- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:84.20-85.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯依照亚里士多德《灵魂论》,区分了潜能的声音与现实的声音,探讨了产生声音所需的物体坚硬性、光滑性以及空气急剧压缩排出的条件,并解释了共鸣器持久声响与回声的成因。
Νυνὶ δὲ περὶ ψόφου καὶ ὀσφρήσεως διορίσωμεν, κατὰ τὸν ὑφηγημένον τρόπον περὶ τῶν ἀντικειμένων διαλαβόντες πρότερον. ἔστι δὲ διττὸς ὁ ψόφος, ὁ μὲν ἐνεργείᾳ, ὁ δὲ δυνάμει, ὡς καὶ τὸ ὁρατὸν τό τε ἐν σκότει καὶ τὸ ἐν φωτί. τῶν γὰρ σωμάτων τὰ μὲν οὔ φαμεν ἔχειν ψόφον, οἷον σπόγγον καὶ ἔριον, τὰ δὲ ἔχειν, οἷον χαλκόν, λίθον, καὶ τούτων μάλιστα ὅσα στερεώτερα καὶ λειότερα. ταῦτα δέ, ὅταν μὴ πρὸς ἄλληλα φέρηται, δυνάμει ψοφητικὰ καὶ κατὰ μόνην ἐπιτηδειότητα, ὅταν δὲ καὶ πρὸς ἄλληλα κρούηται, ἤδη καὶ ἐνεργείᾳ γίνεται. ψόφος γὰρ κατ’ ἐνέργειαν οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ μεταξὺ αὐτῶν καὶ τῆς ἀκοῆς τοιῶσδε ἐγγινομένη πληγὴ ἀέρος. ἔστι δὲ οὗτος ἀεί τινος πρός τι καὶ ἔν τινι, ἐν ἀέρι ἢ ὕδατι· πληγὴ γάρ ἐστιν ἡ ποιοῦσα. διὸ καὶ ἀδύνατον ἑνὸς ὄντος γίνεσθαι ψόφον· ἕτερον γὰρ τὸ τυπτόμενον καὶ τύπτον· ὥστε τὸ ψοφοῦν πρός τι ψοφεῖ. πληγὴ δ’ οὐ γίνεται ἄνευ φορᾶς. ὥσπερ δὲ εἴπομεν, οὐ τῶν τυχόντων πληγὴ ὁ ψόφος· οὐδένα γὰρ ποιεῖ ψόφον ἔρια ἐν πληγῇ, ἀλλὰ χαλκὸς καὶ ὅσα λεῖα καὶ κοῖλα· ὁ μὲν γάρ, ὅτι λεῖος· τὰ δὲ κοῖλα τῇ ἀνακλάσει πολλὰς ποιεῖ πληγὰς μετὰ τὴν πρώτην, ἀδυνατοῦντος ἐξελθεῖν τοῦ κινουμένου. δεῖ μὲν οὖν πρὸς τὸ γενέσθαι ψόφον δύο σκληρῶν καὶ λείων σωμάτων ἀθρόαν συνέμπτωσιν γενέσθαι πρὸς ἄλληλα. ἐν γὰρ τούτοις ὁ ἐναπολαμβανόμενος ἀὴρ ἀθρόως ἐκθλιβόμενος καὶ βιαίως ποιεῖ τὸν ἦχον. οὔτε γοῦν τὰ μαλακά, ὥσπερ εἴρηται, τῶν σωμάτων ψοφεῖ οὔτε τὰ σκληρά, μὴ ἀθρόως δὲ προσκρουόμενα ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν. φθάνει γὰρ κατὰ μέρος οἷον θρυφθῆναι ὁ ἀήρ. διὸ δεῖ τῆς σφοδρᾶς τῶν σκληρῶν σωμάτων συνεμπτώσεως, ἵνα πολὺς ἀὴρ ἐναποληφθῇ μεταξύ, ὃς ἐναπολαμβανόμενος καὶ ἀθρόως ἐξωθούμενος ποιεῖ τὸν ψόφον· φθάνουσα γὰρ ἡ πληγὴ τὴν ἔξοδον αὐτοῦ ἀποκλείει καὶ ἐκπυρηνίζει.1 τὰ δὲ μαλακὰ οὐ ψοφεῖ, διότι οὐχ οἷά τέ ἐστιν ἀθρόον ἐξωθῆσαι τὸν ἐναπολαμβανόμενον ἀέρα· διὰ γὰρ τῶν πόρων (μανὰ γάρ εἰσι τὰ μαλακά), κατακερματισθεὶς ἔξεισι. δεῖ δὲ καὶ λειότητος τοῖς πληττομένοις, καὶ μάλιστα πρὸς τὸ πλείονα γενέσθαι τὸν ψόφον· ἀθρόως γὰρ ὁ ἀὴρ ἐκ τούτων ἐκθλίβεται, ἐν δὲ τοῖς μὴ λείοις ἐν τοῖς κοιλώμασι κατακερματίζεται πλείοσιν οὖσι, καὶ οὐκ ἀθρόος ἔξεισι. τὰ δὲ ἠχεῖα καὶ τὰ κύμβαλα πληττόμενα ἐπίμονον ποιεῖ τὸν ψόφον. τοῦτο δὲ διὰ τὴν κοιλότητα· ὁ γὰρ ἐναποληφθεὶς ἀὴρ τῇ κοιλότητι εἰλούμενος ἐπὶ πολὺ καὶ ἐξελθεῖν μὴ δυνάμενος παρατείνει τὸν ψόφον. καὶ σημεῖον ὡς, ἂν μὴ ἠρτημένος ᾖ ἀπὸ λεπτοῦ ἱμάντος, ἀλλὰ κατέχηται τῇ χειρὶ κωλυόμενον κραδαίνεσθαι ὑπὸ τῆς πληγῆς, οὐ παρατείνει τὸν ἦχον. τοῦτο δὲ ὅτι μὴ κινούμενον τὸ ἠχεῖον οὐ κινεῖ τὸν ἐντὸς ἀέρα. οὐ μόνον δὲ στερρότητος καὶ λειότητος χρεία πρὸς τὸ ποιὸν ἢ ποσόν τινα τὸν ἦχον γενέσθαι τοῖς πληττομένοις καὶ πλήττουσιν, ἀλλὰ καὶ τῆς τοιᾶσδε φύσεως. διὰ τοῦτο ἧττον μὲν διηχὲς τὸ ξύλον· ὁ γὰρ ἐν αὐτῷ ἀὴρ γῇ σύμμικτος· μᾶλλον δὲ χαλκός, διὰ τὸ τὸν ἐν αὐτῷ ἀέρα ὑγρῷ συμπεφύρθαι. ἐντεῦθεν κατασκευάζειν εἰώθασι καὶ τὰ ὀξύβαφα ἐκ πλειόνων, ὡς ἂν τῇ τε διαφορᾷ τῶν ἀπηχήσεων τὴν ἁρμονίαν ἀποτελέσωσι, συγκατασπαρθῇ δὲ καὶ ἀὴρ μᾶλλον ἐν ταῖς συμμίξεσιν. ἔτι ἀκούεται ἐν ἀέρι καὶ ὕδατι. οὐκ ἔστι δὲ ψόφου καθάπαξ κύριος ὁ ἀὴρ οὐδὲ τὸ ὕδωρ, ἀλλὰ δεῖ καὶ στερεῶν πληγὴν γενέσθαι πρὸς ἄλληλα καὶ πρὸς τὸν ἀέρα. τοῦτο δὲ γίνεται, ὅταν ὑπομένῃ πληγεὶς ὁ ἀὴρ καὶ μὴ διαχυθῇ. διὸ καὶ ἂν ταχέως καὶ σφοδρῶς πληγῇ, ψοφεῖ· δεῖ γὰρ φθάσαι τὴν κίνησιν τοῦ ῥαπίζοντος τὴν θρύψιν τοῦ ἀέρος, ὥσπερ ἂν εἰ σωρὸν ἢ ὁρμαθὸν ψάμμου ἀπὸ χωνείας τινὸς τύπτῃ τις φερόμενον τάχει. ἠχὼ δὲ γίνεται, ὅταν ἀπὸ τοῦ ἀέρος ἑνὸς γινομένου διὰ τὸ ἀγγεῖον τὸ διορίσαν καὶ κωλῦσαν θρυφθῆναι πάλιν ὁ ἀὴρ ἀπωσθῇ,2 ὥσπερ σφαῖρα.
现在让我们来界定声音与嗅觉,并按照此前所提出的方法先探讨它们各自的对应对象。声音有两重:一种处于现实中,另一种处于潜能中,正如同可见之物既有在黑暗中的也有在光中的一样。因为在诸物体中,我们说有些并不具有声音,例如海绵和羊毛;而另一些则具有声音,例如青铜和石头,而在这些之中尤以更坚实和更光滑的物体为甚。当这些物体不相互碰撞移动时,它们在潜能上、仅依据适宜性能够发声;而当它们也相互敲击时,便已经在现实中发声了。因为现实中的声音无非是在它们与听觉之间以此种方式产生的对空气的打击。而这〔声音〕始终是某物对某物的、且在某物中的,即在空气或水中;因为正是打击产生了声音。因此,当仅有单独一物时也是不可能产生声音的;因为被击之物与击打之物是不同的;所以发声之物乃是对着某物发声。而打击若没有空间运动也是不会发生的。但正如我们所说,声音并非任何随意之物的打击;因为羊毛在打击中不产生任何声音,而青铜以及凡光滑且中空之物则能发声;前者是因为它光滑,而中空之物则由于被发动之物无法脱出,因而通过回弹在初次打击之后产生多次打击。因此,为了产生声音,必须发生两个坚硬且光滑的物体彼此间的猝然碰撞。因为在这些物体中,被截留于内部的空气由于被猝然且剧烈地挤压出来,从而产生了声响。无论如何,正如已说过的,物体中的柔软之物既不发声,坚硬之物若非猝然而是缓慢且细微地相撞也同样不发声;因为空气预先逐部分地仿佛被碎裂了。因此需要坚硬物体的剧烈碰撞,以便中间能够截留大量空气,而这被截留并被猝然排出的空气便产生了声音;因为打击抢先封闭了它的出口并将它如种核般挤射出来。另一方面,柔软之物不发声,是因为它们无法将截留的空气猝然排出;因为通过孔隙(柔软之物是疏松的),空气被碎化排出了。被击之物也需要光滑性,特别是为了使声音变得更大;因为空气从这些物体中被猝然挤压出来,而在不光滑的物体中,空气在较多的凹陷处被碎化,无法猝然逸出。共鸣器与钹在受击时会产生持久的声音。这是由于其中空性;因为截留在中空之中的空气在其中长时间回旋而无法逸出,从而延长了声音。而凭证在于:如果它不是悬挂在细皮带上,而是被手握住、受阻而不能因打击而振动,它便不会延长声响。这是因为共鸣器不运动便不发动其内部的空气。而且,为了使受击物与击打物所产生的声响具有某种性质或数量,不仅需要坚硬与光滑,还需要如此这般的自然本性。因此木头较不易共鸣;因为其中的空气与土相混杂;而青铜则更易共鸣,这是由于其中的空气与湿性物质相调和。由此,人们通常也用多种材料制作发声盘,以便通过共振的差异来构成协调,并且在混合物中也使空气更好地共同播散。此外,声音在空气和水中被听到。然而空气绝非声音的绝对主因,水也不是,而是必须发生坚实物体彼此之间以及对空气的打击。而这发生在受击的空气保持聚集而不被扩散之时。因此,若是快速且剧烈地击打,它就会发声;因为击打者的运动必须抢在空气碎裂之前,正如同若有人击打从某种漏斗中迅速流泻的沙堆或沙流一样。而回声发生在:空气由于那限定它并阻止它碎裂的容器而成为一体,并从中如同球一样再次被反弹回来之时。
- 3.2.8φθάνουσα γὰρ ἡ πληγὴ τὴν ἔξοδον αὐτοῦ ἀποκλείει καὶ ἐκπυρηνίζει
分词 φθάνουσα 具有副词性含义,表示“抢先”、“预先”,修饰主要动词 ἀποκλείει 和 ἐκπυρηνίζει。动词 ἐκπυρηνίζει(比喻性地指如同挤弹果核般用力挤出)支配前文的空气(ἀήρ)作为其理解上的宾语。
- 3.2.8ἀπὸ τοῦ ἀέρος ἑνὸς γινομένου διὰ τὸ ἀγγεῖον τὸ διορίσαν καὶ κωλῦσαν θρυφθῆναι πάλιν ὁ ἀὴρ ἀπωσθῇ
介词短语 ἀπὸ τοῦ ἀέρος ἑνὸς γινομένου... 置于句首,随后出现从句主语 ὁ ἀήρ。介词 ἀπό 指明被排斥弹回的起点(“从那合为一体的空气……”),而 ὁ ἀήρ 是被动动词 ἀπωσθῇ 的主语(“空气被反弹回来”)。
