- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:72.24-74.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯分析了作为视觉对象的颜色以及作为就自身而言可见之物的表面特征,阐明了作为界限的颜色与介质及限定物体中透明性的本质。
ἔστι δὲ ὁρατὸν τοῦτο, οὗ ἡ ὄψις ἀντιλαμβάνεται· διττὸν δέ, τὸ μὲν χρῶμα, τὸ δὲ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν, οἷον τὰ πυρώδη ὡς πυγολαμπίς, μύκης, κέρας· δῆλον δὲ ἔσται ὃ λέγομεν προελθοῦσι μάλιστα. νῦν δὲ τὸ ὁρατὸν κυρίως ἐστὶ χρῶμα. τοῦτο δὲ τὸ ἐγγινόμενον ἐπὶ τοῦ καθ’ αὑτὸ ὁρατοῦ, λέγω δὴ τῆς ἐπιφανείας. πολλαχῶς δὲ τοῦ καθ’ αὑτὸ λεγομένου1 (τά τε γὰρ ἐν τῷ ὁρισμῷ κείμενα καθ’ αὑτὸ πρόσεστι τοῖς ὑποκειμένοις, οἷον τὸ ζῶον τὸ λογικὸν τῷ ἀνθρώπῳ, καὶ ὧν ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον προσλαμβάνεται, οἷς ἐνυπόκεινται, ὡς τῷ ἀριθμῷ καθ’ αὑτὰ τὸ περιττὸν καὶ τὸ ἄρτιον· τοῖς γὰρ ἀμφοτέρων λόγοις ὁ ἀριθμὸς προσλαμβάνεται· καὶ ἡ σιμότης τῇ ῥινί· τῷ γὰρ λόγῳ τοῦ σιμοῦ τὴν ῥῖνα προσειλῆφθαι ἀνάγκη), οὐ καθ’ ἕτερον οὖν τῶν τρόπων καθ’ αὑτὸ ὁρατὸν τὴν ἐπιφάνειαν λέγομεν, ἀλλ’ ὡς ἔχουσαν ἐν ἑαυτῇ πρώτως τὸ αἴτιον τοῦ ὁρατὴν εἶναι,2 καὶ οὐχ ὥσπερ τὸ σῶμα ὁρατὸν δι’ αὑτήν, καὶ ὑποκείμενον τοῦ καθ’ αὑτὸ ὁρατοῦ χρηματίζουσαν. χρῶμα δὲ τοῦτο, οὗ καὶ αἱ ὄψεις ἀντιλαμβάνονται, τὸ ἐν ἐπιφανείᾳ καὶ ἐξεπιπολῆς, οὐ τὸ ἐν βάθει. εἰ γὰρ καὶ δοκοῦμεν τοὺς διαφανεῖς τῶν λίθων δι’ ὅλου τοῦ βάθους κεχρωσμένους ὁρᾶν, ἀλλὰ τῆς ὄψεως ἡ ἀπάτη· τῷ μὲν γὰρ διαφανεῖς εἶναι βαίνουσι διὰ τοῦ βάθους αἱ ὄψεις ἢ αἱ τῶν χρωμάτων ἐνέργειαι. σημεῖον δὲ ὡς εἰ ὕελος ἢ λίθος τῶν τοιούτων μιᾷ ἐπιφανείᾳ χρωσθείη, δόξειε δ’ ἂν ἡμῖν τὸ ὅλον σῶμα κεχρῶσθαι διὰ βάθους. καθ’ αὑτὴν μὲν ὁρατὴ διὰ ταῦτα ἡ ἐπιφάνεια, τὸ δὲ ἐν αὐτῇ καὶ πρὸ αὐτῆς ὁρατὸν χρῶμα. ἄμφω δὲ πέρατα, τὸ μὲν τοῦ ὡρισμένου σώματος, τὸ δὲ τοῦ διαφανοῦς· ἔστι γὰρ χρῶμα τὸ τοῦ διαφανοῦς ἐν σώματι ὡρισμένῳ πέρας· ὥστε τῷ μὲν ὑποκειμένῳ ταὐτὸν χρῶμα καὶ ἐπιφάνεια, τῷ λόγῳ δὲ διάφορον.3 πᾶν δὲ χρῶμα κινητικὸν εἴτ’ οὖν τελειωτικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς. τότε δὲ τὸ διαφανὲς κατ’ ἐνέργειαν, ὅταν πεφωτισμένον ᾖ, δυνάμει δὲ ὅταν ἀφώτιστον. διόπερ οὐχ ὁρατόν τι ἄνευ φωτός, ἀλλὰ πᾶν τὸ ἑκάστου χρῶμα ἐν φωτὶ ὁρᾶται. διὸ περὶ φωτὸς λεκτέον καὶ πρὸ τούτου περὶ τοῦ διαφανοῦς καὶ τοῦ χρώματος. διαφανὲς οὖν λέγομεν, ὅπερ ὁρατὸν μέν ἐστιν, οὐ καθ’ αὑτὸ δὲ ὁρατὸν ὡς ἁπλῶς εἰπεῖν, ἀλλὰ δι’ ἀλλότριον χρῶμα τὸ φῶς. τοιοῦτον δέ ἐστιν ἀὴρ καὶ ὕδωρ καὶ πολλὰ τῶν στερεῶν, οἷον λίθοι, ὕελοι, κέρατα καὶ τὰ ὅμοια· οὐ γὰρ ᾗ ὕδωρ οὐδ’ ᾗ ἀὴρ οὐδ’ ᾗ ἕκαστον τῶν τοιούτων, διαφανῆ, ἀλλ’ ὅτι ἐστί τις φύσις οὐκ ἰδίως ἀφωρισμένη καὶ καθ’ αὑτὴν ἑστηκυῖα, ἀλλ’ ἐν ἑτέροις ἐγγινομένη. ἔν τε γὰρ τοῖς ἁπλοῖς τούτοις σώμασι τῶν στοιχείων, ἀέρι καὶ ὕδατι, ἃ καὶ ἀόριστα λέγεται, καὶ ἐν τοῖς συνθέτοις καὶ ὡρισμένοις, καὶ ἐν τῷ ἀϊδίῳ δὲ τῷ ἄνω σώματι ἡ τοῦ διαφανοῦς φύσις ἐφήπλωται. αἵ τε γὰρ σφαῖραι διαφανεῖς καὶ τὸ μεταξὺ ἅπαν (πῶς γὰρ ἂν αἱ ὄψεις εἰς τὸν οὐρανὸν ἱκνοῦντο;) τὰ δὲ ἄστρα οὔ. οὐ μέντοι ἐπ’ ἴσης ἑαυτὴν τοῖς δεξομένοις ἡ διαφάνεια κατενείματο, ἀλλὰ μᾶλλον μὲν τοῖς ἁπλοῖς, ἧττον δὲ τοῖς ἄλλοις· καὶ τούτοις αὖ ἀνίσως· λίθοι γὰρ λίθων διαφανέστεροι, ἔτι δὲ ὕελος. ὥσπερ οὖν τῶν σωμάτων ἀνάγκη τι εἶναι ἔσχατον, οὕτω καὶ ταύτης, καὶ τοῦτο δὴ τὸ χρῶμα. ἣν γὰρ ἔξω φύσιν ἐν τοῖς ἀορίστοις χρωματιζομένην ὁρῶμεν, ταύτην καὶ ἐντὸς ἐν τοῖς ὡρισμένοις ὑπολαμβάνειν δεῖ.4 φαίνεται δὲ καὶ ἀὴρ καὶ θάλασσα χρωματιζόμενα· καὶ γὰρ ἡ αὐγὴ τοιοῦτον. ἀλλ’ ἐκεῖ μὲν διὰ τὸ ἐν ἀορίστῳ οὐ τὴν αὐτὴν ἐγγύθεν καὶ προσιοῦσι καὶ πόρρωθεν ἔχει χρόαν οὔθ’ ὁ ἀὴρ οὔθ’ ἡ θάλασσα· ἐν δὲ τοῖς σώμασιν ἐὰν μὴ τὸ περιέχον ποιῇ μεταβάλλειν, ὥρισται καὶ ἡ φαντασία τῆς χρόας. δῆλον ἄρα ὅτι τὸ αὐτὸ κἀκεῖ κἀνθάδε δεκτικὸν τῆς χρόας. τὸ ἄρα διαφανὲς καθ’ ὅσον ἐνυπάρχει τοῖς σώμασιν, χρώματος ποιεῖ μετέχειν· ὑπάρχει δὲ μᾶλλον καὶ ἧττον, καὶ τὰ χρώματα κατὰ λόγον λαμπρότερα ἢ ζοφωδέστερα. ἐπεὶ δ’ ἐν πέρατι ἡ χρόα, τούτου ἂν ἐν πέρατι εἴη. πᾶν μὲν〈οὖν〉 χρῶμα ἐν ἐπιφανείᾳ γε καὶ σὺν ἐπιφανείᾳ, οὐ μὴν πᾶσα ἐπιφάνεια σὺν χρώματι, ὅτι μηδὲ πᾶν σῶμα διαφανὲς ὡρισμένον. τὸ μὲν γὰρ ἀόριστον διαφανὲς ὥσπερ οὐδ’ ἐπιφάνειαν οἰκείαν τε καὶ ὡρισμένην ἔχει (ὁρίζεται γὰρ τοῖς περιέχουσι καὶ συσχηματίζεται), οὕτως οὐδ’ οἰκεῖον ἔχει χρῶμα, ἀλλ’ ἔστι τῶν ἀλλοτρίων χρωμάτων διάκονόν τε καὶ δεκτικὸν ὥσπερ καὶ σχημάτων, οἷος ὁ ἀὴρ καὶ τὸ ὕδωρ.
可见之物正是视觉所把握的这者;但它是双重的:一方面是颜色,另一方面则是可以用言述表达却适逢无名之物,例如像萤火虫、菌类、角之类的发火之物;当我们进一步探讨时,我们所说的话将尤为明晰。但眼下,严格意义上的可见之物是颜色。而这是生成于就自身而言可见之物(我指的是表面)之上的东西。在“就自身而言”有多重含义的情况下(因为定义中所包含的成分就自身而言属于底层主体,如理性动物属于人;而那些在其定义中底层主体被连带摄入的事物,则属于它们所内在的主体,正如奇与偶就自身而言属于数,因为数在这两者的言述中都被连带摄入;塌鼻也属于鼻,因为在塌鼻的言述中必然连带摄入了鼻),因此我们并非依照这两种方式中的任何一种说表面是就自身而言可见的,而是把它当作其自身首先包含作为可见之物的原因者,且不像物体那样通过表面才是可见的,并且把它当作就自身而言可见之物的底层主体。而颜色乃是这一视觉亦加以把握的东西,即处于表面上和表层上的东西,而非处于深度之中的东西。因为即使我们看似看到透明的石块在其整个深度上都被着色,但那是视觉的受欺瞒;因为由于它们是透明的,视线或颜色的现实活动穿过了其深度。证明即在于:如果玻璃或这类石块中的一种仅在一个表面上被着色,我们也会觉得整个物体在深度上都被着色了。由于这些缘故,表面就自身而言是可见的,而位于其上且在其前面的可见之物则是颜色。两者都是界限:一者是限定物体的界限,另一者则是透明者的界限;因为颜色乃是处于限定物体之中的透明者的界限;因此在底层主体上颜色与表面是同一的,但在言述上则是不同的。凡颜色都是现实态下的透明者的推动者,抑或是成全者。当透明者被照亮时它处于现实态,当未被照亮时则处于潜能态。因此没有光就没有任何可见之物,相反,每种事物的每种颜色都是在光中被看到的。所以必须论述光,且在此之前必须论述透明者与颜色。因此我们所说的透明者,乃是虽为可见之物,但简要而言并非就自身而言可见,而是通过属于外来的颜色的光才是可见的东西。空气、水以及许多固体,如石块、玻璃、角及类似之物即是如此;因为它们并非作为水,亦非作为空气,亦非作为此类事物中的每一种而是透明的,而是因为存在着某种并非特异限定且就自身自立、而是在其他事物中生成的本性。因为在这些元素的简单物体(即空气和水,它们亦被称为不定者)之中,在复合且受限定的物体之中,以及在上方的永恒物体之中,透明者的本性都蔓延其间。诸天球与中间的整个区域都是透明的(否则视线又如何能抵达天空?),而群星则不然。然而,透明性并未将自身均等地分配给将接纳它的事物,而是更多地分配给简单物体,较少地分配给其他物体;对这些物体而言分配又是不均等的;因为有些石块比另一些石块更透明,玻璃则更为透明。正如物体必然有某种极界一样,这种本性亦然,而这正是颜色。因为我们在外部见其在不定者中被着色的那种本性,必须设想它在受限定的物体内部亦同样存在。空气与大海都显现为被着色;因为阳光亦是如此。但在那里,由于处于不定者之中,无论是空气还是大海,从近处、对走近者以及从远处都不具有同一色调;而在诸物体之中,除非周围的环境使其发生变化,否则色调的表象亦是确定的。由此显然,在那里和在这里接纳色调的都是同一者。因此,透明者只要内在存在于物体之中,就使它们分有颜色;而它的存在有多有少,诸颜色依比例亦或更加明亮或更为阴暗。既然色调处于界限之中,它就应当处于这[透明者]的界限之中。因此,凡颜色至少在表面之上且与表面同在,但并非每个表面都伴随有颜色,因为并非每个物体都是受限定的透明体。因为不定的透明者,正如它既无特有的亦无限定的表面一样(因为它被周围之物所限定并一同成形),同样它亦无特有的颜色,而是如同对待形状一样,充任外来颜色的仆役与接受者,正如空气与水那样。
- 3.2.7πολλαχῶς δὲ τοῦ καθ’ αὑτὸ λεγομένου
此句以独立属格引入,随后插入了对“就自身而言”两种含义的括号式说明,并在其后通过“οὐ καθ’ ἕτερον οὖν τῶν τρόπων ... λέγομεν”与主句相承接,构成长距离的倒置隔开结构。
- 3.2.7οὐ καθ’ ἕτερον οὖν τῶν τρόπων καθ’ αὑτὸ ὁρατὸν τὴν ἐπιφάνειαν λέγομεν, ἀλλ’ ὡς ἔχουσαν ἐν ἑαυτῇ πρώτως τὸ αἴτιον τοῦ ὁρατὴν εἶναι
在对比结构“οὐ... ἀλλ’...”中,前半部分的介词短语“καθ’ ἕτερον τῶν τρόπων”与后半部分表示理由或样态的分词短语“ὡς ἔχουσαν...”相对应。“ὡς ἔχουσαν...”充当“λέγομεν”的宾语“τὴν ἐπιφάνειαν”的述语性修饰,说明表面是在何种意义上被称为就自身而言可见的。
- 3.2.7ὥστε τῷ μὲν ὑποκειμένῳ ταὐτὸν χρῶμα καὶ ἐπιφάνεια, τῷ λόγῳ δὲ διάφορον
“τῷ μὲν ὑποκειμένῳ”与“τῷ λόγῳ”为表视点(限定)的与格。中性单数形容词表语“ταὐτόν”和“διάφορον”与复合主语“χρῶμα καὶ ἐπιφάνεια”搭配(省略了“ἐστί”),表示概念上的谓述。
- 3.2.7ἣν γὰρ ἔξω φύσιν ἐν τοῖς ἀορίστοις χρωματιζομένην ὁρῶμεν, ταύτην καὶ ἐντὸς ἐν τοῖς ὡρισμένοις ὑπολαμβάνειν δεῖ
关系从句先于指示代词的相关结构。先行词“φύσιν”被并入关系从句内部(“ἣν ... φύσιν”),主句则通过指示代词“ταύτην”承接该对象,作为“ὑπολαμβάνειν δεῖ”的宾语。
