- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:74.1-75.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯阐明了无色的透明介质如何传达外来颜色,以及光与颜色各自如何使透明者处于现实态,并提出了光是否需要固体阻挡方才可见的疑难。在将光定义为透明者的现实活动之后,他进而探讨光是否为物体,从物体相互贯通、无时间传播、运动方向以及空气密度未增等论据出发,驳斥了光的物体说。
καὶ εὐλόγως ἡ φύσις ἄχρουν ἐποίησε τὸ τὰ ἀλλότρια διακονῆσον χρώματα, ὡς μὴ τὸ οἰκεῖον τῇ μίξει κωλύῃ τοῦ ἀλλοτρίου τὴν ἀκριβῆ μήνυσιν. τὸ δὲ ἐν τοῖς ὡρισμένοις σώμασι καὶ στερεοῖς διαφανὲς ὥσπερ καὶ σχήματι καὶ ἐπιφανείᾳ ὥρισται, οὕτω καὶ τούτῳ, καὶ ἔστι πέρας διὰ τοῦτο τὸ χρῶμα τοῦ ὡρισμένου διαφανοῦς. τὰ δὲ ἐν βάθει τῶν ὡρισμένων διαφανῶν οὕτως ἔχει χρῶμα ὡς ἐπιφάνειάν τε καὶ σχῆμα. ὃ δὲ ἐν ἀέρι καὶ ὕδατι φῶς καὶ σκότος, τοῦτο ἐν τοῖς ἄλλοις τῶν σωμάτων λευκὸν καὶ μέλαν. ἐπεὶ δὲ λέγεται καὶ τὸ φῶς κινεῖν τὸ διαφανές, λέγεται δὲ καὶ τὸ χρῶμα, σκεπτέον τὸν τρόπον ὅπως. τὸ μὲν γὰρ ὅτι ἐνεργείᾳ ποιεῖ διαφανές, οὕτω τελειωτικὸν αὐτοῦ λέγεται, τὸ δὲ ὅτι τὴν διαπορθμευτικὴν αὐτοῦ δύναμιν εἰς ἐνέργειαν ἄγει· διατίθεται γάρ πως ὑπὸ τοῦ χρώματος ἀναματτόμενόν πως αὐτὸ καὶ τῇ ὄψει διαδιδόν· καὶ τὸ μὲν φῶς, ᾗ διαφανές, τελειοῖ, τὸ δὲ χρῶμα, ᾗ διαπορθμευτικὸν καὶ ἀπαγγελτικόν. ἔχει δὲ πρός τι ἀπορίαν ὁ περὶ τῶν τοιούτων λόγος, εἴπερ ὁρατὸν ὁ ἀὴρ καὶ ἁπλῶς τὸ διαφανὲς ὑπὸ τοῦ φωτὸς καὶ μηδενὸς προσδεῖται. εἰ γὰρ ἔν τινι σκεύει ἀποθοῖο λύχνον, τοῦ φωτὸς ἀνιόντος ἀπὸ τῆς ὀπῆς ἄνω, εἴπερ ἀποβλέψειας εἰς τὸν ὑπὲρ τοῦτον ἀέρα, οὐκ ὄψει πεφωτισμένον, εἰ μή τι στερεὸν ἀντιβαίνοι οἷον ὄροφος ἢ ἕτερόν τι· ὥστε δόξειεν ἂν μὴ δι’ αὐτὸν μᾶλλον τὸν ἀέρα ἢ τῷ ἀντιβαίνειν τὰ στερεὰ ὁρατὸν ὑπὸ τοῦ φωτὸς εἶναι. ὃ δὲ ἐπὶ τοῦ μερικοῦ, τί κωλύει καὶ ἐπὶ τοῦ καθόλου λέγειν; μήποτε γὰρ διὰ τὸ τῷ ἡλιακῷ φωτὶ πανταχόθεν ἀντιβαίνειν στερεὰ σώματα ταύτῃ τοι ὁρατὸν τὸν ὑπὲρ ἡμᾶς ἀέρα γίνεσθαι.1 ὅπη γὰρ ἂν ἀποβλέψαιμεν, στερεοῖς τισιν ἐντυγχάνομεν, γῇ καὶ θαλάσσῃ καὶ ὄρεσιν· καὶ εἴ τις δὲ προσβιάζων ὑποθοῖτο, εἰ μετεωρισθῇ, τὸν ὑπὲρ τὸν ἥλιον καὶ τὸν ἀνωτάτω κατοπτεῦσαι χῶρον, οὔτι που ἴδοι, ἕως ἂν μὴ στερεοῦ τινος τῷ ἄνω φωτὶ ἀντίβασις γένοιτο. εἰ δ’ ἐστί τι ὃ περιτειχίζει καὶ τοῦτο, ἡ ἐξωτάτη καὶ ἀπλανὴς σφαῖρα, αὐτός τε ὄψεται καθαρῶς καὶ ὁ ὑπὲρ σελήνης τόπος πεφωτισμένος ἔσται διηνεκῶς. ἀλλὰ τὸ μὲν διαφανὲς τοῦτο· φῶς δὲ ἡ τοῦ διαφανοῦς ἐνέργεια ᾗ διαφανές· δυνάμει δὲ ἐν ᾧ τοῦτό ἐστι, καὶ τὸ σκότος. τὸ δὲ φῶς οἷον χρῶμά ἐστι τοῦ διαφανοῦς, ὅταν ᾖ ἐντελεχείᾳ διαφανὲς ὑπὸ τοῦ πυρὸς ἢ τοιούτου οἷον τὸ ἄνω σῶμα· καὶ γὰρ τοῦτο ὑπάρχει τι ἓν καὶ ταὐτό. Μέλλοντας δὲ τὸν περὶ φωτὸς καὶ ὄψεως ποιεῖσθαι λόγον τοσοῦτον ἀναγκαῖον προσδιορίσασθαι,2 ὡς οὔτε καθάπαξ, ὅ τί τις περὶ φωτὸς ἁπλῶς ἀπεφήνατο, συλληψόμεθα καὶ τὰ καίρια οὐ παρήσομεν, οὔτε μὴν πρὸς πάσας τὰς ἐνστάσεις ἀπαντῆσαι παρεσκευάσμεθα. ὅθεν εἰ μὴ κατὰ πάντα ἀποχρώντως ἔχοι, μὴ θαυμάζειν χρή· πολλὰς γὰρ ἔχει τὰς ἀντιλήψεις καὶ τὰς λύσεις ἐργωδεστέρας· μόνον γὰρ τῶν ἄλλων καὶ ἀπορώτατον, ὡς εἰπεῖν, καὶ φανότατον, τὸ μὲν τῷ λόγῳ, τὸ δὲ τῇ αἰσθήσει. εὐθὺς γὰρ πότερον τὸ φῶς σῶμά ἐστιν ἢ ἀσώματον; πῶς ποτε καὶ τὸ ὁρᾶν γίνεται, πότερον κατά τινων ἀκτίνων σωματικῶν ἐκπομπὴν ἀπὸ τῶν ὀμμάτων, ὥσπερ οἱ μαθηματικοὶ λέγουσιν, ἢ τῇ εἰσδοχῇ τῆς τῶν ὁρωμένων ποιότητος, ὥσπερ οἱ φυσικοί; ἢ ἕτερόν τι μᾶλλον καὶ τρίτον, καὶ τοῦτ’ ἔσται δήπου κατὰ συναύγειαν; εἰ μὲν οὖν σῶμα τὸ φῶς, οὐ μόνον σῶμα διὰ σώματος ἔσται χωρῆσαν τὸ τοῦ φωτὸς τοῦ ἀέρος, ἀλλὰ καὶ κίνησιν σωματικὴν ἄχρονον τοῖς οὖσιν ὑποληψόμεθα· ἅμα γὰρ 〈τῷ〉 ὑπὲρ τὸν ὁρίζοντα γενέσθαι τὸν ἥλιον ἀθρόως φωτίζεται τὸ περίγειον. ἔτι εἴπερ σῶμα καὶ κινεῖται, κατά τινα τῶν σωματικῶν καὶ φυσικῶν κινήσεων κινηθήσεται· αὗται δὲ ἢ εὐθεῖα ἢ κύκλῳ, καὶ τῆς εὐθείας ἡ μὲν ἄνω, ἡ δὲ κάτω. τὸ δὲ φῶς καὶ ἄνω καὶ κάτω καὶ τοῖς ἐν μέσῳ ἰσοτίμως ὁρᾶται κινούμενον· ἀθρόως γὰρ ὁ οἶκος ἅπας ἁφθέντος λύχνου φωτίζεται. οὔτε μὴν κύκλῳ· ἐν γὰρ τοῖς ἀπομήκεσι τῶν στεγασμάτων ἡ τοῦ φωτὸς συμπρόεισιν ἔλλαμψις. ἐχρῆν δήπου καὶ τὸν ἀέρα παχύτερον εἶναι φωτιζόμενον ἢ ἐν σκότει. ἀλλ’ οὐδὲ τοὺς ἀπαρτῶντας τῷ ἡλίῳ τὰς σωματικὰς τοῦ φωτὸς ἀκτῖνας ἀποδεχόμεθα, ὡς ἂν συμπροϊούσας φωτίζειν καὶ μὴ γίνεσθαι κίνησιν ἄχρονον· τί δ’ ἂν εἴποιεν περὶ σελήνης ἢ τῶν ἄλλων πυρῶν (ὁμοίως γὰρ ἅπαντα φωτίζει), ἢ ὅταν ἐν σκότει τῇ παρατρίψει φωτίσαιμεν; οὔκουν οὐδὲ τοὺς σῶμα μὲν τιθεμένους, ἄυλον δὲ διὰ τὸ κεχωρίσθαι· οὕτω δ’ ἂν καὶ ὁ οὐρανὸς ἐν κέγχρῳ συναχθήσεται.
自然合理地使那将要服侍外来颜色的东西成为无色的,以免其特有的性质通过混合而阻碍对外来性质的精确传达。然而,受限定的且固体的物体中的透明者,正如它被形状与表面所限定一样,同样也被这[颜色]所限定,因此颜色乃是受限定的透明者的界限。而受限定的透明者深度之中的事物具有颜色,正如它们具有表面与形状一样。在空气和水中作为光与黑暗的东西,在其他物体中则是白与黑。但是,既然光也被说成是推动透明者,颜色也被说成是如此,就必须考查这是以何种方式进行的。因为一者被说成是它的成全者乃是由于它使透明者处于现实态,而另一者被如此说则是由于它将它的传达潜能引导至现实态;因为在某种程度上它受到颜色的影响,以某种方式印染上它并传递给视觉;光就其作为透明者而言加以成全,而颜色则就其作为传达与告知者而言加以成全。但是关于这类事情的论述面临着某个疑难,假若空气以及端而言之透明者因光而是可见的且不需要任何其他东西的话。因为如果把灯放进某个器皿中,当光从孔洞向上升起时,假若你注视其上方的空气,你将看不到它被照亮,除非有某种固体(如屋顶或其他东西)产生阻挡;因此,因光而是可见的,看似并非由于空气自身,而更是由于固体的阻挡。在个别情形中适用的东西,又有什么妨碍将其应用于普遍情形呢?也许正是因为固体从四面八方阻挡太阳光,我们上方的空气才以此方式成为可见的。因为无论我们朝哪里看,我们都会遇到某种固体,即大地、海洋与山脉;即使有人强行设想,如果他升至高空,俯视太阳上方以及最高处的区域,他也绝不可能看到任何东西,只要上方的光线没有遇到某种固体的阻挡。但是如果存在某种四面围住这一区域的东西,即最外层的恒星天球,他自己就将清晰地看见,且月亮上方的场所将持续不断地被照亮。然而透明者即是这者;而光则是透明者就其作为透明者而言的现实活动;在潜能上包含这者的主体中,亦有黑暗。光乃是透明者的仿佛颜色,当透明者由于火或类似于上方物体之物而在完全现实性上是透明的时刻;因为这者亦作为某种单一且同一之物而存在。当我们准备对光与视觉进行论述时,必须预先规定这一点:我们既不完全摄取任何人关于光所简单宣称的所有主张,同时亦不略去关键要点;但也并未准备好回应一切异议。因此,如果不能在所有方面都令人满意,不必感到奇怪;因为它包含许多反驳,其解决亦更为艰巨;因为在所有事物中,它是唯一一个可以说在言述上最为疑难、在感觉上最为明晰的东西。因为直接面临的问题是:光是物体还是非物体的?视觉究竟又是如何产生的:是像数学家们所说的那样,依照从眼目中发射出的某些物体的光线,还是像自然哲学家们所说的那样,通过接纳可见之物的性质?抑或是某种别的第三种方式,即想必是依照共照?如果光是物体,不仅光这一物体穿过了空气这一物体从而物体贯穿了物体,而且我们还将为现存事物设定无时间的物体运动;因为太阳一越过地平线,地面区域便同时被照亮。再者,如果它是物体且运动,它就将依照物体的和自然的运动之一而运动;而这些运动要么是直线的,要么是圆周的,而在直线运动中,一者向上,另一者向下。然而人们看到光同等地向上、向下以及向中间部分运动;因为灯一点燃,整座房屋便立刻被照亮。它亦绝非圆周运动;因为在狭长的遮蔽建筑中,光的照耀是〔与它们〕一同向前推进的。而且照理说,空气在被照亮时应当比在黑暗中更稠密。但是我们亦不赞同那些将光的物体光线依附于太阳的人,理由是光线随着太阳一同前进而照亮,从而并不发生无时间的运动;因为关于月亮或其他火焰(因为一切都同样照亮),或者当我们在黑暗中通过摩擦而发光时,他们又能说什么呢?因此,我们亦不赞同那些主张光是物体、却又因其分离而主张其为非质料性的人;因为这样一来,就连诸天都将被聚集在一粒粟米之中了。
- 3.2.7μήποτε γὰρ διὰ τὸ τῷ ἡλιακῷ φωτὶ πανταχόθεν ἀντιβαίνειν στερεὰ σώματα ταύτῃ τοι ὁρατὸν τὸν ὑπὲρ ἡμᾶς ἀέρα γίνεσθαι.
句法结构:副词 μήποτε 表审慎的推测或假设(“也许……”),不定词 γίνεσθαι(其主格意义上的主语为宾格 τὸν ὑπὲρ ἡμᾶς ἀέρα)承接前句疑问句 τί κωλύει ... λέγειν(“有什么妨碍说……?”)所构成的间接引语。表示原因的介词短语 διὰ τὸ ... ἀντιβαίνειν(冠词加不定词结构,其逻辑主语为 στερεὰ σώματα,与格 τῷ ἡλιακῷ φωτὶ 作动词 ἀντιβαίνειν 的宾语)随后由指示副词 ταύτῃ τοι(“正是由于这个缘故”)加以复指强调。
- 3.2.7Μέλλοντας δὲ τὸν περὶ φωτὸς καὶ ὄψεως ποιεῖσθαι λόγον τοσοῦτον ἀναγκαῖον προσδιορίσασθαι
格的一致与逻辑主语:分词 Μέλλοντας 为阳性宾格复数,在无人称表述 ἀναγκαῖον [ἐστί](“必须……”)支配的不定词 προσδιορίσασθαι 中充任逻辑主语(隐含了代词宾格 ἡμᾶς,指代作者与读者)。在此“宾格加不定词”结构下,该分词短语统辖宾语 τὸν ... λόγον 与不定词 ποιεῖσθαι。
