- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:75.20-77.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯论证了光并非物体或物体的流射,而是透明者的非物体现实活动,批判了恩培多克勒的观点,并以热的传导和绷紧绳子的比喻加以说明;随后他从数学和物理角度(天体距离、无时间瞬时性以及瞳孔容量)批判了视觉的外射说。
καὶ οὐ δι’ ἀέρος μόνον, ἀλλὰ καὶ διὰ γῆς καὶ τῶν στερροτέρων ἔδει χωρεῖν, καὶ ἦν ἂν ἡμέρα καὶ ὑπὸ γῆν ὄντος τοῦ ἡλίου. ἔτι δοκεῖ τὸ φῶς ἐναντίον εἶναι τῷ σκότει· ἔστι δὲ τὸ σκότος στέρησις τῆς τοιαύτης ἕξεως ἐκ τοῦ διαφανοῦς· ἡ δὲ τούτου παρουσία τὸ φῶς. ὥστε δῆλον, εἰ μή τι σῶμα τὸ σκότος, οὐδὲ τὸ φῶς, καὶ οὐκ ὀρθῶς Ἐμπεδοκλῆς οὐδ’ εἴ τις ἄλλος οὕτως εἴρηκεν, ὡς φερομένου τοῦ φωτὸς καὶ γινομένου ποτὲ μεταξὺ τῆς γῆς καὶ τοῦ περιέχοντος, ἡμᾶς δὲ λανθάνοντος· τοῦτο γάρ ἐστι καὶ παρὰ τὴν τοῦ λόγου ἐνάργειαν καὶ παρὰ τὰ φαινόμενα· ἐν μικρῷ μὲν γὰρ διαστήματι λάθοι ἄν, ἀπ’ ἀνατολῆς δὲ ἐπὶ δυσμὰς τὸ λανθάνειν μέγα λίαν τὸ αἴτημα.1 τί οὖν τὸ φῶς καὶ πῶς φωτίζεται τὰ ὁρώμενα; λέγομεν οὖν ἐνέργειάν τινα ἐκπέμπεσθαι ἀσώματον ἐκ τοῦ φωτιστικοῦ σώματος εἰς τὰ διαφανῆ πεφυκότα ταύτην δέχεσθαι, καὶ οὕτω τὸ φωτίζειν γίνεσθαι. ὡς γὰρ τὸ πῦρ καὶ πόρρω που κείμενον ἡμῶν οἶδε θερμαίνειν οὐ τῷ αὐτὸ φοιτᾶν πρὸς ἡμᾶς, ἀλλὰ τῷ αὐτὸ μὲν τὸν προσεχῆ ἀέρα θερμαίνειν πεφυκότα πάσχειν ὑπὸ τοῦ πυρός, ἐκεῖνον δὲ θερμανθέντα γίνεσθαι τοιοῦτον, ὡς δύνασθαι τὰ παρακείμενα αὐτῷ θερμαίνειν, καὶ τούτου μέχρι παντὸς γινομένου τὰ πορρωτάτω τοῦ πυρὸς θερμαίνεσθαι, οὕτω τοι καὶ τῶν διαφανῶν σωμάτων ἐφεξῆς κειμένων συνεχῆ συμβαίνει τὴν διάδοσιν γίνεσθαι. αἵ τε γὰρ σφαῖραι ἅπτονται ἀλλήλων, καὶ τῆς ἐσχάτης ὁ περὶ ἡμᾶς ἀὴρ ἐφεξῆς ὤν, καὶ τούτου τὸ ὕδωρ. προσεχῶς οὖν ὁ ἥλιος εἰς τὸ παρακείμενον, σῶμα ὂν καὶ ἁπτόμενον αὐτοῦ, δράσας ποιεῖ αὐτὸ ἐνεργείᾳ διαφανές, κἀκεῖνο τοιοῦτον γινόμενον ὁμοίου ποιητικὸν τῷ μετ’ αὐτὸ γίνεται, κἀκεῖνο ἄλλῳ· καὶ οὕτω μέχρι τῶν ἐσχάτων ἀέρος καὶ ὕδατος ἡ ὁμοία φωτιστικὴ ἐνέργεια ἀφικνεῖται, οὐ τῆς τοῦ ἡλίου ἐνεργείας εἰς τὰ ἔσχατα φοιτώσης ἀμέσως, ἀλλὰ τῶν πλησίον καὶ πρώτως πασχόντων δυναμένων καὶ εἰς τὰ δεκτικὰ τὴν αὐτὴν ἐνεργεῖν ἐνέργειαν. οὐ θαυμαστὸν δέ, εἰ ἀθρόα ἡ ἐν ἅπασιν ἐνέργεια γίνεται, ὁπότε ἀσώματος. ὥσπερ γὰρ εἰ σχοίνου τις μακρᾶς καὶ διατεταμένης τὸ ἄκρον κινήσειεν, ἡ πᾶσα σχοῖνος ἀχρόνως συγκινεῖται, διὰ τὴν τῶν μορίων συνέχειαν τοῦ πρώτου κινοῦντος τὸ μετ’ αὐτό, τοῦτο δὲ τὸ ἐχόμενον, ταῦτα λέγειν 〈δεῖ〉 καὶ περὶ τῆς τοῦ φωτὸς ἐνεργείας καὶ διαδόσεως γίνεσθαι,2 τῷ ἐφεξῆς ἀλλήλων τὰ τοῦ κόσμου σώματα ἅπτεσθαι. ἔστιν οὖν τὸ φῶς οὔτε πῦρ οὔτε ὅλως σῶμα οὐδ’ ἀπορροὴ σώματος οὐδενός (εἴη γὰρ ἂν σῶμά τι καὶ οὕτως), ἀλλ’ ἡ τοῦ διαφανοῦς ἐνέργεια ᾗ διαφανές, ὡς ἄνωθεν εἴρηται, ἥ τις ἐγγίνεται ὑπὸ ποιητικοῦ πρώτως μὲν τοῦ ἡλίου (τούτῳ γὰρ ὁ θεὸς τὴν πηγὴν τοῦ φωτὸς ἐναπέθετο), δευτέρως δὲ καὶ ὅσα τῷ μετασχεῖν ἀπορροίας τινὸς τῆς ἐξ ἐκείνου φωτιστικὰ γέγονεν, ὡς σελήνη καὶ ἄστρα καὶ πῦρ. ἀλλ’ ἐοίκαμεν ἐν σκότει τὸν περὶ φωτὸς πεποιῆσθαι λόγον· τοσαῦτα γὰρ εἰπόντες ἔτι δεδοίκαμεν, μὴ σκιὰν ἀντὶ φωτὸς κατέχοιμεν. εἰ γὰρ μὴ σῶμα, πῶς ἐν τοῖς ἐνόπτροις αἱ ἀνακλάσεις γίνονται; τοῦτο δὲ κἀν τοῖς περὶ ὄψεως ἀπορηθήσεται. τίς δὲ καὶ ἡ τοῖς πυρείοις τῶν ἀκτίνων παράτριψις καὶ θέρμανσις καὶ ἔξαψις; πόθεν δὲ καὶ τῶν ἀκρωρειῶν αἱ πεδιάδες θερμότεραι, εἴπερ μὴ τῇ διπλώσει τῶν ἀκτίνων ὁ ἀὴρ ἐθερμαίνετο; τοῦτο δὲ σώματος. καὶ τοῦτο δὴ παρέντες κατὰ σχολὴν ἐπισκέψασθαι τὸν ὅμοιον τρόπον καὶ περὶ ὄψεως διαλάβωμεν· εἰ μὲν οὖν κατ’ ἐκπομπὴν μόνην σωματικῶν τινων ἀκτίνων τὸ ὁρᾶν γίνεται, αἱ αὐταὶ κἀνταῦθα τῶν ἀποριῶν, αἵπερ καὶ περὶ φωτός. πῶς γὰρ οἷόν τε ἅμα ἀναβλέψαντας μόνῳ τῷ ὀπτικῷ πνεύματι τοῦ οὐρανοῦ ἀντιλαβέσθαι καὶ σῶμα τὸ βραχύτατον τοσαύτην ἀχρόνως κινηθῆναι διάστασιν; τό τε γὰρ ἀπὸ γῆς μέχρις οὐρανοῦ δύο ζῳδίων ἐδείχθη διάστημα, ὅπερ ἕκτον τοῦ ὅλου κύκλου τοῦ τὸν οὐρανὸν διεζωκότος. ἡ γὰρ ἀπὸ τοῦ κέντρου ἴση τῇ τοῦ ἑξαγώνου πλευρᾷ· ἑξάγωνος δὲ πλευρὰ τῶν δύο ζῳδίων ἐστὶ τὸ διάστημα.3 ἡ δὲ ἀπὸ τοῦ κέντρου ἡμίσεια τῆς διαμέτρου· τριπλασιεφέβδομος ἡ περίμετρος τῆς διαμέτρου. ἔτι ἐπεὶ ἀναβλέψαντες τὸ τεταρτημόριον ὁρῶμεν τοῦ οὐρανοῦ, εἰ αἱ ὄψεις σῶμα, ἀνάγκη διὰ τοῦ ἀέρος ἰούσας ἢ διὰ τούτου χωρεῖν, καὶ ἔσται πάλιν σῶμα χωροῦν διὰ σώματος, ἢ τέμνειν αὐτόν. καὶ εἰ τοῦτο, οὐκ ἔδει συνεχῆ ὁρᾶν τὸν οὐρανὸν οὔτε τι ἄλλο τῶν ὁρατῶν. καὶ πρὸς τούτοις πόσον ἄν εἰς τοσούτου σώματος ἐκπομπὴν ἡ κόρη διήρκεσε4 περιληψομένη τὸν οὐρανόν; οὕτως οὐκ αὐτάρκης ἑαυτῇ μόνη ἡ ὄψις ἐξιοῦσα ὁρᾶν.
而且它不仅应当穿过空气,还应当穿过大地和更坚固的物体,从而即使太阳在地下时也应当是白昼。再者,光看似与黑暗相反;而黑暗乃是透明者对这种状态的缺失,而这一[状态]的临在则是光。因此显而易见,如果黑暗不是任何物体,光亦不是;恩培多克勒的主张是不正确的,如果其他任何人也这样说的话亦是不正确的,仿佛光是在运动着,并且在某一时刻出现在大地与包围它的天体之间,却避开了我们的注意;因为这既违背理智的明晰性,亦违背显现的现象;因为在短距离内它或许可以避开注意,但从东方到西方避开注意乃是过大的假定。那么光是什么,可见之物又是如何被照亮的?我们于是说,某种非物体的现实活动从发光体发射至那些天生适于接受它的透明者之中,照亮正是由此产生的。正如火即便置于远离我们的某处,亦能加热,这并非由于火自身来到我们这里,而是由于它自身加热了天生适于受火影响的邻接空气,而那[空气]受热之后,变成了能够加热与其邻接之物的状态,并且当这一过程贯穿始终时,离火最远的事物亦被加热;正是在这种方式下,当透明诸物体依次排列时,便产生连续的传递。因为诸天球彼此相接,紧接在最末天球之后的是我们周围的空气,紧接在这[空气]之后的则是水。因此,太阳直接作用于邻接之物(即那作为物体并与其相接者),使其成为现实态上的透明者,而那[物体]变成如此状态后,便对紧随其后的事物成为类似状态的造作者,而后一者又对另一者如此;照此方式,同样的照亮现实活动便达到了空气与水的最末端,这并非由于太阳的现实活动直接抵达最末端,而是由于那些临近且首先受影响者,能够将同一现实活动亦施加于具有接受性的事物。而既然这一现实活动是非物体的,它在一切事物中同时产生便不足为奇。正如若有人拉动一条长且绷紧的绳子的末端,整条绳子便由于各部分的连续性而在无时间中同时被拉动,因为第一部分拉动紧随其后的部分,而这部分又拉动挨着的部分;关于光的现实活动与传递的产生,鉴于宇宙的诸物体彼此依次相接,[应当]亦陈述同样的事情。因此,光既不是火,亦全然不是物体,更不是任何物体的流射(因为即便如此,它亦将是某种物体),而是透明者就其作为透明者而言的现实活动,正如前面所言,它是通过致作因产生的,首先是通过太阳(因为神将光的源泉储存于其中),其次亦通过那些因分有从彼处流射出的某种东西而成为照亮者的事物,如月亮、星辰与火。但是,我们似乎是在黑暗中进行了关于光的论述;因为说了这么多之后,我们仍在害怕自己抓住的不是光而是阴影。因为如果它不是物体,镜中的反射又是如何产生的?这在关于视觉的论述中亦将作为疑难被提出。再者,在取火镜中光线的摩擦、加热与点燃究竟是什么?而且,若非空气因光线的折叠而被加热,为何平原比山脊还要更热呢?而这属于物体。姑且将此留待闲暇时考察,让我们以类似的方式来探讨视觉。如果看见仅仅是依照某些物体的光线的发射而产生的,那么在此处亦会出现与关于光相同的那些疑难。因为我们一仰望,仅仅凭借视觉精气便把握诸天,且极其微小的物体在无时间中运动如此巨大的距离,这如何可能?因为从大地到诸天的距离已被证明为两个黄道星座的距离,这乃是环绕诸天的整个圆周的六分之一。因为从中心出发的距离等于六边形的边长;而六边形的边长即是两个黄道星座的距离。从中心出发的距离是直径的一半;圆周则是直径的三又七分之一倍。再者,既然我们仰望时看到了诸天的四分之一,若视线是物体,它们穿过空气时就必然要么贯穿它(从而再次出现物体穿过物体),要么切割它。若是后者,我们便不应当将诸天看作连续的,亦不应当将其他任何可见之物看作连续的。此外,对于如此巨大的物体的发射,将要包容诸天的瞳孔又如何能够充裕?因此,单单外出的视线对于看见而言并不是自足的。
- 3.2.7ἀπ’ ἀνατολῆς δὲ ἐπὶ δυσμὰς τὸ λανθάνειν μέγα λίαν τὸ αἴτημα
带冠词不定式短语 τὸ λανθάνειν(避开注意)充当主语,μέγα λίαν τὸ αἴτημα(过大的假定)构成省略系动词的表语部分。介词短语 ἀπ’ ἀνατολῆς δὲ ἐπὶ δυσμάς 在语义上修饰 τὸ λανθάνειν,指明在从东到西的整个宇宙范围内运动不被察觉是极其荒谬的要求。
- 3.2.7ταῦτα λέγειν 〈δεῖ〉 καὶ περὶ τῆς τοῦ φωτὸς ἐνεργείας καὶ διαδόσεως γίνεσθαι
由编者补入的无人称动词 〈δεῖ〉 所引导的“宾格加不定式”结构。主句的核心为 ταῦτα λέγειν δεῖ(应当陈述这些),随后的不定式 γίνεσθαι 及其介词短语与 ταῦτα 构成同位语关系,进一步展开其内容,即“同样的事情亦在光的现实活动与传递上发生”。
- 3.2.7ἑξάγωνος δὲ πλευρὰ τῶν δύο ζῳδίων ἐστὶ τὸ διάστημα
主语为 τὸ διάστημα(间距),表语为 ἑξάγωνος πλευρά(六边形的边)。属格 τῶν δύο ζῳδίων(两个黄道星座的)修饰 διάστημα,表达了几何学命题:两个星座之间的间距等于(圆内接正)六边形的一条边长(即半径)。
- 3.2.7πόσον ἄν εἰς τοσούτου σώματος ἐκπομπὴν ἡ κόρη διήρκεσε
由带有助词 ἄν 的不定过去时直陈式 διήρκεσε(何以能够充足)构成的与过去事实相反的疑问句。πόσον 作副词性宾格修饰程度(“在何种程度上”),εἰς τοσούτου σώματος ἐκπομπήν(对于发射如此巨大的物体而言)为表示目的与限度的介词短语,以此构成归谬论证,表明微小的瞳孔绝不可能发射足以包容整个天穹的物质量。
