← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§6.9-7.21

探求顺序、偶性与灵魂的诸情状

作者阐明了为何应先于活动探求对象(理智与可知者除外),概述了由偶性通达定义与本质的探求顺序,区分了偶性的含义与证明的形式,进而提出了灵魂的诸情状是属于身心复合体还是为灵魂所独有的问题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1#3

εἰ γὰρ σαφηνείας δεῖ, ἐκ τῶν ἀντικειμένων δεῖ· σαφέστερα γὰρ τὰ περὶ ἃ ἐνεργοῦσι τῶν ἐνεργειῶν. ὑπεξῃρήσθω δὲ τὰ περὶ τοῦ νοῦ καὶ τοῦ νοητοῦ.1 νοῦ γὰρ τὸ νοητὸν δυσληπτότερον· ὁ μὲν γὰρ ἡμέτερος, τὸ δὲ ὑπὲρ ἡμᾶς. τοσούτων δ’ ἂν καὶ ἔτι πλειόνων δυσχερειῶν ὁ περὶ τούτων γέμων φανείη λόγος, εἰ καθ’ ἕκαστον ἐπεξίοι τις. ἡμεῖς δὲ λεληθότως καὶ τὸν διδασκαλικὸν τῆς πραγματείας τρόπον ὑπεδηλώσαμεν, ἀεὶ κἀν τῇ διαιρέσει ὡς ἀληθὲς τὸ προσληφθὲν τιθέμενοι, καὶ ὡς ἀπὸ τῶν τελευταίων ἐπὶ τὰ πρότερα βαδιούμεθα. ἀλλ’ ἐνταῦθα στάντες ἐκεῖνο λέγομεν, ὡς οὐ μόνον τὸ τί ἐστι γνῶναι καὶ ἡ τοῦ ὁρισμοῦ λῆψις χρήσιμος πρὸς τὸ θεωρῆσαι τὰς αἰτίας τῶν συμβεβηκότων ταῖς οὐσίαις, ὥσπερ ἐν γεωμετρίᾳ πρὸ τῶν θεωρημάτων τοὺς ὅρους γινώσκομεν, οἷον εὐθὺ τί ἐστιν, οὗ τὰ μόρια ἐξ ἴσου καὶ οὗ τὸ μέσον τοῖς ἄκροις ἐπιπροσθῇ, καὶ καμπύλον τοὐναντίον καὶ γραμμὴ τόδε καὶ ἐπίπεδον τόδε, πρὸς τὸ κατιδεῖν πόσαις ὀρθαῖς αἱ τρεῖς τοῦ τριγώνου γωνίαι ἴσαι (στοιχεῖα γὰρ ἐκεῖνα τῶν ἑξῆς καὶ ἀρχαὶ ἀποδείξεως), ἀλλὰ καὶ ἀνάπαλιν τὰ συμβεβηκότα συμβάλλεται μέγα μέρος πρὸς τὸ εἰδέναι τί ἐστι καὶ λαβεῖν τὸν ὁρισμόν. ἐπὰν γὰρ κατὰ διάνοιαν τὰ προσόντα ἐναργῶς τῷ πράγματι συναγάγωμεν, εἴτε ἐξ αἰσθήσεως διὰ πείρας εἴτε ἐκ τῆς κοινῆς λαβόντες ἐννοίας καὶ ὁμολογίας, καὶ ἔχωμεν ἀποδιδόναι ἐντὸς καὶ κατὰ τὴν φαντασίαν περὶ τῶν συμβεβηκότων ἢ πάντων ἢ τῶν πλείστων, τότε καὶ περὶ τῆς οὐσίας ἕξομέν τι λέγειν, ὡς ἐν ἄλλοις τε πολλοῖς καὶ ἐν τοῖς Φυσικοῖς ὁ περὶ τόπου καὶ κενοῦ τεθήρευται λόγος. πᾶσα γὰρ ἐπιστήμη τρισὶ διατρίβει τούτοις· ἢ γὰρ αὐτὸ τὸ πρᾶγμα ζητεῖ ἢ τὰ ἐν αὐτῷ ἢ καὶ ἄμφω, καὶ ἢ καθ’ αὑτὰ ἢ πρὸς ἕτερα. ὧν τὸ μὲν ὁρισμὸς τὸ δὲ ἀπόδειξις· ἄνω δὲ καὶ κάτω συμβεβηκὸς λέγοντας ἰστέον ὅτι διττόν,2 τὸ μὲν ὃ καὶ ἀντιδιῄρηται ταῖς οὐσίαις καὶ καθ’ αὑτὸ οὐχ ὑφέστηκε καὶ οὔτε παρὸν σώζει καὶ ἀπὸν οὐ φθείρει, ὃ δὴ καὶ πρὸς ἐπιστήμην ἀσυντελές, οἷον τὸ λευκόν, τὸ μέλαν· τὸ δὲ ὃ καθ’ αὑτὸ ταῖς οὐσίαις ὑπάρχει καὶ ἐξ ἀνάγκης, οἷον τὸ ζῶον τῷ ἀνθρώπῳ καὶ τῷ τριγώνῳ τὸ σχῆμα. καὶ τούτων τὰ μὲν καθ’ αὑτὸ μόνον προσεῖναι τοῖς πράγμασι λέγεται, ὡς τὰ γένη καὶ αἱ ἐπὶ πλέον διαφοραί, τὰ δὲ καὶ πρώτως, ὡς τὰ οὐσιώδη ἴδια, οἷον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν τῷ ἀνθρώπῳ, καὶ τῷ τριγώνῳ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν, καὶ τὸ τριχῇ διαστατὸν τῷ σώματι. ἔτι πᾶν μὲν τὸ πρώτως καὶ καθ’ αὑτό, οὐ πᾶν δὲ τὸ καθ’ αὑτὸ ἤδη καὶ πρώτως. ἐκ δὲ τῶν πρώτως ὑπαρχόντων καὶ καθ’ αὑτὸ αἱ ἀποδείξεις προέρχονται. διττὴ δὲ καὶ ἡ ἀπόδειξις, ἥ τε κυρίως ἡ ἐκ τῶν αἰτίων πιστουμένη τὰ αἰτιατὰ καὶ ἐκ τῶν καθόλου τὰ μερικὰ καὶ ἐκ τῶν προτέρων τὰ ὕστερα, ὡς ὁ ἄνθρωπος ζῶον διὰ μέσου τοῦ λογικοῦ, καὶ ἡ τεκμηριώδης ἡ ἐκ τῶν ὑστέρων, ὡς σφαιροειδῆ τὰ οὐράνια, ὅτι καὶ ἡ σελήνη, ἡ δέ, ὅτι τοιῶσδε φωτίζεται. ἐπεὶ δὲ τὰ περὶ τούτων μετρίως διῄτηται, † ἴωμεν τοῖς ἑξῆς καὶ τὴν περὶ ψυχῆς θεωρίαν κατὰ τὸν δεύτερον τῶν ὑφηγημένων θηρῶμεν τρόπον· ἐπεὶ γὰρ ἄδηλος εὐθὺς ἀπαντῶσιν ἡ τοῦ τί ἐστι γνῶσις, διὰ τῶν φαινομένων περὶ αὐτὴν καὶ ἐναργῶν παθημάτων τὸν ὁρισμὸν ζητῆσαι προήχθημεν. ἔχει δὲ ἀπορίαν εὐθύς, πότερον ἅπαντα ταῦτα κοινὰ καὶ τοῦ ἔχοντος εἴτ’ οὖν τοῦ συναμφοτέρου ψυχῆς καὶ σώματος, ἢ ἐστί τι καὶ τῆς ψυχῆς αὐτῆς ἴδιον μὴ κοινωνούσης σώματι· καὶ γὰρ τοῦτο λαβεῖν μὲν ἀναγκαῖον, οὐ ῥᾴδιον δέ. φαίνεται δὲ τῶν μὲν πλείστων οὐδὲν ἄνευ τοῦ σώματος πάσχειν οὐδὲ ποιεῖν,3 οἷον ὀργίζεσθαι, θαρρεῖν, ἐπιθυμεῖν, ὅλως αἰσθάνεσθαι. μάλιστα δὲ ἔοικεν ἴδιον τὸ νοεῖν· εἰ δ’ ἐστὶ καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασίας, οὐκ ἐνδέχοιτ’ ἂν οὐδὲ τοῦτο ἄνευ σώματος εἶναι.

因为若需要明晰性,就必须从对象出发;因为活动所围绕的对象比活动本身更为明晰。但关于理智与可知者的事项应当予以排除;因为可知者比理智更难把握,盖因前者属于我们,而后者则超越我们。若有人逐一细究,关于这些事项的论述便会显出充满如此之多、乃至更多的困难。然而,我们亦已暗中指明了本论著的教学方式,即在区分中始终将所假定者设定为真,且我们将从后起之物走向在先之物。但我们在此稍作停留并说明如下:不仅认识“是什么”与把握定义有助于审视实体的偶性之原因——正如在几何学中,在定理之前我们认识诸定义,例如何为直线(其各部分均等且其中间遮蔽两端者),反之何为曲线,线为何物以及面为何物,以便看清三角形的三内角等于几个直角(因为那些定义是后续事项的元素与证明的始基)——而且反过来,偶性亦对认识“是什么”和把握定义具有极大的贡献。因为每当我们在思想中把显明地属于该事物的属性汇集起来,无论是通过经验从感觉中获得,还是从共通观念与公认意见中获得,并且能够在内心且依照表象陈述全部或绝大部分偶性时,那时我们便亦能就其实体说出某些道理,正如在许多其他事项中,以及在《物理学》中关于场所与虚空的论述所探究的那样。因为一切科学皆专注于此三者:盖它要么探求事物本身,要么探求存在于其中的事物,要么兼求二者,且要么就其自身,要么相对于其他事物。其中前者为定义,后者为证明。然而在反复谈及“偶性”时,应当知晓偶性有二重:其一与实体相对立区分,就其自身并不持存,在场时既不予以保全,离去时亦不予以毁灭,这对于科学而言确实毫无用处,例如白与黑;其二则就其自身且出于必然属于实体,例如动物属于人,图形属于三角形。在这些偶性中,有些被称为仅就其自身附属于事物(如属与外延更广的种差),而另一些则亦本原地附属于事物(如本质固有属性,例如能接受理智与科学属于人,具有三内角等于两直角属于三角形,三维延伸属于物体)。此外,凡本原属于者皆就其自身属于,但并非凡就其自身属于者皆已是本原属于。而证明乃是由本原且就其自身所属者出发的。证明亦是二重的:既有本真意义上的证明,即从原因确证结果、从普遍确证个别、从在先确证在后(如通过“理性的”这一中项确证“人是动物”),亦有推论性的证明,即从在后之物出发(如天体是球形的,因为月球亦是球形,而月球是球形则因为它是如此被照亮的)。既然关于这些事项已作了适度的裁决,便让我们走向后续内容,按照所指明的方式中的第二种来探求关于灵魂的考辨;因为既然对于初次面对者而言“是什么”的认识乃是隐晦的,我们便被引导通过围绕着灵魂的显明且清晰的情状来寻求其定义。然而这随即带来一个疑难:究竟这一切情状皆共同属于拥有者即灵魂与身体的复合体,抑或亦有某种属于不与身体共处的灵魂自身的固有之物;因为把握这一点虽属必需,却非易事。但显而易见的是,对于绝大多数情状而言,灵魂脱离身体便既不受动亦不动作,例如发怒、勇敢、欲望以及总体的感觉。而知解似乎最为独特;但若连这一活动亦是某种表象,或不可脱离表象,那么连这亦不可能脱离身体而存在。

语法注3 条
  1. 2.1.1ὑπεξῃρήσθω δὲ τὰ περὶ τοῦ νοῦ καὶ τοῦ νοητοῦ

    第三人称单数完成时被动态祈使语气 ὑπεξῃρήσθω 的主语是中性复数名词短语 τὰ περὶ τοῦ νοῦ καὶ τοῦ νοητοῦ。这符合中性复数主语使用单数动词的古典希腊语规则。

  2. 2.1.1ἄνω δὲ καὶ κάτω συμβεβηκὸς λέγοντας ἰστέον ὅτι διττόν

    非人称动形容词 ἰστέον(“应当知晓”)搭配宾格分词 λέγοντας,后者充当逻辑主语(表示泛指人称“当人们/我们谈及……时”)。虽然 -τέον 结尾的动形容词通常要求表示施动者的与格,但此处同化为带有一般主语的“宾格加不定式”结构。

  3. 2.1.1φαίνεται δὲ τῶν μὲν πλείστων οὐδὲν ἄνευ τοῦ σώματος πάσχειν οὐδὲ ποιεῖν

    φαίνεται 的主语由前文语境可补出为“灵魂”(ἡ ψυχή),支配不定式 πάσχειν 和 ποιεῖν(“灵魂似乎……不受动亦不动作”)。τῶν πλείστων 是中性复数属格,作为部分属格修饰 οὐδὲν(“在绝大多数[情状/事项]中无一……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:6.9-7.21