- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:70.19-71.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者对感觉对象进行了分类(就自身而言的与偶性的,特有感觉对象与共通感觉对象),并阐述了实体及其他感觉的特有对象作为偶性感觉对象的特征与实例。
Τούτων οὕτω διωρισμένων καιρὸς καὶ τὸν καθ’ ἑκάστην αἴσθησιν προχειρίσασθαι λόγον. λεκτέον δὲ περὶ τῶν αἰσθητῶν πρῶτον, εἶτα περὶ τῆς δυνάμεως· σαφέστερον γὰρ τῆς ἐνεργείας καὶ τῆς δυνάμεως κατὰ τὴν διδασκαλίαν τὸ εἰς ὃ ἡ ἐνέργεια.1 τῶν οὖν αἰσθητῶν τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός. τῶν δ’ αὖ καθ’ αὑτὸ τὸ μὲν ἴδιόν ἐστιν ἑκάστης αἰσθήσεως καὶ ταῖς ἑτέραις ἀμέθεκτον, τὸ δὲ κοινὸν πασῶν ἢ ταῖς πλείοσι. λέγω δὲ ἴδιον μὲν ὃ μὴ ἐνδέχεται * * ἀπατηθῆναι, οἷον ὄψις χρώματος καὶ ἀκοὴ ψόφου καὶ γεῦσις χυμοῦ καὶ ἀτμῶν ὄσφρησις· πλείους δὲ καὶ τῆς ἁφῆς αἱ διαφοραί, οἷον θερμότης ὑγρότης καὶ αἱ ἐναντίαι, βάρος ἀντιτυπία καὶ τἄλλα. κρίνει γοῦν ἑκάστη αἴσθησις ἀσφαλῶς περὶ τούτων τὸ ἑαυτῆς οἰκεῖον καὶ οὐκ ἀπατᾶται· οὐ γάρ ποτε ὅτι χρῶμα τόδε ἡ ὄψις ἀπατηθήσεται, ἢ ψόφος ἡ ἀκοή, ἀλλὰ τίς ἡ οὐσία τοῦ κεχρωσμένου καὶ ποῦ· τὸ γὰρ χολοβαφὲς χρυσὸν οἰηθείη ἄν ποτε, καὶ εἰ † ὀστρειόλεπα ἐν τῷ δεξιῷ ἠχήσειε τοῦ οἰκήματος ὑπολάβοι ἐν τῷ ἀριστερῷ ἠχῆσαι χρυσίνους. τὰ μὲν οὖν τοιαῦτα λέγεται ἴδια ἑκάστης· κοινὰ δὲ ἢ ἐν πλείοσι κίνησις, ἠρεμία, ἀριθμός, σχῆμα, μέγεθος. τὰ γὰρ τοιαῦτα οὐδεμιᾶς ἐστιν ἴδια, ἀλλὰ κοινά, τινὰ μὲν πάσαις, ὡς ἀριθμὸς καὶ κίνησις καὶ στάσις, πλὴν γεύσεως, μέγεθος δὲ καὶ σχῆμα ταῖς τρισίν, ἀκοῇ ὄψει καὶ ἁφῇ. ἀλλὰ τὰ μὲν καθ’ αὑτὸ αἰσθητὰ οὕτω· διττὸν δὲ καὶ τὸ κατὰ συμβεβηκὸς αἰσθητόν, αἵ τε οὐσίαι (οὐ γὰρ αἰσθητή τινος οὐσία, ἀλλὰ λογισμῷ ληπτή, οἷον τοῦ λίθου· τούτου γὰρ οὐ τὸ σχῆμα, οὐ τὸ χρῶμα οὔτε ὁ ὄγκος ἢ τὸ βάρος καὶ ἡ ἀντιτυπία καὶ ὅσων ἄλλων ἐν αὐτῷ ἡ αἴσθησις ἅπτεται, οὐσία αὐτῷ, ἀλλὰ τῇ οὐσίᾳ ἐπισυμβάντα, καὶ εἰ τόδε τὸ λευκὸν εἴη Διάρους υἱός, κατὰ συμβεβηκὸς γνωρίζομεν τῇ ὁράσει τὸν ἄνθρωπον, ὅτι τῷ λευκῷ συμβέβηκε τοῦτο, οὗ αἰσθάνεται. ἡ μὲν γὰρ ὄψις καθ’ αὑτὸ καὶ προηγουμένως τοῦ χρώματος ἀντελάβετο, ἡ δὲ ψυχὴ τὴν οὐσίαν συνέγνωκε· διὸ καὶ οὐδὲν πάσχει ᾗ τοιοῦτον ὑπὸ τοῦ αἰσθητοῦ τοῦ κατὰ συμβεβηκὸς ἡ ὅρασις)· αἵ τε οὖν οὐσίαι, ὥς γε εἴρηται, κατὰ συμβεβηκὸς αἰσθηταὶ καὶ τὰ παρ’ ἑκάστην ἴδια ταῖς λοιπαῖς.2 ἑωρακότες γάρ τι ξανθὸν οἷον στύρακα λέγομεν ἑωρακέναι τι εὐῶδες, καὶ πάλιν ὀσφρανθεὶς λέγω ὅτι ξανθοῦ ὠσφράνθην, καὶ ἠχήσαντος ἀργύρου φημὶ λευκοῦ ἀκηκοέναι. ἔτι διαφέρει τὰ ἴδια αἰσθητὰ τῶν τε κατὰ συμβεβηκὸς καὶ τῶν καθ’ αὑτὸ κοινῶν δὲ3 πρῶτον μὲν ὡς τούτων μὲν ἕκαστον μιᾷ τινι ἑκάστῃ τῶν αἰσθήσεων ἀφορίζεται, τὰ δὲ πλείοσι. καὶ περὶ μὲν τῶν κοινῶν πρόδηλον· τὸν γὰρ ἀριθμὸν εἴτ’ οὖν τοὺς δέκα ἀστραγάλους καὶ ἡ ὄψις αἴσθοιτ’ ἂν καὶ ἡ ἁφὴ καὶ αἱ ἕτεραι, καὶ ἐπὶ τῶν ἄλλων οὕτως. φανερὸν δὲ καὶ περὶ τῶν κατὰ συμβεβηκός· ἀπὸ διαφόρων γὰρ αἰσθήσεων τῆς αὐτῆς οὐσίας αἰσθοίμεθ’ ἄν. καὶ γὰρ καὶ ἰδόντες ἔγνωμεν τὸν Σωκράτην καὶ ἀκούσαντες καὶ ἁψάμενοι, τό τε μέλι καὶ γευσάμενοι ἔγνωμεν καὶ ἰδόντες καὶ ὀσφρανθέντες ἢ καὶ ἁψάμενοι.
这些事情既然如此规定,也就到了着手讨论各别感觉的时候了。但必须先谈论感觉对象,然后再谈论感觉能力;因为在教学的顺序上,现实活动所指向的对象比现实活动和能力更为显明。因此,在感觉对象中,有些是就自身而言的,有些则是偶性的。而在就自身而言的对象中,一种是各别感觉所特有的且不为其余感觉所分有,另一种则是为所有感觉或多数感觉所共通的。我所谓特有的对象,是指就其而言不可能受欺瞒者,如视觉之于颜色、听觉之于声音、味觉之于滋味、嗅觉之于气分;而触觉的诸种差别则更为繁多,例如热、湿及其相反者,重度、阻抗等等。总之,每种感觉对这些本己的对象都能做出可靠的判别而不会受欺瞒;因为视觉绝不会误判这是颜色,听觉也绝不会误判这是声音,但对于赋色之物的实体是什么以及在何处,却会受欺瞒;因为人有时可能会把被胆汁染黄的东西当作黄金,而且如果贝壳在房屋的右侧发出声响,可能会误以为金币在左侧发出了声响。因此,诸如此类的被称为各感觉所特有的;而共通的、或存在于多数感觉中的则是运动、静止、数目、形状、体积。因为诸如此类的并非任何单个感觉所特有,而是共通的:有些属于除味觉外的所有感觉,如数目、运动与静止;而体积与形状则属于三种感觉,即听觉、视觉与触觉。就自身而言的感觉对象便是如此;偶性的感觉对象也是双重的,其一是诸实体(因为任何事物的实体都不是可被感觉的,而是由推论所把握的,例如石头的实体;因为石头的形状、颜色、体积、重量、阻抗以及感觉在其上所触及的一切其余性质,对它而言都不是其实体,而是附属于实体的偶性;即便这个白色的东西是迪阿瑞斯之子,我们通过视觉也是偶性地认识这个人,因为这一属性恰好附属于视觉所感知到的白色事物;因为视觉是就自身而言且首要地把握了颜色,而灵魂则兼同认识了其实体;因此,就偶性的感觉对象是如此而言,视觉也并未受其任何致动);因此,正如所说,诸实体是偶性的感觉对象,而且各感觉的特有对象对其余感觉而言也是偶性的感觉对象。因为在看到了某种黄色的东西(如苏合香)之后,我们说看到了某种芳香之物,反之,在闻到了气味之后,我说我闻到了黄色的东西,而在银器发出声响时,我说听到了白色的东西。此外,特有的感觉对象既有别于偶性的感觉对象,也有别于就自身而言共通的感觉对象,首先在于这些特有对象中的每一个都被限定于各个单一的感觉,而其他对象则属于多数感觉。关于共通对象这一点是显而易见的;因为对于数目(即十枚距骨),不仅视觉能感知到,触觉和其他感觉也能感知到,其余共通对象亦然。关于偶性对象这一点也是显而易见的;因为我们可以从不同的感觉中感知同一个实体。事实上,我们既因看见而认出了苏格拉底,也因听见和触及而认出了他;对于蜂蜜,我们既因品尝而认识了它,也因看见、闻到甚至触及而认识了它。
- 3.2.6σαφέστερον γὰρ τῆς ἐνεργείας καὶ τῆς δυνάμεως κατὰ τὴν διδασκαλίαν τὸ εἰς ὃ ἡ ἐνέργεια
主语是带有关系从句的名词化中性短语 τὸ εἰς ὃ ἡ ἐνέργεια(现实活动所指向的对象,即感觉对象),σαφέστερον 为表语形容词,τῆς ἐνεργείας καὶ τῆς δυνάμεως 为比较属格。该句说明了在教学顺序(κατὰ τὴν διδασκαλίαν)中,对象先于能力和现实活动被讨论的原因。
- 3.2.6αἵ τε οὖν οὐσίαι, ὥς γε εἴρηται, κατὰ συμβεβηκὸς αἰσθηταὶ καὶ τὰ παρ’ ἑκάστην ἴδια ταῖς λοιπαῖς
该句紧承前文括号中关于实体为何是偶性感觉对象的解释进行总结。与 αἵ τε οὖν οὐσίαι ... αἰσθηταί 相对,后半句 καὶ τὰ παρ’ ἑκάστην ἴδια 承前省略了谓语[κατὰ συμβεβηκὸς αἰσθητά ἐστι],支配与格 ταῖς λοιπαῖς[αἰσθήσεσιν]。整句概括了偶性感觉对象的两重内涵:(1)诸实体,(2)某一感觉的特有对象对其他感觉而言构成偶性感觉对象。
- 3.2.6διαφέρει τὰ ἴδια αἰσθητὰ τῶν τε κατὰ συμβεβηκὸς καὶ τῶν καθ’ αὑτὸ κοινῶν δὲ
动词 διαφέρει 支配表示分离或比较的属格。此处 τῶν τε κατὰ συμβεβηκὸς 与 τῶν καθ’ αὑτὸ κοινῶν 由 τε...καί 联合,且附有 δὲ,以突出对比关系(“既有别于偶性的对象,又有别于就自身而言共通的对象”)。
