得更紧的弓也将箭射得更远。因为弓弦从手指间释放后,更快地占据了其本己的位置即笔直状态,并且由于在短时间内推动,将箭射向更远处;因为在短时间内发动另一物在更长时间内所发动的同一事物,乃是属于更大能力的事。因此,高音乃是在短时间内大范围发动感觉之物,而低音乃是在长时间内微弱发动之物。从而并非高音本身快、低音本身慢(因为既然声音是某种无形体且不动的现实活动,声音本身便不被称为慢或快),而是前者的运动因速度而成为如此,后者的运动因迟缓而成为如此;以至于偶性地发生了一者快而另一者慢的情形。 关于端式的声音,便如此予以界定;而嗓音乃是有灵之物的某种声音;因为任何无灵之物都不发出嗓音,而只是依相似性被称为发出嗓音,例如长笛、里拉琴以及凡其他具有张力、曲调与分节的无灵之物;因为嗓音似乎也具有这些。然而并非一切动物都具有嗓音;因为无血动物无一具有。
- 3.2.8ἀλλὰ σημεῖον τοῦ ἀκούειν ἢ μὴ τὸ ἠχεῖν αἰεὶ ὥσπερ τὸ κέρας
带冠词不定词短语 τὸ ἠχεῖν αἰεὶ ὥσπερ τὸ κέρας 充当主语,无冠词名词 σημεῖον 作表语,属格 τοῦ ἀκούειν ἢ μή 修饰 σημεῖον 表示对象(“能听见与否的标志”)。系动词 ἐστί 被省略。
- 3.2.8προσδεῖται γὰρ τοῦ ποσοῦ, ὡς ἂν τῇ τοσῇδε τῶν πληττομένων ὁμαλότητι καὶ στερεότητι ἀθροῦν τὸν ἀέρα ἀφάλλεσθαι καὶ σείεσθαι
连词 ὡς ἄν 与不定词 ἀφάλλεσθαι καὶ σείεσθαι 连用,构成表示目的或结果的从句(“使得空气能够整体地弹回并震颤”)。宾格 τὸν ἀέρα 充当不定词的主语,与格短语 τῇ τοσῇδε... ὁμαλότητι καὶ στερεότητι 表示方式或原因。
- 3.2.8ὥστε συμβαίνει τὸ μὲν ταχὺ τὸ δὲ βραδὺ εἶναι
无人称动词 συμβαίνει 带有宾格加不定词结构(τὸ μὲν... τὸ δὲ... εἶναι)作为主语。承接前句所说声音本身并无快慢,此句表明其快慢乃是作为偶性(κατὰ συμβεβηκός)而伴随发生的。
