- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:77.2-78.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索佛尼亚斯指出了视觉内入说(颜色流入眼睛)在解释大小、距离的认识、全方位知觉及颜色混合等方面的疑难,转而主张柏拉图式的合光说(眼睛发射视觉精气并与外光协同),并借助解剖学事实、光学现象以及双重视觉的几何学原因对该理论进行了论证。
εἰ δὲ τῇ εἰσδοχῇ τῆς τῶν ὁρωμένων ποιότητος τὸ ὁρᾶν,1 ὡς ἄν οἱ φυσικοὶ λέγοιεν διαβαίνειν τὰς τῶν χρωμάτων ἐνεργείας διὰ μέσου τοῦ διαφανοῦς πρὸς τὴν ὄψιν καὶ ἀπαγγέλλειν αὐτῇ τῶν ἰδίων ὑποκειμένων, λέγω δὴ τῶν χρωμάτων, τὴν αἴσθησιν, πῶς τὸ πλῆθος τῶν ὁρωμένων γινώσκεται καὶ τὸ μέγεθος ἢ τὸ διάστημα πάντων ἐπικειμένων τῷ ὄμματι, κἀκείνου μόνου καὶ τοσούτου αἰσθομένης τῆς ὄψεως, ὅσον τὴν κόρην ἐπλήρωσε; διὰ τί δὲ καὶ εἰ πλήρης ὁ ἀὴρ τῶν τοιούτων εἰδώλων, οὐ πανταχόθεν ὁρῶμεν, ὥσπερ δὴ καὶ ἀκούομεν καὶ ὀσφραινόμεθα; πῶς δὲ καὶ οὐ σύγχυσις τῶν χρωμάτων καὶ ἐπιμιξία τοῦτο; τῷ γὰρ ἅπαξ τὸν ἀέρα τὰ χρώματα δέχεσθαι, μὴ ὥσπερ κατὰ μῆκος, οὕτω καὶ κατὰ πλάτος πάσχειν λέγειν παράλογον. πῶς δὲ καὶ ἀνάκλασις ὄψεως γίνεται, εἰ μή τι ἐκπέμπεται; μήποτ’ οὖν ἐξιέναι μέν τι τῶν ὀμμάτων δεῖ λέγειν2 (τοῦτο δὲ αὐγοειδὲς καὶ ὀπτικὸν πνεῦμα), πρὸς τὴν τῶν ὁρατῶν ἀντίληψιν, μὴ μέντοι καθάπαξ ἀρκεῖν, ὥσπερ οἱ ἀπὸ μαθημάτων λέγουσιν, ἀλλὰ δεῖσθαι καὶ τοῦ ἐκτὸς φωτὸς χειραγωγήσοντος καὶ συναντιληψομένου, καὶ οὕτω κατὰ συναύγειαν τὴν ὄψιν ὁρᾶν. τά τε γὰρ πολλὰ τῶν ἀπόρων ἐν τούτῳ λυθήσεται, καὶ σύμφωνα τοῖς φαινομένοις μᾶλλον ἔσται, εἴπερ τὰ πρότερα. ὅτι μὲν γὰρ ἐξέρχεταί τι τῶν ὀφθαλμῶν, τὸ τῶν ὀπτικῶν νεύρων πρὸς τὰ τῶν ἄλλων αἰσθητηρίων διάφορον παρίστησιν ἐναργῶς. σωλῆνες γὰρ ὥσπερ ταῦτα καὶ πόροι, ναστὰ δέ πως τὰ τῶν ἄλλων καὶ ἄτρητα. οὐχ ὁρῶμεν δὲ ἐν σκότῳ, ὅτι κοινωνίαν δεῖ τῶν φώτων εἶναι καὶ ὅτι κατὰ συναύγειαν τοῖς ὄμμασιν ἡ ἐνέργεια. πολλὴ γὰρ ἡ ἀμφοτέρων τῶν φώτων σχέσις πρὸς ἄλληλα καὶ οἰκείωσις τοῦ ὀπτικοῦ καὶ τοῦ ἔξωθεν· ζητεῖ γὰρ ἄλληλα καὶ ἑνοῦσθαι σπεύδει, καὶ τὸ μεῖζον ἕλκει τὸ ἔλαττον, τὸ δ’ ἕπεται τῆς οἰκείας ὁλότητος ἐφιέμενον. ὅθεν ἐν νυκτὶ καὶ πόρρωθεν ὄντα τὸν πυρσόν, εἰ μή τινι ἐπικρύπτοιτο, κατὰ ἄρρητον ὁρῶμεν ταχυτῆτα· καὶ οἱ ἐπὶ πλέον ἡλίῳ προσδιατρίψαντες ἢ λαμπροῖς ἑτέροις ἠρέμα τὰς ὄψεις ἀμαυροῦνται, συνεκφορουμένου τοῦ ὀπτικοῦ καὶ μερικοῦ πρὸς τὴν ἐκτὸς ὁλότητα. καθ’ αὑτὴν μὲν γὰρ ἡ ὄψις οὐκ ἰσχύει μέχρι πολλοῦ διιέναι, ἐμπίπτουσα δὲ τῷ περιέχοντι διαφανεῖ καὶ τῇ πρώτῃ προσβολῇ τὴν ἀλλοίωσιν ἐργαζομένη διαδίδωσιν ἄχρι πλείστου συνεχοῦς ἑαυτήν, ἕως οὗ καταλάβῃ τὸ ὁρατόν, συνεκτεινομένη τῷ περὶ τὸν μεταξὺ ἀέρα φωτὶ καθὰ συγγενεῖ. ὅ τε γὰρ ἀὴρ ἄχρους ὢν καὶ διαφανὴς εὐδιάχυτός τε καὶ εὐαλλοίωτος ὡς οὐδέν, καὶ ἡ ὄψις δὲ καθαρῶς ὑπάρχει φωτοειδής. καὶ ὅπερ τὸ τοῦ λύχνου φῶς ἐν οἴκῳ δρᾷ σκοτεινῷ3 (τῇ πρώτῃ γὰρ εἰσόδῳ τὸν ἐν αὐτῷ ἀέρα φωτίζει ὁμοῦ), τοῦτο δὴ καὶ τὴν ὄψιν νοητέον ποιεῖν ἐν τῷ μεταξὺ ταύτης τε καὶ τοῦ ὁρατοῦ πεφωτισμένῳ ἀέρι· τῇ πρώτῃ γὰρ προσβολῇ τοῦτον ἀλλοιοῦν ἰσχύει, δυναμουμένη τῷ ἐκτὸς φωτὶ καὶ συνεργοῦσα τούτῳ διὰ τὴν οἰκείωσιν. συνᾴδει δὲ τῷ περὶ τῆς ἐκπομπῆς τοῦ ὀπτικοῦ πνεύματος καὶ ἡ ἀποδιδομένη αἰτία τοῦ διπλᾶ ὁρᾶν ἐν τῇ παραθέσει τῶν ὀφθαλμῶν ἢ φυσικῶς ἢ τῇ τῶν δακτύλων ἐπεμβολῇ καὶ τῷ μὴ ὑπὸ μίαν καὶ τὴν αὐτὴν εὐθεῖαν τὰς κόρας εἶναι. κωνικῶς γὰρ καὶ κατὰ τρίγωνα ὁρώσης τῆς ὄψεως, ὅταν οἱ κῶνοι ἐξ ἀμφοτέρων τῶν ὀμμάτων ἐξίωσι καὶ προσβάλωσιν αἱ ὄψεις τοῖς ὁρατοῖς, ποιοῦσι τρίγωνα βάσιν μὲν ἔχοντα κοινὴν τὴν αἰσθητήν, πλευρὰς δὲ τὰς τοῖς κωνικοῖς ἄξοσι παρ’ ἑκάτερα ἐφεστώσας ὄψεις, καθ’ ἃς καὶ τῶν ὁρατῶν αἱ κρίσεις γίνονται· ἄξονες δὲ δύο περὶ τοὺς δύο κώνους, περὶ οὓς αἱ λοιπαὶ ὄψεις εἰσίν. δῆλον οὖν ὡς, εἰ μὲν ἀπαρέγκλιτος εἴη ἡ διὰ τῶν κέντρων τῶν κρυσταλλοειδῶν ἐν τοῖς ὄμμασιν ἀγομένη εὐθεία, αἱ ἐκ τῶν δύο κώνων ἴσον ἀφεστηκυῖαι τῶν ἀξόνων ὄψεις κατὰ τὰ αὐτὰ σημεῖα προσβαλοῦσιν, ὡς ἐφαρμόζειν ἀλλήλοις τὰ πέρατα τῶν ὄψεων τῶν ἴσων παρ’ ἑκατέρου τῶν ἀξόνων ἐφεστηκυιῶν. ἐπειδὰν δὲ μὴ ἀπαρέγκλιτοι ὦσιν οἱ κῶνοι, ὥσπερ ὅταν ἡ θέσις διαστραφείη τῆς ὄψεως, αἱ ἴσον ἀφεστηκυῖαι τῶν ἀξόνων ἑκατέρου τοῦ κώνου οὐ τοῖς αὐτοῖς προσβαλοῦσι σημείοις, καὶ εἰκότως οὐχ ὡς ἑνὸς τοῦ ἑνὸς ἀντιλαμβάνονται, ἀλλ’ ὥσπερ κἂν εἰ δύο εἴη τὰ αἰσθητὰ καὶ πλείονα, διὰ τὸ ἄλλας προσπίπτειν ὄψεις κατὰ μηδὲν συμβαλλούσας ἀλλήλαις καὶ τὰς γωνίας διαφόρους γίνεσθαι· συμβαίνει γὰρ εἰς τὸ αὐτὸ αἰσθητὸν ἐξ ἑκατέρου κώνου ὄψεις προσβάλλειν μὴ ἴσον τῶν ἀξόνων ἀφεστηκυίας, καὶ ἐπεὶ διάφοροι πρὸς τὰ αὐτὰ σημεῖα τοῦ αἰσθητοῦ αἱ γωνίαι γίνονται, εἰκότως καὶ δύο αἱ κρίσεις· καὶ διὰ τοῦτο καὶ δύο τὸ ἓν αἰσθητὸν δοκεῖ.
另一方面,如果看见是由于接受了可见之物的性质,正如自然哲学家们所说的那样,颜色的现实活动通过透明介质传至视觉,并向其报告其特有底层,即颜色的感觉;那么,当一切事物都落在眼上,而视线只感知到填满瞳孔的那个东西以及那么多时,可见之物的多数性、大小或距离又是如何被认识的呢?再者,如果空气充满了这样的影像,为什么我们不像听声音和闻气味那样,从四面八方都能看到呢?这又如何不造成颜色的混乱与混合呢?因为既然空气一度接受了颜色,若说它只是在长度上受影响,而在宽度上却不同样受影响,那是荒谬的。此外,如果没有任何东西被发射出来,视线的反射又是如何产生的呢?难道我们不应当说,有某种东西(即具有光辉的视觉精气)从眼中出来以把握可见之物,然而这并非如数学家们所说的那样全然自足,而是亦需要外部的光作为引导并协助把握,从而视觉依照光的合流来进行观看吗?因为多数的疑难将借此得到解决,并且与显现的现象比先前的诸理论更为一致。因为确有某种东西从眼中出来,视神经与其他感觉器官神经的差异已明晰地表明了这一点;因为这些视神经如同管道和孔道,而其他感觉器官的神经在某种程度上则是实心且无孔的。我们在黑暗中看不见,乃是因为诸光之间必须有共通,且眼睛的现实活动是依照光的合流产生的。因为两光之间,即视觉之光与外部之光,彼此有着极大的关联与亲和性;因为它们相互探求并急于合一,较大者吸引较小者,而后者渴望其本有的整体因而顺从跟从。因此在夜间,若非被某物遮蔽,我们以不可言喻的速度看见远处的烽火;而那些较长时间注视太阳或其他明亮之物的人,其视力会略显昏暗,这是因为视觉且部分的光向着外部的整体被一同带出。因为视线就其自身而言没有力量穿透至很远,但当它落入周围的透明者中并通过最初的冲击造成变样时,它便尽可能连续地传递自身,直至把握可见之物,并与间隔空气周围的光如同亲缘之物般一同延展。因为空气既无色又透明,极易散布且极易变样,无物可比,而视觉亦纯粹具有光的性质。一盏灯的光在黑暗的屋中所完成的事情(因为在刚进入时它便一举照亮了其中的空气),必须理解为视线在它自身与可见之物之间的受光空气中亦正是如此行事的;因为凭借最初的冲击它便有力量改变这空气,受外部之光的赋能,并因亲和性而与其协同作工。此外,对于在眼睛移位时(无论出于自然还是用手指压迫)以及瞳孔不在同一直线上时看见双重之物所给出的原因,亦与关于视觉精气发射的说法相吻合。因为视觉是呈圆锥形和依照三角形来观看的,当圆锥从双眼中出来且视线触及可见之物时,它们便构成了三角形,以感觉对象为共同底边,以在圆锥轴两侧排列的视线为边(亦正是依照这些视线对可见之物作出判断);在两个圆锥中有两个轴,其余的视线则环绕其周围。因此显而易见,如果穿过眼中晶状体中心的直线不偏斜,那么从两个圆锥出发且离轴等距的视线将触及相同的点,以至于从各自的轴等距排列的等长视线的端点彼此重合。然而,当诸圆锥偏斜时,正如同视觉的位置受到扭曲时那样,离每个圆锥的轴等距的视线将不会触及相同的点,并且合乎情理的是,它们不会把一个事物把握为一个事物,而是仿佛有两个或更多的感觉对象那样去把握,这是因为其他彼此全然不相遇的视线落于其上,且角度变得不同;因为出现了来自每个圆锥、离轴不等距的视线触及同一感觉对象的情况,既然对于感觉对象的相同诸点的角度变得不同,判断合乎情理地亦成为两个;正因如此,一个感觉对象看似成了两个。
- 3.2.7εἰ δὲ τῇ εἰσδοχῇ τῆς τῶν ὁρωμένων ποιότητος τὸ ὁρᾶν
条件句的开头,省略了系动词 ἐστί。随后由 ὡς ἄν οἱ φυσικοὶ λέγοιεν(“正如自然哲学家们所说的那样”)引导了带不定式的宾格句结构(διαβαίνειν... καὶ ἀπαγγέλλειν...),以展开自然学者的观点。主句则由反诘疑问句 πῶς τὸ πλῆθος... γινώσκεται 开始。
- 3.2.7μήποτ’ οὖν ἐξιέναι μέν τι τῶν ὀμμάτων δεῖ λέγειν
μήποτε 连用直陈式,表示委婉的断言或提议(“难道不应当说……”)。随后的关联词 μέν... μέντοι... ἀλλά... 构成转折与递进,表明虽然有某种东西从眼中出来,但并非自身独立自足,而是需要外光,从而引出合光说的折衷主张。
- 3.2.7καὶ ὅπερ τὸ τοῦ λύχνου φῶς ἐν οἴκῳ δρᾷ σκοτεινῷ
由 ὅπερ 引导的关系从句与主句的 τοῦτο δὴ καὶ τὴν ὄψιν νοητέον ποιεῖν(“必须理解为视线亦正是如此行事”)相呼应。δρᾷ(源自 δράω,“做、起作用”)对应于后文的 ποιεῖν,指灯光在暗室中所达成的作用。
