- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:81.20-83.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐明七种限定的基本颜色及其由光线、阴影、混合、染色和果实成熟所产生的多样性原因,通过体液在热力下的成熟与干燥机制解释动物皮肤及毛发的色彩成因,并总结由微小部分的并置构成混合色的原理。
πολλὰς γὰρ καὶ τὸ ἁλουργὸν ἔχει διαφορὰς καὶ τὸ φοινικοῦν καὶ τῶν ἄλλων ἕκαστον τῶν ὡρισμένων (ἑπτὰ γὰρ τῶν χρωμάτων ὥρισται καὶ πλέον οὐδέν, λευκόν, μέλαν, φοινικοῦν, ἁλουργόν, πράσινον, κυανοῦν, φαιόν, τὸ δὲ ξανθὸν ὑπάγεται τῷ λευκῷ)· κατὰ γὰρ τὸ μᾶλλον καὶ ἧττον καὶ κατὰ τὴν πρὸς ἄλληλα μῖξιν καὶ εἰλικρίνειαν αὐτῶν ἡ πολυσχιδὴς ἑτερότης γίνεται. ποιεῖ δὲ διαφορὰν καὶ τὸ λαμπρὸν ἢ στίλβον εἶναι τὸ μιγνύμενον ἢ τοὐναντίον αὐχμηρὸν καὶ ἀλαμπές. ἔστι δὲ τὸ στίλβον οὐκ ἄλλο τι ἢ συνέχεια φωτὸς καὶ πυκνότης. τὸ γὰρ χρυσοειδὲς γίνεται, ὅταν τὸ ξανθὸν καὶ τὸ ἡλιῶδες πυκνωθὲν ἰσχυρῶς στίλβῃ. ἔστι δὲ καὶ ἃ λειούμενα τρίψει καὶ δυνάμεσί τισιν ἀλλοίας ἴσχει καὶ ποικίλας τὰς χρόας. καὶ πρὸς τούτοις ἐκεῖνο ἰστέον, ὡς οὐδὲν τῶν χρωμάτων ὁρῶμεν εἰλικρινὲς οἷόν ἐστιν, ἀλλὰ πάντα κεραννύμενα ἀλλήλοις. καὶ γὰρ ἂν μηδενὶ τῶν ἄλλων, ταῖς γε τοῦ φωτὸς αὐγαῖς καὶ ταῖς σκιαῖς κεραννύμενα ἀλλοῖα, καὶ οὐχ οἷά ἐστι, φαίνεται. διὸ καὶ τὰ ἐν σκιᾷ θεωρούμενα καὶ ἐν φωτὶ καὶ ἡλίῳ, καὶ σκληρᾷ αὐγῇ ἢ μαλακῇ, καὶ κατὰ τὰς ἐγκλίσεις οὕτως ἢ οὕτως, καὶ κατὰ τὰς ἄλλας διαφοράς, ἀλλοῖα φαίνεται καὶ οὐχ οἷά ἐστι. καὶ ταῖς πρὸς τῷ πυρὶ καὶ τῇ σελήνῃ, καὶ ταῖς τῶν λύχνων αὐγαῖς, διὸ καὶ τὸ φῶς ἑκάστου τούτων ἀλλοιοτέραν ἔχει χρόαν. καὶ τῇ πρὸς ἄλληλα δὲ μίξει τῶν χρωμάτων· δι’ ἀλλήλων γὰρ φαινόμενα χρώζεται, ὥσπερ ἂν εἰ καὶ γραφεῖς ποιῶσι. καὶ τὰ βαπτόμενα δὲ πάντα τὰς χρόας ἀπὸ τῶν βαπτόντων λαμβάνει. πολλὰ μὲν γὰρ τοῖς ἄνθεσι βάπτεται τοῖς φυομένοις, πολλὰ δὲ ῥίζαις, πολλὰ δὲ φλοιοῖς ἢ φύλλοις ἢ καρποῖς. ἔτι δὲ γῇ μὲν πολλά, πολλὰ δὲ ἀφρῷ, πολλὰ δὲ καὶ μελαντηρίᾳ. τὰ δὲ καὶ τοῖς ζώων χυλοῖς, καθάπερ καὶ τὸ ἁλουργὲς τῇ πορφύρᾳ. τὰ δὲ οἴνῳ, τὰ δὲ καπνῷ, τὰ δὲ κονίᾳ, τὰ δὲ θαλάττῃ, ὥσπερ τὰ τριχώματα τῶν θαλαττίων· πολλὰς δὲ καὶ αἱ στύψεις ἐν τῇ βαφῇ ποιοῦσι διαφορὰς καὶ μίξεις. καὶ οἱ καρποὶ δὲ πεπαινόμενοι μεταβάλλουσιν εἰς τὸ κατὰ φύσιν χρῶμα· καὶ γὰρ λευκοὶ καὶ φαιοὶ καὶ ξανθοὶ καὶ μελανοειδεῖς καὶ φοινικοῖ καὶ οἰνωποὶ καὶ κροκοειδεῖς καὶ σχεδὸν ἁπάσας ἔχοντες γίνονται τὰς τῶν χρωμάτων διαφοράς. ἐπεὶ δὲ τὰ πλεῖστα γίνονται τῶν χρωμάτων πλειόνων κεραννυμένων ἀλλήλοις, φανερὸν ὅτι καὶ τὰς ἐν τοῖς φυτοῖς χρόας ἀνάγκη τὰς αὐτὰς ἔχειν κράσεις· διὰ τούτων γὰρ τὸ ὑγρὸν διηθούμενον καὶ μεθ’ ἑαυτοῦ συνεκβλύζον ἁπάσας λαμβάνει τὰς τῶν χρωμάτων δυνάμεις. καὶ τούτου συνεψομένου περὶ τὰς τῶν καρπῶν πέψεις ὑπό τε τοῦ ἡλίου καὶ τῆς τοῦ ἀέρος θερμότητος ἕκαστα καθ’ ἑαυτὰ συνίσταται τῶν χρωμάτων, τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον, καθάπερ συμβαίνει καὶ περὶ τὴν βαφὴν τῆς πορφύρας. γίνεται δὲ καὶ τὰ τριχώματα καὶ τὰ πτερώματα καὶ τὰ δέρματα καὶ ἵππων καὶ βοῶν καὶ προβάτων καὶ ἀνθρώπων καὶ τῶν ἄλλων ζώων ἁπάντων καὶ λευκὰ καὶ φαιὰ καὶ πυρρὰ καὶ μέλανα ὑπὸ τῆς φύσεως διὰ τὴν αὐτὴν αἰτίαν· τῷ γὰρ πολυειδῶς ἐν τῇ μίξει τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ πεπέφθαι καὶ ἐξηράνθαι πολυειδῆ καὶ τὰ χρώματα γίνεται. λευκὰ μὲν ὅταν ἔτι ὑπὸ τῆς πέψεως τὸ ὑγρὸν τὸ οἰκεῖον ἔχον χρῶμα καταξηρανθῇ, μέλανα δὲ τοὐναντίον, ὅταν αὐτῶν ἐν τῇ γενέσει τὸ περὶ τὸν χρῶτα ὑγρόν, καθάπερ ἐν τοῖς ἄλλοις ἅπασι, παλαιούμενον καὶ χρονιζόμενον διὰ τὸ πλῆθος καταμελανθῇ· πάντων γὰρ τῶν τοιούτων ὅ τε χρὼς καὶ τὰ δέρματα γίνεται μέλανα. φαιὰ δὲ καὶ ξανθὰ καὶ πυρρὰ καὶ τὰς ἄλλας ἔχοντα χρόας, ὅσα φθάνει καταξηραινόμενα πρότερον ἢ τελέως μεταβάλλειν ἐν αὐτοῖς εἰς τὸ μέλαν χρῶμα τὸ ὑγρόν.1 οἷς δὲ ἀνωμάλως τοῦτο συμβῇ καὶ τὰ χρώματα τοιαῦτα γίνεται ποικίλα· διὸ καὶ πάντα τοῖς δέρμασι καὶ τῷ χρώματι συνανακολουθεῖ, ἐπεὶ καὶ τῶν ἀνθρώπων τῶν ἐμπύρρων καὶ τὰ τριχώματα γίνεται λευκόπυρρα, τῶν δὲ μελάνων μέλανα. οὕτως ἅπαντα τὰ τριχώματα καὶ τὰ πτερώματα τοῖς δέρμασι συνακολουθεῖ, καὶ τὰ κατὰ μέρος καὶ τὰ κατὰ σῶμα ὅλον. ὁμοίως δὲ τούτοις ὁπλαὶ καὶ χηλαὶ καὶ ῥύγχη καὶ κέρατα· καὶ γὰρ ταῦτα τῶν μελάνων γίνεται μέλανα, τῶν δὲ λευκῶν λευκά, διὰ τὸ καὶ τούτοις ἅπασι διὰ τοῦ δέρματος τὴν τροφὴν εἰς τὴν ἐκτὸς περιοχὴν διηθεῖσθαι. ἀνακεφαλαιούμενοι δὲ τὰ εἰρημένα λέγομεν ὡς ἐνδέχεται καὶ παρ’ ἄλληλα τιθέμενα τὸ λευκὸν καὶ τὸ μέλαν, ὥστε ἑκάτερον εἶναι ἀόρατον διὰ σμικρότητα, τὸ δ’ ἐξ ἀμφοῖν ὁρατὸν γίνεσθαι· καὶ ἐπεὶ οὔτε λευκὸν οὔτε μέλαν οἷόν τε ἀκραιφνὲς τοῦτο εἶναι, ἔχειν δέ τι χρῶμα ἀνάγκη, μικτόν τι τοῦτο καὶ ἕτερον εἶδος χρόας, παρ’ οἷς συνετέθη.2
因为紫色具有许多差异,深红色以及其余每个被限定的颜色也是如此(因为被限定的颜色只有七种,再没有更多:白、黑、深红、紫、绿、青、灰,而黄色归入白色之下);因为多样复杂的差异是按照程度、按照它们彼此的混合以及纯度而产生的。调和之物是明亮光泽,还是相反地晦暗无光,也会造成差异。而有光泽无非是光的连续性与浓密性。因为金黄色是在黄色与日光般的颜色变浓密并强烈闪烁光泽时生成的。还有一些事物在通过研磨以及某些效力被磨细时,会获得不同且多样的色调。除这些之外,还必须明白那一事实:我们所见到的任何颜色都不是如其本相那样纯粹的,而全都是彼此相调和的。因为即使不与任何其他颜色调和,它们至少由于与光的光线和阴影相调和,显现得不同,而不是如其本相那样。因此,在阴影中、在光和日光中所观察的事物,在坚硬或柔和的光线下,按照这样或那样的倾斜,以及按照其他的差异,都显得不同而不是如其本相。朝向火、月亮以及油灯的光线也是如此,因此这些光源中每一者的光都具有更为不同的色调。由于颜色彼此的混合也是如此;因为透过彼此显现,它们被赋予颜色,正如画家们所作的那样。所有被染之物也是从染色剂中获得色调的。因为许多是用天然的花朵染色的,许多是用根,许多是用树皮、树叶或果实染色的。此外,许多是用土,许多是用泡沫,许多也是用黑墨染料染色的。有些也是用动物的汁液染色的,正如用骨螺染出的紫色一样;有些用酒,有些用烟,有些用碱水,有些用海水染色,正如海生生物的毛发一样;而在染色中的收敛作用也产生许多差异与混合。果实在成熟时也会转变为符合本性的颜色;因为它们变成白色、灰色、黄色、微黑、深红、酒红、藏红花色,并具有几乎所有颜色的差异。由于绝大多数颜色是由更多颜色彼此调和而生成的,显而易见,植物中的色调也必然具有相同的调和;因为穿过滤过植物并随之一同涌出的湿气,接受了颜色的所有效力。当这种湿气在果实成熟的过程中被太阳和空气的热量一同煎熬时,正如在紫色的染色中所发生的那样,每种颜色各自成立,有的较快,有的较慢。马、牛、羊、人以及所有其他动物的毛发、羽毛和皮肤,由自然出于同样的原因而变成白色、灰色、红褐色和黑色;因为由于混合中的湿气被热以多种方式成熟和干燥,颜色也变得多种多样。当湿气由于成熟仍保有其特有的颜色而被干燥时,它们变成白色;相反,当它们生成过程中皮肤周围的湿气正如在所有其他事物中那样,由于量大而陈旧且历时久远、变黑时,就变成黑色;因为在所有此类事物中,肤色和皮肤都变成黑色。而在其湿气完全转变成黑色之前便已干燥完成的事物,则具有灰色、黄色、红褐色以及其他色调。在这一过程发生得不均匀的事物中,颜色也变得如此斑驳。因此,一切都伴随着皮肤和肤色,因为发红的人其毛发也变成白红相间,而黑色的人其毛发也变成黑色。同样,所有毛发和羽毛无论在局部还是在全身都伴随着皮肤。与这些相似的还有蹄、爪、喙和角;因为在黑色动物中这些也变黑,在白色动物中变白,这是由于在所有这些部位中,养分也通过皮肤滤向外部区域。概括所说的话,我们说,白与黑也可能彼此并置,使得每一者由于微小而不可见,而由二者结合而成者则变得可见;既然这不能是纯粹的白也不能是纯粹的黑,却又必然具有某种颜色,那么这便是一种混合之物,且是不同于组成它的那些颜色的一类相异色调。
- 3.2.7ὅσα φθάνει καταξηραινόμενα πρότερον ἢ τελέως μεταβάλλειν ἐν αὐτοῖς εἰς τὸ μέλαν χρῶμα τὸ ὑγρόν
此处为动词 φθάνω 后接补充副词性分词(καταξηραινόμενα),并与比较从属连词 πρότερον ἤ(在……之前)配合不定式(μεταβάλλειν)的惯用句构,意为“凡是在其中的湿气完全转变成黑色之前便已干燥完成的事物”。关系代词 ὅσα 作主语,介词短语 ἐν αὐτοῖς(“在它们之中”)回指 ὅσα,τὸ ὑγρόν(“湿气”)则作不定式的宾格主语。
- 3.2.7παρ’ οἷς συνετέθη
介词 παρά 支配隐含的宾格先行词(ταῦτα),关系代词 οἷς(与格复数)与 συνετέθη 相连,相当于 παρὰ ταῦτα οἷς συνετέθη(“不同于组成它的那些元素/在组成它的那些元素之外”)。此处 παρά 表示区别或相异,与前面的 ἕτερον εἶδος(“相异的种/另一类”)相关联,指由并置的黑白原色结合后所产生的不同于母体要素的独立色调。
