← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§7.21-8.39

灵魂情状与身体的关联及两类定义

作者借助直线接触球体的几何类比探讨了灵魂的情状是否可脱离身体而独立存在,指出愤怒与恐惧等情状是依赖于身体混合质态与生理变化的质料内形式。随后,作者对比了自然哲学家(偏重质料)与辩证学家(偏重形式)对情状的不同定义,论证了唯有兼顾两者的定义才是完备的自然哲学定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1#4

εἰ μὲν οὖν ἐστί τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιον καὶ δύναται περί τι ἐνεργεῖν καὶ συνοῦσα σώματι μὴ προσχρωμένη σώματι, ἐνδέχοιτ’ ἂν αὐτὴν καὶ χωρίζεσθαι· εἰ δὲ μηθέν ἐστιν ἴδιον αὐτῆς, οὐκ ἂν εἴη χωριστή, ἀλλὰ καθάπερ τόδε τὸ εὐθὺ τὸ ἐν χαλκῷ ἢ ἐν λίθῳ, ᾗ εὐθύ, πολλὰ συμβαίνει, οἷον τὸ ἅπτεσθαι τῆς χαλκῆς σφαίρας κατὰ στιγμήν (οὕτω γὰρ ἐν γεωμετρίᾳ λέγεται ἅπτεσθαι τὴν εὐθεῖαν καὶ τὸ ἐπίπεδον τῆς σφαίρας καὶ τοῦ κύκλου κατὰ σημεῖον), οὐ μέντοι ἅψεται χωρισθὲν τοῦ ὑποκειμένου τὸ εὐθὺ εἴτ’ οὖν ἡ εὐθύτης αὐτή, ὅτι οὐδὲ ὑπομένει καὶ ἀχώριστος ἄλλως, ὅτι ἀεὶ μετὰ σώματος. εἰ οὖν καὶ τὰ περὶ τὴν ψυχὴν οὕτως ἔχει (ἀναλογείτω γὰρ τῇ μὲν εὐθύτητι ἡ ψυχή, τὸ συναμφότερον δὲ τῷ ἀπευθυσμένῳ σώματι, τὰ δὲ αἰσθητὰ καὶ ὧν ἀντιλαμβάνεται ψυχὴ τῇ χαλκῇ σφαίρᾳ), οὐκ ἂν εἴη χωριστὴ ἡ ψυχὴ οὐδ’ ἀθάνατος, ἀλλ’ οἴχεται διαζυγεῖσα σώματος. μήποτ’ οὖν, ὥσπερ τὸ αἰσθητὸν εὐθὺ τῆς αἰσθητῆς σφαίρας ἥπτετο καὶ τὸ νοητὸν τῆς νοητῆς (λέγεται γὰρ καὶ ταῦτα), ταῦτ’ ἄρα δήπου καὶ ἡ ψυχὴ ἀπαλλαγεῖσα σώματος τῶν μὲν αἰσθητῶν εἰδῶν οὐδενὸς ἀντιλήψεται, τῶν θείων δὲ μόνων καὶ νοητῶν.1 ἀλλ’ ὅτι μὲν ἡ λογικὴ ψυχὴ καὶ ἀθάνατος καὶ ἀνώλεθρος προϊοῦσιν ἀποδειχθήσεται· νυνὶ δ’ ἐνταῦθα κείσθω. ἐκεῖνο δὲ δήπου φανερόν, ὡς τά γε τοιαῦτα πάθη τῆς ψυχῆς, οἷον φόβος, πραότης, θυμός, ἔτι δὲ δήπου χαρὰ καὶ τὸ φιλεῖν τε καὶ μισεῖν καὶ ἕτερά που πλεῖστα μετὰ σώματός εἰσιν· ἅμα γὰρ τούτοις πᾶσιν ἐπιπάσχει τι τὸ σῶμα καὶ συνδιατίθεται. τῇ μὲν γὰρ ὀργῇ τὸ περὶ καρδίαν συγκινεῖται αἷμα, διαχεῖται δὲ τῇ ἐπιθυμίᾳ τὸ ἧπαρ καὶ ὑπ’ αἰδοῦς τὸ πρόσωπον ἐρυθραίνεται, ὡς περὶ τὴν ἐπιφάνειαν χυθέντος τοῦ αἵματος· ὠχρίασις δὲ τούτου ἡ πρὸς τὰ ἔνδον ἀποφυγή. μηνύει δὲ καὶ τὸ ποτὲ μὲν ὑπὸ ἰσχυρῶν καὶ ἐναργῶν παθημάτων συμβαινόντων μηδὲν παροξύνεσθαι, ἐνίοτε δὲ ὑπὸ σμικρῶν καὶ ἀμαυρῶν κινεῖσθαι, ἐὰν ὀργᾷ τὸ σῶμα καὶ οὕτως ἔχῃ ὥσπερ ὅταν ὀργίζηται. καὶ καθ’ ἕνα μὲν τρόπον ἐκ τούτων δείκνυται μὴ μόνης εἶναι ταῦτα ψυχῆς, καθ’ ἕτερον δὲ ὅτι οἱ κεκραμένοι τοιῶσδε ἐκ φύσεως, οἵαν ἴσχει τὸ σῶμα κρᾶσιν ἐν τῇ κινήσει τῶν τοιῶνδε παθῶν, τοιοίδε εἰσὶ φύσει. ἔνθεν ἐπιτήδειοι μὲν οἵδε πρὸς θυμόν, ὅτι τοιῶσδε κέκρανται, οἱ δὲ πρὸς φόβον, ὡς μηδενὸς φοβεροῦ συμβαίνοντος ἐν τοῖς πάθεσιν γίνεσθαι τοῖς τοῦ φοβουμένου. καὶ μεθυσθέντες τινὲς ὀργιλώτεροι γίνονται ἢ δειλότεροι ἢ θρασύτεροι ἢ ἀναιδέστεροι, ὅπως ἂν κράσεως ἔχοιεν. καὶ ἐκ νόσου δὲ ἄν τις γένοιτο ἐπιτηδειότερος πρὸς ὀργήν. καὶ τὰ τοιάδε σιτία τὸ συνουσιαστικὸν σβεννύουσι, καὶ τὰ τοιάδε ἀνάπτουσι. καὶ ὀργιλώτεροι μὲν οἱ μελαγχολικώτεροι, συνουσιαστικώτεροι δὲ οἱ πρὸς τὸ θερμότερον καὶ ὑγρότερον ῥέποντες, εὐφυεῖς δὲ καὶ ὀξεῖς πρὸς τὴν διάνοιαν οἷς ξηρότερος ὁ ἐγκέφαλος. ἐντεῦθεν οἱ φιλοσοφίας μεταποιούμενοι τὴν μετρίαν αἱροῦνται καὶ ξηροτέραν δίαιταν· τὸ γὰρ “παχεῖα γαστὴρ λεπτὸν οὐ τίκτει νόον” καὶ “ψυχὴ ξηροτέρη σοφωτέρη” ἀληθῶς λέγεται. ἔνθεν καὶ τοῖς ἰατροῖς ἐπῆλθεν εἰπεῖν ἕπεσθαι τὰς τῆς ψυχῆς δυνάμεις ταῖς τοῦ σώματος κράσεσιν. εἰ δ’ οὕτω, ταῦτα τὰ πάθη δῆλον ὅτι λόγοι ἔνυλοί εἰσι καὶ οὐ καθ’ αὑτά, ἐν ὕλῃ δὲ τὸ εἶναι ἔχουσιν. ὥστε καὶ οἱ ὅροι τοιοῦτοι, οἷον τὸ ὀργίζεσθαι κίνησις τοῦ τοιουδὶ σώματος ἢ μέρους ἢ δυνάμεως ὑπὸ τοῦδε εἵνεκα τοῦδε· ζέσις γὰρ τοῦ περὶ καρδίαν αἵματος ὑπὸ τοῦ παροξύνοντος, δι’ ὄρεξιν ἀντιλυπήσεως. δεῖ γὰρ ἐν τοῖς τοιούτοις ὅροις μετὰ τοῦ εἴδους καὶ τὴν ὕλην παραλαμβάνεσθαι. καὶ διὰ ταῦτα φυσικοῦ τὸ θεωρῆσαι περὶ ψυχῆς ἢ πάσης, εἰ πᾶσα ἀχώριστος, ἢ τοιαύτης, τῆς μετὰ τῆς ὕλης. διαφερόντως δ’ ἂν ὁρίσαιτο ὁ φυσικός τε καὶ διαλεκτικὸς ἕκαστον αὐτῶν, λέγω δὴ τῶν τῆς ψυχῆς παθημάτων, οἷον ὀργὴ τί ἐστιν· ὁ μὲν γὰρ ἐρεῖ ὄρεξιν ἀντιλυπήσεως ἤ τι τοιοῦτον, ὁ δὲ ζέσιν τοῦ περικαρδίου αἵματος ἢ τοῦ θερμοῦ. τούτων δὲ ὁ μὲν τὴν ὕλην ἀποδίδωσιν, ὁ δὲ τὸ εἶδος καὶ τὸν λόγον. χρειωδέστερος δὲ παρὰ τούτους ὁ καὶ ἀμφότερα.2 εἰ γὰρ ἀνάγκη τὸν λόγον τόνδε τοῦ πράγματος ἐν ὕλῃ τοιᾷδε εἶναι, ὥσπερ εἰ οἰκίας ὁ λόγος οὗτος εἴη, σκέπασμα κωλυτικὸν φθορᾶς ὑπ’ ἀνέμων καὶ ὄμβρων καὶ καυμάτων, ὕλη δὲ αὐτοῦ λίθοι, πλίνθοι, ξύλα καὶ τὰ τοιαῦτα, οὐκ ἂν τούτων ἑκάτερος εἴη τέλειος οὐδὲ φυσικὸς κυρίως.

因此,如果灵魂的功能或情状中有某种是其固有的,且即便与身体共处亦能在不借助身体的情况下围绕某物而活动,那么它自身亦可能是可分离的;但若没有任何东西属于它所固有,它便不会是可分离的,正如在青铜或石头中的这条直线,就其为直线而言,有许多属性属于它,例如在点上接触青铜球(因为在几何学中,直线与平面就是这样被说成在点上接触球和圆的),然而一旦脱离载体,直线或直线性本身绝不会接触,因为它甚至不能持存,并且在其他方面也是不可分离的,因为它总是与身体同在。因此,若关于灵魂的事项亦是如此(因为不妨将灵魂比作直线性,将复合体比作被拉直的物体,而将感觉对象及灵魂所把握者比作青铜球),灵魂便既非可分离的亦非不灭的,而是在脱离身体时便消亡了。那么,莫非正如感觉的直线接触感觉的球,而可知的[直线]接触可知的[球]一样(因为这些亦是被谈及的),灵魂在脱离身体之后亦绝不会把握任何感觉形式,而唯独把握神圣的和可知的形式吗?但理性的灵魂既是不死的亦是不灭的,这一点将在后文中予以证明;如今且在此权当设定。然而那一点确实是显而易见的:灵魂的诸如此类的情状,例如恐惧、温和、愤怒,此外还有喜悦、爱与恨,以及其他绝大多数情状,皆是与身体同在的;因为伴随着这一切,身体皆同时受动并在状态上相符。盖因愤怒使得心脏周围的血液一同运动,欲望使得肝脏舒展,因羞耻面部发红,盖因血液倾注至表面;而脸色苍白则是血液向内部的退避。此外,有时在强烈而清晰的情状发生时人却毫不激动,而有时在身体亢奋且处于宛如发怒时的状态时,人却被微小且模糊的情状所触动,这一事实亦表明了这一点。一方面从这些事实中表明了这些并非仅属于灵魂,另一方面则由这一点表明:那些生来具有此种混合质态的人(即在诸如此类情状的运动中身体具有的混合质态),在天性上亦是如此的。由此,某些人由于具有如此混合而易于愤怒,而另一些人则易于恐惧,以至于在没有任何可怕之事发生时,他们亦处于恐惧者的情状之中。并且有些人饮酒后变得更加易怒,或更加怯懦,或更加鲁莽,或更加无耻,全凭其混合状态如何。疾病亦可使人更容易发怒。且诸如此类的食物会平息性欲,而诸如此类的食物会激起性欲。并且黑胆汁质者更易发怒,偏向更热更湿者性欲更强,而大脑更干燥者在思想上更有天赋且敏锐。由此,致力于哲学的人选择适度且更为干燥的饮食;因为“饱腹不生精妙智”与“魂愈燥则愈智”乃是真确之言。由此医生们亦想到声称灵魂的诸机能跟从身体的混合质态。若然如此,这些情状显然是质料内形式,而非就其自身存在,而是在质料中拥有其存在。因而其定义亦是如此的,例如发怒乃是“如此的身体、部分或机能由如此的动因为了如此的目的而产生的运动”;盖因它是因要求报复之欲求、由激惹者引起的围绕心脏的血液沸腾。因为在此类定义中,必须将质料与形式一同纳入。正因这些缘故,考辨灵魂(无论是关于全部灵魂,若其全部不可分离;抑或是关于此类灵魂,即与质料共处的灵魂)乃属于自然哲学家的工作。并且自然哲学家与辩证学家对它们之中的每一者——我指的是灵魂的情状,例如愤怒为何物——会作出不同的定义:盖因一方会说是报复的欲求或诸如此类之物,而另一方则说是心周血液或热的沸腾。在这两者中,一方给出了质料,而另一方则给出了形式与定义。但比起这些人,那将两者皆[给出]的人更为有用。因为如果事物的这一形式必然存在于如此的质料中——正如如果这是房屋的定义,即防止风、雨、酷热破坏的遮蔽物,而其质料是石、砖、木等——那么这两者中的任一者皆非完美的,亦非真正本真意义上的自然哲学家。

语法注2 条
  1. 2.1.1μήποτ’ οὖν, ὥσπερ τὸ αἰσθητὸν εὐθὺ τῆς αἰσθητῆς σφαίρας ἥπτετο καὶ τὸ νοητὸν τῆς νοητῆς (λέγεται γὰρ καὶ ταῦτα), ταῦτ’ ἄρα δήπου καὶ ἡ ψυχὴ ἀπαλλαγεῖσα σώματος τῶν μὲν αἰσθητῶν εἰδῶν οὐδενὸς ἀντιλήψεται, τῶν θείων δὲ μόνων καὶ νοητῶν.

    助词 μήποτε 引导一种审慎的主张或试探性、反问性的推测,此处宜理解为带有疑虑或假设色彩的推论。为了避免前文得出的“灵魂脱离身体便消亡”这一结论,作者扩展了几何类比,提出一种试探性的可能方案:灵魂脱离身体后,是否正如知解的直线接触知解的球一样,只把握神圣可知之物。

  2. 2.1.1χρειωδέστερος δὲ παρὰ τούτους ὁ καὶ ἀμφότερα.

    由表示比较的介词短语 παρὰ τούτους(“比这些人更……”)与充当主语的冠词短语 ὁ καὶ ἀμφότερα(“将两者皆[给出]的人”)构成的谓语判断句。在 ἀμφότερα 之后承接前文动词 ἀποδίδωσιν 而省略了分词(如 ἀποδιδούς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:7.21-8.39