← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§69.1-70.18

感觉能力的发展阶段及其与知解的区别

在总结了关于一般感觉的探讨之后,索福尼亚斯考察了感觉能力的发展过程(从第一种潜能到状态,再到现实活动),并对比了感觉与知解及普遍科学的差异(感觉需要外部个别事物的现前),兼及希腊人关于理性灵魂的学说,最终得出感觉通过受动而与感觉对象相似的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.5#5

Ἐπεὶ οὖν περὶ αἰσθήσεως ἁπλῶς ζητοῦντες τὰ πρὸς τοῦτο συμπαρελάβομεν, πῶς τε τὸ ποιεῖν καὶ πάσχειν λέγεται καὶ ποσαχῶς τὸ δυνάμει καὶ ἐνεργείᾳ, καὶ ἔτι πρὸ τούτων τινὰ τῶν φερομένων περὶ αἰσθήσεως διητήσαμεν καὶ κοινόν τινα λόγον ἐκ τούτων αἰσθητοῦ καὶ αἰσθήσεως συνηγάγομεν, ἤδη πάλιν ἐχόμεθα τῶν ἑξῆς καὶ περὶ τῶν κατ’ εἴδη αἰσθητῶν καὶ αἰσθήσεων τὸν λόγον ποιούμεθα. μικρὰ δ’ ἄττα πρότερον περὶ τὴν τῆς αἰσθήσεως γένεσιν καὶ ὅπως τὸ ζῷον αἰσθητικὸν τὴν ἀρχὴν ὑπῆρξε, διαλαβεῖν ἀναγκαῖον. ἐπεὶ οὖν τριττόν πως τὸ δυνατὸν ὥρισται πρότερον, τὸ μὲν κατὰ μόνην ἐπιτηδειότητα, τὸ δὲ κατὰ τελείαν ἕξιν, τὸ δὲ κατὰ τὴν ἐνέργειαν, καὶ τούτοις ἡ τῶν ἐν γενέσει καὶ φθορᾷ φύσις ἐξάγεται, ὅπως καὶ ἐπ’ αἰσθήσεως ταῦτα συμβαίνει, σκεπτέον. τοῦ μὲν οὖν αἰσθητικοῦ ἡ πρώτη μεταβολὴ γίνεται ὑπὸ τοῦ γεννῶντος· τὸ γὰρ σπέρμα καὶ τὰ καταμήνια καὶ ὅλως ἡ τοῦ ζῴου ὕλη ἔνδον ἐν τῷ γεννῶντι, αἰσθητικὸν οὕτω δυνάμει, ὡς κἂν τὸ ἀρτιγενὲς παιδίον γραμματικόν·1 ἄμφω γὰρ κατὰ τὸ πρῶτον καὶ ἀτελὲς δυνάμει λέγεται. ἄγεται δὲ τὸ μὲν ὑπὸ τοῦ διδασκάλου εἰς ἕξιν ἐπιστημονικήν, τὸ δὲ ὑπὸ τῆς ἐν τῇ μητρὶ φύσεως εἰς τὴν καθ’ ἕξιν αἴσθησιν. ὅταν γὰρ ἀποκυηθῇ, ἤδη τὴν ἕξιν ἔχει· ἡ γὰρ κύησις ἀλλοίωσίς τίς ἐστι καὶ μεταβολὴ τοῦ πεφυκότος αἰσθάνεσθαι ἐπὶ τὴν καθ’ ἕξιν αἴσθησιν, καὶ ἔστιν οὕτω τότε τὸ αἰσθάνεσθαι, ὥσπερ καὶ τὸ ἐπίστασθαι τῷ καθεύδοντι γεωμέτρῃ. ἀλλ’ ἡ μὲν ἐκ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν μεταβολὴ ἐν τῇ κυήσει ὑπὸ τῆς ἐν τῷ γεννῶντι φύσεως, ὥσπερ εἴρηται, γίνεται, ἡ δὲ ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν ὑπὸ τῶν αἰσθητῶν. διὸ ἅμα τῷ γεννηθῆναι, ἂν παρῇ τὸ αἰσθητόν, ἀντιλαμβάνεται τὸ τεχθέν· ὅθεν εὐθὺς κλαυθμυρίζεται εἰς ἀσυνήθη καὶ ψυχρὸν ἀέρα ἐμπίπτον, καὶ ἀνιώμενον οὐ μόνον τῇ ἁφῇ τῷ περιέχοντι, ἀλλὰ καὶ τῇ ὄψει ὑπὸ τοῦ φωτός. τοῦτο δ’ ἂν πάθοι καὶ ἐν ταῖς ἄλλαις αἰσθήσεσιν, εἴ γε πάρεισιν αὐτῷ καὶ τὰ τούτων αἰσθητά. ἔστιν οὖν τὸ καθ’ ἕξιν αἰσθάνεσθαι ὥσπερ τὸ ἁπλῶς ἐπίστασθαι· τὸ δὲ κατ’ ἐνέργειαν ὁμοίως λέγεται τῷ θεωρεῖν. διαφέρει δέ, ὅτι τοῦ μὲν τὰ ποιητικὰ τῆς ἐνεργείας ἔξωθεν, τὸ ὁρατὸν τὸ ἀκουστόν, ὁμοίως δὲ καὶ τὰ λοιπὰ τῶν αἰσθητῶν. αἴτιον δὲ ὅτι τῶν καθ’ ἕκαστον ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἡ δ’ ἐπιστήμη τῶν καθόλου· ταῦτα δὲ ἐν αὐτῇ πως ἔσται τῇ ψυχῇ. διανοηθῆναι μὲν γὰρ ἐπ’ αὐτῷ, ὅταν βούληται, αἰσθάνεσθαι δὲ οὐκ ἐπ’ αὐτῷ· ἀναγκαῖον γὰρ παρεῖναι τὸ αἰσθητόν. ὁμοίως δὲ τοῦτ’ ἔχει κἀν ταῖς ἐπιστήμαις ταῖς τῶν αἰσθητῶν, καὶ διὰ τὴν αὐτὴν αἰτίαν, ὅτι τὰ αἰσθητὰ τῶν καθ’ ἕκαστα καὶ μερικὰ καὶ ἔξωθεν, ὥσπερ ὁ πολιτικὸς καὶ ὁ μηχανικὸς καὶ οἱ κατὰ μέρος τεχνῖται. τούτοις γὰρ ἡ μὲν καθόλου περὶ τὰς τέχνας θεωρία ἐπ’ αὐτοῖς, ἡ δὲ ἀπὸ τῶν τεχνῶν ἐπὶ τὰ καθ’ ἕκαστα οὐκ ἐπ’ αὐτοῖς· δεῖ γὰρ τῆς ὕλης καὶ τῶν ὀργάνων. ἀλλὰ περὶ μὲν τούτων διασαφῆσαι καιρὸς γένοιτ’ ἂν καὶ εἰσαῦθις· ἐν τῷ τρίτῳ γὰρ περὶ τοῦ πρακτικοῦ νοῦ καὶ ὅπως ἐκεῖνος ἴσχει τὰς ἐνεργείας διαληφθήσεται. οὐκ ἂν δὲ παρέλθοιμι καὶ ἃ περὶ τῆς λογικῆς ψυχῆς ἐν τούτοις φιλοσοφοῦσιν Ἕλληνες, ὡς διττὸν καὶ ἐπὶ ταύτῃ τὸ δυνάμει καὶ ἐνεργείᾳ. προστιθέασι δὲ καὶ τὸ τῆς μεταβολῆς αἴτιον· ἔξω μὲν γάρ φασιν οὖσαν σώματος κεχωρίσθαι πάντη τοῦ πρώτου δυνάμει, νοῦν οὖσαν καθαρῶς καὶ πάντα τὰ νοητὰ καθ’ ἕξιν ἔχουσαν· ἐλθοῦσαν δὲ εἰς γένεσιν κατὰ τὰ αὐτὰ τῷ ἐπιστήμονι πάσχειν, εἴπερ ὑπὸ νόσου ἢ χρόνου οὗτος ἢ λήρου φθαρείη τὴν ἐπιστήμην,2 καὶ γίνεσθαι κατὰ τὸ πρῶτον δυνάμει, ἄγεσθαι δὲ εἰς ἕξιν ὑπὸ τοῦ διδασκάλου ἢ ὑπὸ τῶν αἰσθητῶν αὐτὴν ζητοῦσαν καὶ εὑρίσκουσαν, εἶτα εἰς ἐνέργειαν, ποιητικὴν αἰτίαν καὶ παρ’ αὑτῇ τὴν βούλησιν ἔχουσαν. καὶ ταῦτα μὲν ἐκεῖνοι· νῦν δὲ διωρίσθω τοσοῦτον, ὅτι οὐχ ἁπλοῦ ὄντος τοῦ δυνάμει λεγομένου, ὡς πολλάκις εἴρηται, ἀλλὰ τοῦ μὲν ὥσπερ ἂν εἴποιμεν τὸν παῖδα δύνασθαι στρατηγεῖν, τοῦ δὲ ὡς τὸν ἐν ἡλικίᾳ ὄντα, οὕτως ἔχει τὸ αἰσθητικόν. ἐπεὶ δ’ ἀνώνυμος αὐτῶν ἡ διαφορά (οὐ γὰρ ἰδίων εὐποροῦμεν ὀνομάτων· ἐπί τε τοῦ πρώτου καὶ δευτέρου, ἀλλ’ ἄμφω δυνάμει λέγομεν), διώρισται δὲ περὶ αὐτῶν, ὅτι ἕτερα καὶ πῶς ἕτερα, χρῆσθαι ἀναγκαῖον τῷ πάσχειν καὶ ἀλλοιοῦσθαι ὥσπερ ἂν εἰ καὶ κυρίοις ὀνόμασι.3 τὸ δὲ αἰσθητικὸν δυνάμει ἐστὶν οἷον τὸ 〈αἰσθητὸν〉 ἤδη ἐντελεχείᾳ, καθάπερ εἴρηται· πάσχει μὲν οὖν οὐχ ὅμοιον ὄν, πεπονθὸς δὲ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο.

因此,既然我们在探讨无条件的感觉时,已经一并考察了与此相关的事由——作用与受动如何被言说,潜能与现实活动有几种意义——并且在这之前我们还审理了关于感觉的若干流传学说,并由此总结出了感觉对象与感觉的某种共同定义,我们现在便重新着手处理接续的论题,就各属的感觉对象与诸感觉展开探讨。然而,首先有必要就感觉的产生以及动物如何从一开始就具有感觉能力做一些简要的区分。既然此前可能者在某种意义上已被规定为三重——其一是单纯依照合宜性,其二是依照完全的状态,其三是依照现实活动——而处于生成与毁灭之中的本性正是被引导至这些之中,我们就必须考察这些情况在感觉上是如何发生的。首先,感觉能力的第一次变化是由生殖者引起的;因为在生殖者体内的精子、经血以及整个动物的质料,在潜能中具有感觉能力,恰如刚出生的婴儿能够成为文法学者一样;因为两者都是依照最初的且不完全的潜能而言的。但一者是由教师引导至具备知识的状态,另一者则是由母体中的本性引导至依照状态的感觉。因为当它被产出时,就已经拥有了这种状态;因为受孕正是具有感觉本性之物向依照状态的感觉所经历的某种质变与变化,而此时的感觉,恰如沉睡的几何学者拥有知识一样。然而,正如所说,从最初的潜能向状态的变化是在受孕期间由生殖者体内的本性引起的,而从状态向现实活动的变化则是由感觉对象引起的。因此,一旦出生,只要感觉对象在场,初生之物便能觉察;故而它一落入陌生而寒冷的空气中就立即啼哭,不仅在触觉上因周围的空气而痛苦,而且在视觉上亦因光线而受苦。如果其他感觉的感觉对象对它而言也是在场的,它在其他诸感觉中亦会遭受同样的情形。因此,依照状态的感觉如同无条件地拥有知识;而依照现实活动的感觉则类似于进行观照。两者的不同之处在于,在前一种情形中,现实活动的促成因素来自外部——即可视者、可听者,以及其余的感觉对象。其原因在于,现实活动中的感觉关乎个别事物,而科学知识则关乎普遍事物;而普遍事物在某种意义上存在于灵魂本身之中。因为只要愿意,进行思考取决于人自身,但感觉却不取决于人自身;因为感觉对象必须在场。在关于感觉对象的诸科学中亦是如此,且原因完全相同,即感觉对象属于个别事物、是局部的且来自外部,正如政治家、机械工程师以及个别的工匠一样。因为对他们而言,关于诸技术的普遍观照取决于他们自身,但从技术走向个别事物却不取决于他们自身;因为需要质料与工具。关于这些事情,日后亦会有合适的机会予以澄清;因为在第三卷中将探讨实践理智以及它如何保持其现实活动。我亦不能略过希腊人在此类问题上关于理性灵魂的哲学探讨,即潜能与现实活动在理性灵魂上亦是双重的。他们还指出了变化的起因:他们说,灵魂在肉体之外时完全脱离了最初的潜能,是纯粹的理智,并依照状态拥有所有可知解者;但当它进入生成时,其所遭遇的正如知识人如果因疾病、时间或谵妄而丧失了知识一样,它变成了依照最初潜能的状态,随后被教师引导,或者在自身探求与发现的同时被感觉对象引导而进入状态,接着又进入现实活动,将促成原因与意志保持在自身一边。关于他们的学说姑且谈到这里;现在只要做出如下规定即可:正如屡次所说,被称为潜能者并非单一的,而一种正如我们说儿童能够成为统帅,另一种正如说处于成年时期的人能够成为统帅一样,感觉能力亦是如此。既然它们的区别没有专门的名称(因为我们对于第一种和第二种潜能缺乏专有的名称,而是将两者都称为处于潜能中),然而关于它们已经被规定为彼此不同以及如何不同,因此便有必要将“受动”与“质变”当作本义的名称来使用。而感觉能力在潜能上正如感觉对象已经在完全现实中所是的一样,正如前文所说;因此,它在并不相似时受动,但在受动之后已经变得相似,并成为如彼对象那样的存在。

语法注3 条
  1. 3.2.5αἰσθητικὸν οὕτω δυνάμει, ὡς κἂν τὸ ἀρτιγενὲς παιδίον γραμματικόν

    在表语部分省略了系动词(如 ἐστί 或 εἴη),而在比较从句 ὡς κἂν... 中亦同样需要补充动词及潜能概念(即 δυνάμει εἴη γραμματικόν)。随后的 ἄμφω γάρ... 表明胚胎时期的质料与初生婴儿同样处于“第一种潜能”状态。

  2. 3.2.5ἐλθοῦσαν δὲ εἰς γένεσιν κατὰ τὰ αὐτὰ τῷ ἐπιστήμονι πάσχειν, εἴπερ ὑπὸ νόσου ἢ χρόνου οὗτος ἢ λήρου φθαρείη τὴν ἐπιστήμην

    这是由间接引语动词 φασίν 所支配的带对格的不定式结构,不定式 πάσχειν 的逻辑主语是前面的阴性对格分词 ἐλθοῦσαν(理性灵魂)。在条件从句中,οὗτος 指代前述的 ἐπιστήμων,φθαρείη 为被动态祈愿语气,对格 τὴν ἐπιστήμην 为表示限制的对格(即“在知识方面”)。

  3. 3.2.5ὥσπερ ἂν εἰ καὶ κυρίοις ὀνόμασι

    固定习语 ὥσπερ ἂν εἰ 表示“仿佛……一样”。此处它直接与与格短语 κυρίοις ὀνόμασι 相连(呼应 χρῆσθαι 的支配要求),其后的动词表达由主句顺理成章地省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:69.1-70.18