← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§85.31-87.11

回声传递机制与耳内同生空气的听觉受容

作者阐明了回声的物理传递机制、语音序列得以保持的原因及其与光反射的类比,随后讨论了通过耳内同生空气、耳膜及听觉精气实现的听觉感知机制,以及在水中的听觉原理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.8#2

ὠθοῦντος γὰρ τοῦ προσδιαλεγομένου σχεδὸν μὲν πάντα τὸν κύκλῳ καὶ περὶ αὐτὸν ἀέρα ἢ μάλιστα τὸν ἔμπροσθεν, τὸν [δὲ] ὠθούμενον ὅταν ἐνεχθῆναι γένηται ἐπί τι ἀντίτυπον ἔχον κοιλότητα, οἷά εἰσι τὰ ἄντρα, συνεχῆ ὄντα καὶ μείναντα ἀσκέδαστον διὰ τὸ περισχεθῆναι, ὠθεῖται πάλιν ἐκεῖθεν εἰς τὸ ἔμπαλιν, ὥσπερ ἡ ῥιπτομένη κατὰ τοῖχον σφαῖρα, καὶ οὕτω χωρεῖ ἐπὶ τὸν πλήξαντα ἀνακλώμενος1 εἰς τοὐπίσω μετὰ τῆς οἰκείας ἐνεργείας, λέγω δὴ τοῦ ψόφου· καὶ οὐ πάντως αὐτοῦ τοῦ πληγέντος δήπουθεν πρῶτον ἀέρος φερομένου μέχρι καὶ τοῦ ἀγγείου καὶ πάλιν αὐτοῦ τούτου ἀνακλωμένου μέχρι τοῦ πλήξαντος, ἀλλὰ τῇ ἐφεξῆς μεταλήψει καὶ μεταδόσει τῆς ἐνεργείας γινομένης·2 ὁ πρῶτος γὰρ πληγεὶς καὶ σχηματισθεὶς τὸν μετ’ αὐτὸν ἔπληξε καὶ τοῦ πάθους μετέδωκε, κἀκεῖνος πάλιν τὸν ὑπ’ αὐτόν, καὶ τοῦτο δι’ ὅλου ἔν τε τῇ πρώτῃ πέμψει καὶ ἀνακλάσει. ἔναρθρος δὲ γίνεται ἡ ἠχώ, ὅτι περ ὁ πρῶτος ὑφ’ ἡμῶν πληγεὶς ἀὴρ πρῶτος καὶ ἀνέστρεψε φέρων τὴν πρώτην συλλαβήν, καὶ ὁ δεύτερος τὴν δευτέραν καὶ ἑξῆς οὕτω, καὶ οὕτως ἡ τάξις τῆς διαλέκτου φυλάττεται. ἔοικε δὲ ἀεὶ γίνεσθαι ἠχώ, ἀλλ’ οὐ σαφής, ἐπεὶ συμβαίνει γε ἐπὶ τοῦ ψόφου ὅπερ καὶ ἐπὶ τοῦ φωτός· καὶ γὰρ τὸ φῶς ἀεὶ ἀνακλᾶται καὶ ἀπὸ παντὸς σώματος πεφωτισμένου (οὐδὲ γὰρ ἐγίνετο ἂν πάντη φῶς ἔξω τοῦ ἡλιουμένου, καὶ οὔτε τὰ ὑπόστεγα οὔτε τὰ τῶν οἴκων ἐντὸς ἐφωτίζετο, εἰ μήπω ἐκ τῶν κύκλῳ πεφωτισμένων καὶ ἔγγιον καὶ πρὸς αὐτὰ τὸ φῶς διεδίδοτο κατ’ ἀνάκλασιν), ἀλλ’ οὐχ οὕτως ἀνακλᾶται ὥσπερ ἀφ’ ὕδατος καὶ χαλκοῦ ἢ καί τινος ἄλλου, ὡς σκιὰν ποιεῖν, ᾗ τὸ φῶς ὁρίζεται. οὕτω τοι καὶ ἠχὼ μὲν δυνατὸν πάντοτε καὶ ἀπὸ πάντων γίνεσθαι, μὴ σαφῆ δὲ μηδ’ εὔγνωστον πᾶσαν, πλὴν τῆς ἀπὸ τῶν λείων καὶ κοίλων γινομένης τόπων. διὰ ταῦτ’ οὖν ὀρθῶς τοῖς πάλαι φυσιολόγοις τὸ κενὸν κύριον τοῦ ἀκούειν ἐλέγετο. ἐδόκει γὰρ αὐτοῖς εἶναι κενὸν ὁ ἀήρ, οὗτος δέ ἐστιν ὁ ποιῶν ἀκούειν, ὅταν κινηθῇ συνεχὴς καὶ εἷς. ἀλλὰ διὰ τὸ ψαθυρὸς εἶναι οὐ γεγωνεῖ, ἂν μὴ λεῖον ᾖ τὸ πληγέν· τότε γὰρ εἷς γίνεται ἅμα διὰ τὸ ἐπίπεδον. αὐτὸ μὲν δὴ ἄψοφον ὁ ἀὴρ διὰ τὸ εὔθρυπτον· ὅταν δὲ κωλυθῇ θρύπτεσθαι, ἡ τούτου κίνησις ψόφος. καὶ ψοφητικὸν μὲν οὐχ ἁπλῶς πᾶν τὸ τύπτον καὶ τυπτόμενον, ἀλλὰ τὸ κινητικὸν ἑνὸς ἀέρος συνεχοῦς μέχρις ἀκοῆς. τοιαῦτα δὲ μόνα, ὡς πολλάκις εἴρηται, τὰ στερεὰ καὶ λεῖα. τῇ δὲ ἀκοῇ ἐστί τις συμφυὴς ἀὴρ καὶ τοῖς ὠσὶν ἐγκατῳκοδόμηται πρὸς τὸ ἀκίνητος εἶναι, συνεχὴς ὢν τῇ τε ἔνδοθεν μήνιγγι καὶ τῷ ὑμένι καὶ τῷ ἔξωθεν ἀέρι, ὅπως αἰσθάνηται πάσας τὰς διαφορὰς τῆς κινήσεως. πάσχων γὰρ ὑπὸ τοῦ ἔξωθεν κινουμένου ἀέρος καὶ δεχομένου τὰς τῶν ψόφων ἐνεργείας διαπορθμεύει ἐπὶ τὸ πρῶτον αἰσθητήριον, τὸ ἀκουστικὸν πνεῦμα τὸ ἐν αὐτῇ τῇ μήνιγγι ἱδρυμένον. νεῦρον δὲ πεποροποιημένον ἡ μῆνιγξ, ἐν ᾗ τὸ πνεῦμα ἀπ’ ἐγκεφάλου μέχρι τῆς ἕδρας τῶν ὤτων προϊὸν ὡς κἀν ταῖς ἄλλαις αἰσθήσεσιν. πρόεισι δὲ ὡς ἀπὸ πλατυτέρου τοῦ ἔξωθεν ἐπὶ στενώτερον τὸ ἔνδοθεν. οὐ δεῖ δὲ νομίζειν τοῦτον τὸν ἐν τοῖς ὠσὶν ἀέρα, ἐπείπερ ἀκίνητος καὶ ἀνεξόδευτος, ἤδη καὶ ἄφθαρτον καὶ ἀεὶ τῷ αὐτῷ ἀριθμῷ ἕνα εἶναι, ἀλλ’ ἔστι κατὰ μέρη γενητὸς καὶ φθαρτός, ὡς καὶ τὸ ὅλον σῶμα· εἰ δὲ καθ’ ὅλον ἑαυτὸν πάθοι καὶ φθαρείη, ἀπόλλυται ἡ ἀκουστικὴ δύναμις. ὥσπερ δὲ τὸ ὀπτικὸν πνεῦμα οὐ πανταχόθεν ἔχει ὑγρόν, ἵνα καὶ ἐν ἄλλῳ μέρει τοῦ σώματος ὄψεται, ἀλλ’ ἐν μόνῳ τῷ ὀφθαλμῷ καὶ τῇ κόρῃ τοῦτό ἐστιν, οὕτω καὶ ἐπὶ τῆς ἀκοῆς οὐ πάντη τὸ ζῶον ἀκούει, οὐδὲ πάντη διέρχεται ὁ ἀήρ· οὐ γὰρ πανταχοῦ ἔχει ἀέρα τὸ κινησόμενον μέρος καὶ ἔμψυχον, ἀλλ’ ἐν ὠσὶ μόνοις· ὃς εἰ καὶ συνάπτεται τῷ ἐκτός, ἀλλὰ τοῖς ἐσχάτοις μόνοις, οὐ μήν γε δι’ ὅλου μίγνυται. οὐ γὰρ εἴσεισι δι’ ὅλου αὐτοῦ ὁ περιέχων ἀήρ (ἤδη γὰρ ἂν ἐξέκρουε καὶ ἐκείνου καὶ τὴν ἀκοὴν ἔφθειρεν, ὅπερ κἀν τοῖς μεγάλοις τῶν ψόφων καὶ ὑπερβάλλουσι γίνεται· σφόδρα γὰρ ὁ ἐκτὸς πληγεὶς τὸν ἐντὸς ἀπεσφαίρισεν), ἀλλὰ μέχρι τοῦ ἀκροτάτου, ᾧ καὶ συνάπτεται, τὰς ἐνεργείας τῶν ψόφων ἀποκομίσας αἰσθέσθαι ἐκεῖνον ἀφίησι. διὰ ταῦτα δὲ καὶ ἐν ὕδατι ἀκούομεν, ὅτι οὐκ εἰσέρχεται πρὸς αὐτὸν τὸν συμφυῆ ἀέρα τὸ ὕδωρ· ἀλλ’ οὐδ’ εἰς τὸ οὖς διὰ τὰς ἕλικας.

因为当交谈者推动其周围的几乎全部空气、尤其是前方的空气时,每当被推动的空气被带向某种具有中空性的反冲之物(例如洞穴),由于被包围而保持连续且未被散失,它便像掷向墙壁的球一样从那里向相反方向再次被推回,并如此伴随着其本己的现实活动——我指的是声音——向后反弹回到击打者那里;这绝非首先被击打的空气本身一路被带到容器处且这同一空气又反弹回到击打者那里,而是由于现实活动是通过相继的接纳与传递而产生的。因为首先受击并成形的空气击打了紧随其后的空气并传递了受动,而那团空气又击打了在它之下的空气,并且在初次发送与反弹中始终贯穿着这一过程。回声之所以变得清晰可辨,是因为最先被我们击打的空气最先返回并带有第一个音节,第二团空气带有第二个音节,依此类推,从而保持了言语的序列。回声似乎始终在发生,但并不清晰,因为在声音上所发生的事与在光上所发生的完全相同;因为光也是始终被反射的,并且是从每一个被照亮的物体反射(因为如果光不是通过反射从周围被照亮的物体传向更近处并传向它们自身,那么在日光所照之处以外就根本不会到处产生光,屋檐下之物和房屋内部之物也不会被照亮);然而光并不是像从水、青铜或某些其他物体反射那样来反射,以至于产生用以界定光线的阴影。正因此,回声确实可能在任何时候并从一切物体产生,但并非一切回声都是清晰易识的,除了从光滑且中空的地方所产生的之外。因此,正因这些缘故,古代自然哲学家们正确地主张“虚空是听觉的主因”。因为在他们看来空气就是虚空,而正是这空气在作为连续且单一之物被发动时产生了听觉。但由于其松脆易碎,除非被击之物是光滑的,否则它不会发声;因为那时由于平整的表面,它同时成为了单一之物。空气本身固然因其易碎而无声;但当它被阻止碎裂时,它的运动便成了声音。发声之物并非单纯是一切击打物与受击物,而是能够将单一且连续的空气发动直至听觉之物。而正如屡次所说,唯有坚实且光滑之物才是如此的。另一方面,听觉中具有某种同生空气,它被构筑在双耳之中以保持不动,并与内部的膜、薄膜以及外部空气相连续,以便能够感知运动的一切差异。因为它受到外部被发动的、接纳声音现实活动的空气的作用,便将这些传递给原初感觉器官,即安顿在膜本身的听觉精气。而膜乃是布满孔隙的神经,在其中精气如同在其他感觉中一样从大脑行进至耳座。并且它如同从外部较宽之处行进至内部较窄之处。然而不可认为耳中的这团空气既然不动且无出口,就已经是不可毁灭且在数目上始终为一的,而是如同整个身体一样在局部上生灭;但若它在整体上受损并毁灭,听觉能力便丧失了。正如同视觉精气并非到处都具有湿润物质以便在身体其他部位也能看见,而是唯独在眼睛和瞳孔中具有它一样,在听觉上动物也并非到处都能听到,空气也并非穿透各处;因为将要被发动的有灵部分并非到处都具有空气,而唯独在双耳中具有;这团空气即使与外部空气相接,也仅仅是在末端相接,决非整个相混合。因为周围的空气并不穿透其整个内部(否则它早就将内部空气震飞并破坏了听觉,这正是巨大而过度之声发生的情形;因为外部空气剧烈受击,便将内部空气如同球一样撞飞了),而是将声音的现实活动运送至它所相接的最末端,便让内部空气去感知。也正因这些缘故,我们甚至在水中也能听到,因为水并不进入同生空气本身;甚至由于耳道的回旋,水连耳朵里面都进不去。

语法注2 条
  1. 3.2.8ὠθοῦντος γὰρ τοῦ προσδιαλεγομένου ... τὸν [δὲ] ὠθούμενον ... ὠθεῖται πάλιν ἐκεῖθεν ... ἀνακλώμενος

    在句首的独立属格 ὠθοῦντος ... τοῦ προσδιαλεγομένου 之后出现了宾格分词 τὸν [δὲ] ὠθούμενον。在穿插了 ὅταν 从句(... γένηται ... συνεχῆ ὄντα ...)之后,它充当主句谓语动词 ὠθεῖται 的意义主语,而随后的分词 ἀνακλώμενος 则转回了主格。这是一个典型的破格构文(anacoluthon),先行的宾格在句中转变为随后的主格结构。

  2. 3.2.8καὶ οὐ πάντως αὐτοῦ τοῦ πληγέντος δήπουθεν πρῶτον ἀέρος φερομένου ... ἀλλὰ τῇ ἐφεξῆς μεταλήψει καὶ μεταδόσει τῆς ἐνεργείας γινομένης

    这是由 οὐ πάντως ... ἀλλά 连接的两个独立属格结构。作者以此对比了两种观点:并非最初受击的同一团空气本身全程来回移动(φερομένου),而是现实活动通过空气序列相继接纳与传递而产生(γινομένης)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:85.31-87.11