- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:71.19-72.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者阐述了特有感觉对象与共通、偶性对象在致误性、对感官的作用、命名与对立配对方面的差异,解答了动物辨识主人的疑难,并进而转向以视觉为首的各别感觉的研究。
δεύτερον δὲ ὅτι περὶ μὲν τὰ ἴδια αἰσθητά, κατὰ φύσιν ἐχουσῶν τῶν αἰσθήσεων καὶ ἐξ ὧν πεφύκασι τόπων ἀντιλαμβάνεσθαι1 προσβαλουσῶν τοῖς αἰσθητοῖς, οὐκ ἀπάτη γίνεται περὶ αὐτά, περὶ δὲ τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ καὶ τὰ κοινὰ πολλὴ ἡ ἀπάτη· λευκὸν γὰρ ὁρῶντες ἀμφιβάλλομεν, εἰ λίθος ἢ ἵππος, καὶ φωνῆς ἀκούοντες τίνος καὶ ὅθεν πλανώμεθα, καὶ τῶν σχημάτων κατὰ ποιάν τινα σχέσιν τῶν ἀποστάσεων τὰ μὲν πολύγωνα περιφερῆ, εὐθύγραμμα δὲ τὰ στρογγύλα, τά τε κινούμενα ἑστῶτα καὶ τὰ ἑστῶτα πολλάκις κινούμενα φαίνεται. πλείστη δὲ κἀν τοῖς μεγέθεσι κατὰ τὸ πόρρω καὶ ἔγγιον ἡ διαφορά, πρόδηλος δὲ καὶ ἡ περὶ τὸν ἀριθμὸν ἀπάτη. ἴσως δ’ ἄν τις καὶ κατὰ μικρὸν ἀπάτη προϊοῦσι2 κἀν τοῖς ἰδίοις θεωρηθήσεται. ἔτι τοῖς μὲν καθ’ αὑτὸ αἰσθητοῖς ἐπιπάσχουσιν αἱ αἰσθήσεις, ἐν δὲ τοῖς κατὰ συμβεβηκὸς οὔ. καὶ ὅτι τὰ μὲν ἴδια αἰσθητὰ δρῶσι περὶ τὰς ἰδίας αἰσθήσεις πρόδηλον· ὅτι δὲ καὶ τὰ κοινά, φανερὸν ἐντεῦθεν· τό τε γὰρ ὀξυγώνιον ἄλλως δρᾷ τὴν ὄψιν (ἀνιᾷ γάρ), ἥδει δὲ τὸ ἀμβλυγώνιον, καὶ μᾶλλον τὸ λεῖον ἢ τὸ ἀγώνιον· προφανῆ δὲ καὶ τὰ περὶ τῆς ἁφῆς, ὡς διαφόρως περὶ τὰ διάφορα τῶν σωμάτων διατίθεται σχήματα.3 καὶ ὄψις δὲ καὶ ἀκοὴ ἄλλως ἑστῶτος αἴσθονται ἢ κινουμένου, εἰ καὶ τὰς διαφορὰς ἑρμηνεῦσαι ἀδυνατοῦμεν. ἔτι τὸ μέγεθος δόξει δρᾶν τι καὶ εἰς τὴν ὄψιν καὶ εἰς τὴν ἁφήν· ὑπὸ γὰρ τοῦ μείζονος χρώματος ἢ μείζονος θερμοῦ μᾶλλον συγκρίνεται ἢ διακρίνεται τὰ αἰσθητήρια, ἡ ἁφὴ καὶ ὄψις. ἀθρόαι γὰρ οὖσαι αἱ δυνάμεις ῥώννυνται μᾶλλον καὶ ἑαυτῶν δυναμικώτεραι γίνονται, ὡς ἐπὶ τῶν βαρῶν ἔστιν ἰδεῖν· συνιόντα γὰρ τὰ βάρη βαρύτερα γίνεται ἢ ὅταν ᾖ διακεκριμένα. καὶ πρὸς τούτοις τὰ μὲν τῇ ὄψει καὶ ἀκοῇ καὶ γεύσει ὑποκείμενα παρὰ τῆς συνηθείας ὠνόμασται (τὰ μὲν γὰρ χρώματα ἐκαλέσαμεν, τὰ δὲ ψόφους, τὰ δὲ χυμούς), τὰ δὲ τῇ ἁφῇ καὶ ὀσφρήσει ἀνώνυμα· ἁπτὰ γὰρ λέγομεν καὶ ὀσφραντὰ παρονομάζοντες, εἰ μή τις τὴν ὀσμὴν καὶ ἐπὶ τῆς ὀσφρήσεως θεῖτο. καὶ ἑκάστη μὲν τῶν ἄλλων αἰσθήσεων περὶ μίαν ἔχει ἀντίθεσιν, οἷον ὄψις περὶ λευκὸν καὶ μέλαν (τὰ γὰρ ἄλλα μεταξύ), γεῦσις δὲ περὶ γλυκὺ καὶ πικρόν, καὶ ἀκοὴ περὶ βαρὺ καὶ ὀξύ, καὶ περὶ τὸ εὐῶδες καὶ δυσῶδες ἡ ὄσφρησις. ἡ μέντοι γε ἁφὴ περὶ πλείους ἔχει τὰς ἀντιθέσεις μὴ δυναμένας ὑπὸ μίαν κοινήν τινα συναχθῆναι· θερμῶν γὰρ καὶ ψυχρῶν καὶ ὑγρῶν καὶ ξηρῶν καὶ λείων καὶ τραχέων καὶ βαρέων καὶ κούφων καὶ τοιούτων ἄλλων ἀντιλαμβάνεται, ἃ οὐχ ὑπ’ ἄλληλά εἰσιν οὐδὲ πρὸς μίαν κοινήν τινα περικλείονται. ἀπορήσειεν ἄν τις, εἰ αἱ οὐσίαι τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν, ὡς ἄνωθεν εἴρηται (συλλογισμῷ γὰρ ληπταὶ δι’ αἰσθήσεως, τοῦτο δὲ λόγος), πῶς ἔγνω4 κύων καὶ βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. ἢ οὐχ ὡς οὐσιῶν αἴσθονται (οὐδὲν γὰρ ζῶον τῶν ἀλόγων αἴσθησιν ἔχει οὐσίας), ἀλλ’ ὡς τοιῶνδε σχημάτων ἢ χρωμάτων ἡδέων ἢ λυπηρῶν προσγεγονότων συνήθων τῇ αἰσθήσει αὐτῶν. Τούτων οὕτω συμπεπερασμένων βαδιούμεθα ἤδη πρὸς τὸν περὶ ἑκάστης αἰσθήσεως λόγον, ὡς ἱκανῶς τὰ πρὸς τοῦτο προευκρινήσαντες. εἰ δ’ ὥσπερ τιμιωτέραν τῶν ἄλλων καὶ πολυτελεστέραν καὶ τῇ τάξει κἀνταῦθα πρώτην τὴν ὅρασιν τάξαιμεν, οὐ καινοτομοῦμεν. ἐπεὶ οὖν διττὰ τὰ καθ’ αὑτὰ αἰσθητά, τὰ ἴδια κυρίως εἰσὶν αἰσθητὰ καὶ πρὸς ἃ ἡ οὐσία πέφυκεν ἑκάστης αἰσθήσεως.
第二,当诸感觉处于自然状态,并从其本性适宜把握的距离作用于感觉对象时,关于特有的感觉对象并不会发生受欺瞒的情况,而关于偶性的和共通的感觉对象则受欺瞒极多。因为看到白色的东西,我们会怀疑那是石头还是马;听到声音,我们会迷惘于那是谁的以及来自何处;在形状方面,依照距离的某种关系,多边形显得呈圆形,而圆形则显得呈直线状,运动之物显得静止,而静止之物则往往显得运动。依远近而言,体积上的差异也是最大的,关于数目的受欺瞒也是显而易见的;或许对逐步深入探究的人来说,在特有对象中也会观察到某种受欺瞒。此外,诸感觉承受来自就自身而言的感觉对象的影响,但在偶性的感觉对象上则不然。而且,特有感觉对象作用于特有感觉是显而易见的;至于共通对象亦然,从下述情况即可明了:锐角形状以不同的方式作用于视觉(因为它带来痛苦),而钝角形状则带来愉悦,平滑者或无角者则更使之愉悦。关于触觉的事实也是明显的,正如它对物体不同的形状产生不同的适应状态。视觉和听觉对静止之物和运动之物的感知也是不同的,尽管我们无法解释这些差别。此外,体积看来也会对视觉和触觉产生某种作用;因为由于更大的颜色或更大的热,感官——即触觉和视觉——会更多地被凝集或发散。因为各种能力聚集在一起时会更加增强,变得比自身更加有力,正如在重量上所能见到的那样;因为聚合在一起的重量比分散时变得更重。除这些之外,视觉、听觉和味觉的底层对象因习惯而被赋予了名称(因为我们把某些称为颜色,某些称为声音,某些称为滋味),而触觉和嗅觉的底层对象则是无名的;因为我们是通过同源派生词称其为可触知者和可嗅知者,除非有人在嗅觉上也把气味确立为[底层对象]。而且其余诸感觉中的每一种都关涉单一的对立,例如视觉关涉黑与白(因为其余皆为居间者),味觉关涉甜与苦,听觉关涉低沉与高亢,嗅觉关涉芬芳与恶臭。然而,触觉关涉较多的对立,这些对立无法被统摄于某个单一的共通者之下;因为它把握热与冷、湿与干、滑与粗、重与轻以及其他诸如此类的性质,这些既不互相从属,也不被包揽在某种单一的共通性质之下。有人可能会提出疑难:如果实体正如前文所说属于偶性的感觉对象(因为它们是通过感觉由推论把握的,而这就是理性把握),那么狗和牛如何认出其主人,驴又如何认出其主人的马槽?难道不是因为它们并非将它们作为实体来感知(因为没有一种无理性的动物具有对实体的感觉),而是感知为对其感觉已变得熟悉的、令人愉悦或痛苦的诸如此类的形状或颜色吗?这些事情既然如此推得结论,我们已经事先充分澄清了相关事宜,现在就将走向关于各别感觉的论述。即使我们把视觉视为比其他感觉更尊贵、更高级而在次序上也在此处排列在第一位,我们也没有独辟新说。因此,既然就自身而言的感觉对象是双重的,特有对象才是严格意义上的感觉对象,并且是每种感觉的实体依本性所朝向的对象。
- 3.2.6ἐξ ὧν πεφύκασι τόπων ἀντιλαμβάνεσθαι
介词短语 ἐξ ὧν... τόπων 构成了先行词 τόπων 被吸引进关系从句的倒装结构(相当于 ἐκ τῶν τόπων ἐξ ὧν πεφύκασιν...),表示空间距离或适宜感知的物理位置,修饰分词 προσβαλουσῶν。
- 3.2.6προϊοῦσι
与格分词 προϊοῦσι 用作判断者与格(dativus iudicantis)或关涉与格,按上下文解为“对于(逐步深入探讨的)人们而言”。
- 3.2.6ὡς διαφόρως περὶ τὰ διάφορα τῶν σωμάτων διατίθεται σχήματα
连词 ὡς 引导一个解释性从句,接续前文的 προφανῆ,说明触觉(διατίθεται 的主语为触觉)如何因物体形状的差异而处于不同的状态。
- 3.2.6ἀπορήσειεν ἄν τις, εἰ αἱ οὐσίαι τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν... πῶς ἔγνω
带有潜在希求语气的疑问主句动词 ἀπορήσειεν ἄν 统辖由 εἰ 引出的条件从句(属格 τῶν... αἰσθητῶν 作表语性属格),其后由疑问词 πῶς 引导的从句构成所提出的疑难的具体内容。
