← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§83.3-84.19

颜色的生成方式与各感觉中媒介的必然性

索福尼亚斯总结了颜色的生成方式(比例、层叠透显与元素调配),随后重返亚里士多德关于视觉的主要讨论,批评德谟克利特的真空假说,论证光与透明媒介对视觉的必然性,并进一步将中介的作用推广至声音、气味、触觉与味觉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.7#8

ὃ δὲ ἐπὶ τούτων, καὶ ἐπὶ τῶν ἄλλων χρωμάτων κεραννυμένων οὐδὲν κωλύει γίνεσθαι. ἔστι μὲν οὖν οὕτως ὑπολαβεῖν πλείους γίνεσθαι χρόας, πολλὰς δὲ καὶ τῷ λόγῳ· τρία γὰρ πρὸς δύο, καὶ τρία πρὸς τέτταρα, καὶ κατ’ ἄλλους ἀριθμοὺς ἔστι παρ’ ἄλληλα κεῖσθαι, τὰ δὲ ὅλως μὲν κατ’ οὐδένα λόγον, καθ’ ὑπεροχὴν δέ τινα καὶ ἔλλειψιν ἀσύμμετρον, καὶ τὸν αὐτὸν δὴ τρόπον ἔχειν ταῦτα ταῖς συμφωνίαις· τὰ μὲν γὰρ ἐν ἀριθμοῖς εὐλογίστοις χρώματα ἥδιστα, καθάπερ ἐκεῖ αἱ συμφωνίαι, οἷον τὸ ἁλουργόν, τὸ φοινικοῦν, τὸ χρυσοειδὲς καὶ ὀλίγα ἄττα τοιαῦτα, δι’ ἥνπερ αἰτίαν καὶ αἱ συμφωνίαι ὀλίγαι, τὰ δὲ ἄλλα χρώματα οὐκ ἐν ἀριθμοῖς. ἢ καὶ πάσας μὲν δεῖ λέγειν ἐν ἀριθμοῖς εἶναι τὰς χρόας, ἀλλὰ τὰς μὲν τεταγμένας, τὰς δὲ ἀτάκτους. εἷς μὲν οὖν τῆς τῶν χρωμάτων γενέσεως τρόπος οὗτος, ἕτερος δὲ τὸ φαίνεσθαι δι’ ἀλλήλων, οἷον ἐνίοτε οἱ γραφεῖς ποιοῦσιν· ἑτέραν χρόαν ἐφ’ ἑτέραν ἐναργεστέραν ἐπαλείφουσιν, ὥσπερ ὅταν ἐν ὕδατι ἢ ἐν ἀέρι βούλωνταί τι ποιῆσαι φαινόμενον. τὰ δὲ ὅλως οὐκ ἐν λόγῳ, ἀλλ’ ἐν μίξει καὶ κράσει τῇ τῶν στοιχείων καὶ φυσικῶς ἐν τοῖς συνθέτοις τῶν σωμάτων πᾶσιν. ὃς δὴ καὶ κυριώτερος τῶν ἄλλων καὶ πολυειδέστερος· ὅσα γὰρ ἔξωθεν ἢ ποιᾷ κράσει ἢ σχέσει ἢ τέχνῃ χρωμάτων εἴδη γίνεται, ταῦτα ἐκ περιττοῦ ἔνδον ἡ φύσις ποιεῖ ἔν τε τοῖς ἁπλοῖς τῶν σωμάτων καὶ συνθέτοις. Τοσαῦτα καὶ περὶ χρωμάτων ὡς ἐν παρεκβάσει διαλαβόντες πάλιν ἐπανιόντες λέγομεν. φανερὸν οὖν ὅτι τὸ μὲν ἐν φωτὶ ὁρώμενον χρῶμα. διὸ οὐχ ὁρᾶται ἄνευ φωτός· τοῦτο γὰρ καὶ ἦν αὐτῷ τὸ χρώματι εἶναι, τὸ κινητικῷ εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς·1 ἡ δ’ ἐντελέχεια τοῦ διαφανοῦς φῶς ἐστιν. σημεῖον δὲ τοῦ τὰ χρώματα ἐν φωτὶ ὁρᾶσθαι καὶ διὰ μέσου τοῦ διαφανοῦς· εἰ γάρ τις θείη τὸ ἔχον χρῶμα ἐπ’ αὐτὴν τὴν ὄψιν, οὐκ ὄψεται, οὐχ ὡς οὐκ ὄντος τοῦ ὀπτικοῦ αἰσθητηρίου, ἀλλ’ ὡς τοῦ μεταξὺ μὴ ὄντος, λέγω δὴ τοῦ διαφανοῦς. τὸ μὲν γὰρ χρῶμα κινεῖ τὸ διαφανές, λέγω δὴ τὸν ἀέρα, ὑπὸ τούτου δὲ συνεχοῦς ὄντος κινεῖται τὸ αἰσθητήριον. οὐ γὰρ καλῶς τοῦτο λέγει Δημόκριτος οἰόμενος, εἰ γένοιτο κενὸν τὸ μεταξύ, ὁρᾶσθαι ἂν ἀκριβῶς, καὶ εἰ μύρμηξ ἐν τῷ οὐρανῷ εἴη· τοῦτο γὰρ ἀδύνατόν ἐστιν. πάσχοντος γὰρ τοῦ αἰσθητικοῦ γίνεται τὸ ὁρᾶν· ὑπ’ αὐτοῦ μὲν τοῦ ὁρωμένου χρώματος ἀδύνατον, λείπεται δὲ ὑπὸ τοῦ μεταξύ, ὥστ’ ἀναγκαῖον εἶναί τι μεταξύ· κενοῦ δὲ γενομένου οὐχ’ ὅτι ἀκριβῶς, ἀλλ’ ὅλως οὐδὲ ὀφθήσεται.2 δι’ ἣν μὲν οὖν αἰτίαν τὸ χρῶμα ἀναγκαῖον ἐν φωτὶ ὁρᾶσθαι, εἴρηται. τὸ πῦρ δὲ ἐν ἀμφοῖν ὁρᾶται, καὶ ἐν σκότῳ καὶ ἐν φωτί, καὶ τοῦτο ἐξ ἀνάγκης· τὸ γὰρ διαφανὲς ὑπὸ τούτου γίνεται διαφανές· ἔνθα γὰρ πῦρ, ὁ περὶ αὐτὸ ἀὴρ πεφώτισται, ὡς καὶ ὁρᾶσθαι χρώματα. ὃ γοῦν ἑτέροις, παρέχει πολλῷ μᾶλλον αὑτῷ·3 χρῶμα γὰρ πυρὸς φῶς. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ ψόφου καὶ ὀσμῆς ἐστιν· οὐδὲν γὰρ ἁπτόμενον τοῦ αἰσθητηρίου ποιεῖ αἴσθησιν, ἀλλ’ ὑπὸ μὲν ὀσμῆς καὶ ψόφου τὸ μεταξὺ κινεῖται, ὑπὸ δὲ τούτων τῶν αἰσθητηρίων ἑκάτερον. ὅταν δὲ ἐπ’ αὐτό τις ἐπιθῇ τὸ αἰσθητήριον τὸ ψοφοῦν ἢ τὸ ὄζον, οὐδεμίαν αἴσθησιν ποιήσει. ἔστι δὲ οὐχ ἡ ῥὶς τὸ τῶν ὀσφραντῶν αἰσθητήριον, ἀλλ’ ἡ ἐντὸς μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόφυσις, οὐδὲ τὸ οὖς ἀκουστικὸν πρῶτον, ἀλλ’ ἡ ἐντὸς μῆνιγξ ἢ τὸ ἐν αὐτῇ πνεῦμα. περὶ δὲ ἁφῆς καὶ γεύσεως ἔχει μὲν ὁμοίως· κἀκεῖναι γὰρ διὰ τοῦ μεταξὺ ποιοῦνται τὴν αἴσθησιν· οὐ φαίνεται δέ, ἐπείπερ οὐκ ἔξωθεν, ὥσπερ ὁ ἀὴρ τῶν ἄλλων, ἀλλὰ τῇ περιπεφυκυίᾳ σαρκὶ τῶν ἁφῆς καὶ γεύσεως αἰσθανόμεθα. ἔτι δὲ προϊοῦσιν ἔσται δῆλον. τὸ μὲν οὖν μεταξὺ χρωμάτων καὶ ψόφων ἀὴρ κυρίως, ὀσμῆς δὲ ὃ καὶ κοινόν τι πάθος ἐπ’ ἀέρος καὶ ὕδατος. ὡς γάρ, ὃ διαφανές, ἐν χρώματι, οὕτω τὸ ἔχον ὀσμὴν ἐν ἀμφοτέροις ὑπάρχει τούτοις, ἀνώνυμον μὲν τοῖς παλαιοτέροις, ἀτμὸς δὲ καὶ δίοσμον τοῖς μεταγενεστέροις ὠνόμασται. φαίνεται γὰρ καὶ τὰ ἔνυδρα τῶν ζῴων ἔχειν αἴσθησιν ὀδμῆς καὶ ψόφων (ἔστι γάρ πως καὶ τὸ ὕδωρ διηχὲς καὶ δίοσμον, ὡς καὶ ὁ ἀήρ), ἀλλ’ ὁ μὲν ἄνθρωπος καὶ τῶν πεζῶν ὅσα ἀναπνεῖ, ἀδυνατεῖ ὀσμᾶσθαι μὴ ἀναπνέοντα, τὰ δὲ ἔνυδρα ὀσμᾶται μέν, οὐκ ἀναπνεῖ δέ· ἡ δὲ αἰτία καὶ περὶ τούτου ὕστερον λεχθήσεται.

而没有任何事物妨碍在这些情形中所适用的也在其他颜色相调和时发生。因此,可以认为更多的色调是通过这种方式生成的,但也有许多是通过比例生成的:因为事物可以按照三比二、三比四以及按照其他数目彼此并置,而另一些事物则完全不按照任何比例,而是按照某种不成比例的过度与不足[并置];而这些事物的情形确实与和音完全相同。因为处于容易计算的数目中的颜色是最令人愉悦的,正如同那里的和音一样——例如紫色、深红色、金黄色以及少数其他此类颜色,正是由于这一原因,和音也是少数的——而其他颜色则不处于[容易计算的]数目中。或者也应当说,所有的色调都处于数目中,但有些是有序的,有些是无序的。因此,这是颜色生成的一种方式;另一种则是透过彼此显现,正如画家们有时所作的那样:他们把一种色调涂在另一种更明晰的色调之上,就像当他们想要使某物显现为在水中或在空气中时那样。而另一些颜色则完全不处于比例中,而是在元素的混合与调配中,并且自然地存在于一切复合物体中。这一方式确实比其他方式更为根本,也更多种多样;因为无论从外部通过某种调配、关联或技艺生成了多少种颜色,自然都在单纯的物体与复合的物体中,在内部更为充裕地生成它们。 我们在离题的讨论中对颜色作了如此区分之后,再次返回本题来说。因此,显而易见,在光中所见之物乃是颜色。所以无光便不可见;因为对其而言,所谓作为颜色的本质存在,就是能够发动那现实上的透明者;而透明者的现实活动就是光。而颜色是在光中且通过透明者这一中介被看见的凭证在于:如果有人把具有颜色的事物置于视觉器官本身之上,他将看不见,这并不是因为视觉感觉器官不存在,而是因为中介者不存在——我指的正是透明者。因为颜色发动透明者——我指的正是空气——而由于这一中介是连续的,感觉器官便被发动。德谟克利特认为如果中介变为虚空,即便天空中有一只蚂蚁也能被精确地看见,这种说法是不恰当的;因为这是不可能的。因为视觉是在感觉能力受到作用时产生的:通过被见颜色本身来受到作用是不可能的,剩下的只有通过中介来受到作用,因此必然存在某种中介;而若变成了虚空,不仅不能被精确地看见,甚至完全不会被看见。 因此,由于何种原因颜色必然在光中被看见,已经讲过了。然而火在两样之中都被看见,既在黑暗中也在光中,而这也是必然的;因为透明者是由于火而变成透明的;因为在有火之处,其周围的空气便已被照亮,以至于连颜色也能被看见。无论如何,火提供给其他事物的东西,更是加倍地提供给其自身;因为火的颜色就是光。关于声音和气味的道理也是相同的;因为没有任何接触感觉器官之物能产生感觉,而是中介受到气味和声音的发动,各个感觉器官再受到这些中介的发动。但是,当有人把发声之物或发臭之物置于感觉器官本身之上时,它将不会产生任何感觉。然而,鼻并不是可嗅物的感觉器官,而是大脑内部的乳突状突起;耳也不是原初的听觉器官,而是内部的膜或其内部的气息。关于触觉与味觉的情形也是相似的;因为它们也是通过中介来进行感觉的;但看起来并不如此,因为并非如其他感觉中的空气那样来自外部,而是我们通过周围附生的肉来感知触觉和味觉的对象。这一点在我们进一步探讨时将会变得明白。因此,颜色和声音的中介本来是空气,而气味的中介也是在空气和水中共有的一种受动属性。因为正如透明者之于颜色那样,具有气味者存在于这两者之中——在较古老的人那里是没有名称的,而较后代的人则称其为“气雾”和“透臭者”。因为水生动物似乎也具有对气味和声音的感觉(因为水在某种意义上也像空气一样是透音的和透臭的),然而人以及那些呼吸的陆生动物,如果不呼吸就不能闻味,而水生动物虽闻味却不呼吸;关于这一点的缘由也将在后面说明。

语法注3 条
  1. 3.2.7τὸ κινητικῷ εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς

    该句作为前文 ἦν αὐτῷ τὸ χρώματι εἶναι(“对它而言作为颜色的本质存在”)的表语补足语。中性冠词 τὸ 结合与格形容词 κινητικῷ 与不定词 εἶναι,构成亚里士多德哲学特有的表达“本质定义”的句式。

  2. 3.2.7οὐχ’ ὅτι ἀκριβῶς, ἀλλ’ ὅλως οὐδὲ ὀφθήσεται

    短语 οὐχ ὅτι … ἀλλὰ … 是一种承袭自 οὐ λέγω ὅτι 的省略惯用结构,意为“非但……反而……”。此处表达强烈的否定反差:“非但不能被精确地看见,反而根本连看见都做不到”。

  3. 3.2.7ὃ γοῦν ἑτέροις, παρέχει πολλῷ μᾶλλον αὑτῷ

    在关系从句 ὃ γοῦν ἑτέροις 中,动词 παρέχει 及其先行词 τοῦτο 被省略,构成对比结构:“火提供给其他事物的东西,更是加倍地提供给其自身”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:83.3-84.19