- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:8.39-10.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯对比了五种学科(自然哲学、局部技艺、辩证术、数学和第一哲学)如何探讨自然事物的三个要素(质料、形式与原因),并通过与数学形式及灵魂中的理路相对比,得出灵魂的情状属于自然哲学家的固有探究领域的结论。
οὔτε γὰρ ὁ περὶ τὴν ὕλην, τὸν δὲ λόγον ἀγνοῶν, οὔτε ὁ περὶ τὸν λόγον μόνον, ἀλλ’ ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν.1 ὥστε τῶν τοιουδὶ σώματος καὶ τῆς τοιαύτης ὕλης ἔργων καὶ παθῶν περὶ μὲν τῶν κοινοτέρων καὶ καθολικῶν ὁ φυσικὸς σκέψαιτο, περὶ δὲ τῶν τινῶν καὶ μερικῶν τεχνίτης, ἂν τύχῃ, τέκτων ἢ ἰατρός· τῶν δὲ μὴ χωριστῶν 〈μὲν〉, ᾗ δὲ μὴ τοιούτου σώματος πάθη καὶ ἐξ ἀφαιρέσεως, ὁ μαθηματικός· ᾗ δὲ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος.2 εἰ δὲ δεῖ τι καὶ σαφέστερον εἰπεῖν περὶ τούτων ἐπειγομένους καὶ κατὰ πάρεργον, ὧδ’ ἂν ἔσται. τριῶν δὴ τούτων ἐν τοῖς φυσικοῖς θεωρουμένων πράγμασιν, ὕλης, εἴδους καὶ τῆς αἰτίας, καθ’ ἣν ἐν τῇ ὕλῃ τὸ εἶδος ἔνεστι, πέντε περὶ ταῦτα καταγίνονται μέθοδοι, φυσική, ἡ κατὰ μέρος τέχνη, διαλεκτική, μαθηματικὴ καὶ ἡ πρώτη φιλοσοφία. ἄλλη δὲ ἄλλως ἐπιβάλλει περὶ αὐτῶν καὶ διαφόρους τὰς ἐνεργείας ἴσχουσι. καὶ φυσικοῦ μὲν ἔργον ἡ περὶ τῶν τριῶν σκέψις· πάντα γὰρ αὐτῷ ἀνεῖται. ζητήσει γάρ, τίς ἡ ὕλη τῶν προκειμένων, οἷον τί τὴν ὕλην εἰσὶ τὰ οὐράνια, πότερον ἐκ τῶν τεσσάρων ἤ τι πέμπτον σῶμα καὶ ἕτερον, καὶ τὸ εἶδος ὅτι σφαιρικά· ζητήσει δὲ καὶ τὴν αἰτίαν δι’ ἥν, ἀποδώσει δὲ καὶ σύστοιχον αὐτοῖς καὶ ἐξ ἧς πρὸς τὰ πρὸ αὐτῶν ἔχουσι σχέσεως.3 ἐρεῖ γὰρ ἢ διότι πολυχωρητότατον σχημάτων καὶ διὰ τοῦτο τῷ τὰ πάντα ὑποδεξομένῳ καὶ περιάξοντι οὐρανῷ τὸ σφαιρικὸν πρεπωδέστατον, ἢ ὡς ἀιδίῳ τὸ μήτε ἀρχὴν ἔχον σχῆμα μήτε τέλος κατάλληλον· ἀφανῆ γὰρ ἐν κύκλῳ καὶ ἄμφω τὰ πέρατα. ὁριεῖται δὲ αὐτὸν καὶ ἐκ τῆς πρὸς τὰ ὑπὲρ αὐτὸν νοητὰ σχέσεως· εἴποι γὰρ ὡς διὰ τοῦτο κύκλῳ φέρεται, ὅτι νοῦν μιμεῖται· νοῦ γὰρ ἡ εἰς ἑαυτὸν σύννευσις. ὁ δὲ ἐν μέρει τεχνίτης ποιεῖται μὲν καὶ αὐτὸς περὶ τῶν τριῶν τὴν διατριβήν, καθὰ δὴ καὶ ὁ φυσικός, οὐχ ὡσαύτως δέ. τῷ μὲν γὰρ τό τε ὑποκείμενον μερικόν, οἷον τῷ ἰατρῷ τὰ ἀνθρώπινα σώματα, καὶ αἱ προσεχεῖς ζητοῦνται αἰτίαι, ἐκείνου τὰς ἀνωτάτω καὶ τὴν καθόλου ἐπισκεπτομένου φύσιν. ὁ δὲ διαλεκτικὸς ἀποδώσει τοὺς ὁρισμοὺς ἔκ τε τοῦ εἴδους καὶ τῆς αἰτίας, καὶ ταῦτα ἐπιπολαίως. ὁ μέντοι μαθηματικὸς τῶν ἐξ ἀφαιρέσεως εἰδῶν τοὺς ὁρισμοὺς πραγματευόμενος οὐδὲν ὑπολογιεῖται τὴν ὕλην οὐδὲ τῇ αἰτίᾳ προσχρήσεται ὡς αὐτὰ καθ’ αὑτὰ περαινόμενος. ἔνυλα οὖν καὶ αὐτῷ τὰ εἴδη καὶ ἄλλως ἀχώριστα ἢ τῇ ἐπινοίᾳ, ὁποῖα τὰ κοινὰ αἰσθητά. σαρκὸς γὰρ καὶ ὀστοῦ καὶ τῶν λοιπῶν ὁμοιομερῶν ἀχώριστα τῆς ὕλης τὰ εἴδη καὶ κατ’ αὐτὴν τὴν ἐπίνοιαν· τὸ γὰρ μαλθακὸν καὶ ὑγρὸν καὶ ἐρυθρὸν καὶ ἐξ ὧν ἄλλων εἰδοποιεῖται σὰρξ ἅμα τῷ νοηθῆναι συνεπινοουμένην ἔχει τὴν οἰκείαν ὕλην, ὅθεν ἀφαιρουμένης τῆς ὕλης καὶ αὐτὰ συναφῄρηνται· καὶ σαρκὸς μὲν καὶ ὀστοῦ εἶδος οὐκ ἂν ἐν ἄλλῳ γένοιτ’ ἄν, ὅτι τῆς οἰκείας ὕλης ἀχώριστα· σχῆμα δὲ τὸ αὐτὸ καὶ λίθῳ καὶ ξύλῳ ὑπάρξειεν ἄν. περὶ δὲ τῶν πάντη χωριστῶν καὶ ἀύλων ὁ πρῶτος φιλόσοφος διαλέξεται. ἔνεισι γὰρ οἱ τῶν ἐνύλων εἰδῶν ἐν τῇ ἡμετέρᾳ ψυχῇ λόγοι, καὶ πρὸ τούτων ἐν τῷ δημιουργῷ νῷ οἱ καὶ ἐξῃρημένοι. τῶν δὲ ἐν τῇ ψυχῇ λόγων οἱ μέν εἰσι διαστατοὶ καὶ μεριστοὶ οἱ κατὰ φαντασίαν, οἱ δὲ ἀμέριστοι καὶ ἑνιαῖοι οἱ ἐν τῷ λογιστικῷ. τρίγωνα μὲν γὰρ καὶ τετράγωνα διαστατά, ἀνθρώπου δὲ λόγος καὶ ζώου ἀμερῆ. καὶ γεωμέτρης μὲν πρὸς τὰ κατὰ τὴν φαντασίαν, ὁ πρῶτος δὲ φιλόσοφος περὶ τῶν ἐν τῷ λογιστικῷ σπουδάσεται καὶ τῶν ἐν τῷ δημιουργῷ. διαφέρουσι δὲ οὗτοι τῷ τοὺς μὲν εἰκόνας εἶναι τῶν πρώτων τοὺς ἐν τῇ ψυχῇ καὶ γνωστικοὺς τῶν πραγμάτων, τοὺς δὲ ἀρχέτυπα καὶ ποιητικούς. καὶ ὁπόταν μὲν περὶ τῶν ποιητικῶν διαλέγηται, ὡς θεωρητικὸς ἐνεργήσει, ὡς καθαρτικὸς δὲ ὅταν περὶ τῶν ἐν τῇ ψυχῇ· ἐπιστρέφει γὰρ πρὸς ἑαυτὸν καὶ γινώσκει τὴν ψυχήν, καὶ τοῦτο ὄντως κάθαρσις, ἡ δι’ ἐπιστήμης τῆς ἀγνοίας καὶ τῶν παθῶν ἀπολύτρωσις. ἀλλ’ ἐπανιτέον τὸν λόγον εἰς ταῦτα ἀφ’ οὗπερ ἐξήλθομεν.4 ἐλέγομεν οὖν ὅτι τὰ πάθη τῆς ψυχῆς οὐ χωριστὰ τῆς φυσικῆς ὕλης τῶν ζώων, ᾗ δὴ τοιαῦθ’ ὑπάρχει, θυμός, φόβος, καὶ οὐχ ὥσπερ γραμμὴ οὐδ’ ἐπίπεδον· καὶ διὰ τοῦτο τῷ φυσικῷ τῶν ἄλλων ἡ περὶ αὐτῶν ἀφώρισται πραγματεία.
因为无论是关注质料而不知定义的人,还是仅关注定义的人,皆非如此,而由两者构成的人[才真正是完全的自然哲学家]。因而,在如此身体和如此质料的功能与情状中,对于较为普遍和通则性的内容,自然哲学家会予以考察;而对于个别的和局部的部分,工匠(如恰巧是木匠或医生)则会予以考察。至于那些不可分离的、但就其并非如此身体的情状且经由抽象而被考察者,数学家会予以考察;而就其为被分离者而言,第一哲学家会予以考察。但是,假使需要在匆促与附带之中就这些事物做出更清晰的说明,情况当如下所述。既然在自然事物中考察这三者——质料、形式以及形式赖以存在于质料之中的原因——便有五种方法致力于这些事物:自然哲学、局部技艺、辩证术、数学以及第一哲学。并且各学问以不同方式着手于它们,且拥有各不相同的活动。而考察这三者乃是自然哲学家的工作;因为一切对他而言皆是敞开的。盖因他将探求所论对象的质料为何,例如天体就其质料而言是什么,究竟是由四元素构成,抑或是某种第五种且不同的物体;并探求作为其形式的球形;他还将探求其之所以如此的原因,并给出与它们相配的原因以及源于它们对其先在者之关系的原因。盖因他要么会说,由于球形是诸图形中容积最大者,因而对于将要容纳万物并旋转万物的天而言,球形最为合宜;要么会说,作为永恒之物,既无开端亦无终点的图形与其相适;因为在圆中,两端的界限皆是不可见的。他还将根据天对其上方可知事物的关系来定义天;因为他可以说天之所以作圆周运动,乃是因为它模仿理智;盖因向自身的归摄乃是理智的特征。局部的工匠自身亦就这三者进行探究,正如自然哲学家一样,但并非以同样的方式。因为对他而言,载体是局部的,例如对医生而言是人体的身躯,且所探求的是近因,而自然哲学家则考察最高的诸原因与普遍的自然。另一方面,辩证学家将从形式和原因两方面给出定义,但也仅仅是浮泛地给出。然而,数学家在探讨经由抽象的形式的定义时,绝不把质料考虑在内,亦不借助原因,犹如将它们就其自身予以完成一样。因此对他而言,诸形式亦是质料内的,且除在思想中外是不可分离的,正如共同感觉对象那样。盖因肉、骨及其他同质部分的诸形式,即在思想本身中亦是不可脱离质料的;因为柔软、湿润、发红以及肉据以形成形式的其他要素,在被思及的同时便连带思想到了其固有的质料,由此一旦质料被抽离,它们自身亦连同被抽离;且肉与骨的形式绝不可能出现在其他事物中,因为它们与其固有的质料不可分离;然而同一种图形却可同时属于石头与木头。至于全然分离且无质料之物,第一哲学家将予以论述。因为质料内形式的理路存在于我们的灵魂中,而在这些之前,在德米乌哥斯理智中亦存在着超然的[理路]。在灵魂中的诸理路中,有些是具延展性且可分的,即依照表象的理路;而另一些则是不可分且单一的,即在理性机能中的理路。盖因三角形与四边形具有延展性,而人与动物的理路则是不可分的。几何学家面向依照表象的事物,而第一哲学家则将致力于理性机能中的事物以及德米乌哥斯之中的事物。这些事物之所以不同,在于灵魂中的理路是第一者的影像且认知具体事物,而德米乌哥斯之中的理路则是原型且是造作性的。且每当他论及造作性的理路时,他将作为观照者而活动;而每当论及灵魂中的理路时,他将作为净化者而活动;因为他回转向自身并认识灵魂,而这正是真正的净化,即经由知识从无知与诸情状中解脱。但我们必须把话头引回到我们所偏离的那些论题上。我们因而说过,灵魂的情状(就诸如愤怒、恐惧此类属于动物而言)是不可与动物的自然质料相分离的,绝不像线与面那样;正因如此,关于它们的探究才与其他学者相别而专门划归自然哲学家。
- 2.1.1οὔτε γὰρ ὁ περὶ τὴν ὕλην, τὸν δὲ λόγον ἀγνοῶν, οὔτε ὁ περὶ τὸν λόγον μόνον, ἀλλ’ ἢ μᾶλλον ὁ ἐξ ἀμφοῖν
承前一段末尾的谓语 οὐκ ἂν εἴη τέλειος οὐδὲ φυσικὸς κυρίως 的省略句。短语 ἀλλ’ ἢ μᾶλλον 作“非但不是如此,反而倒是……”解,引入对真正的自然哲学家的正当界定。
- 2.1.1τῶν δὲ μὴ χωριστῶν 〈μὲν〉, ᾗ δὲ μὴ τοιούτου σώματος πάθη καὶ ἐξ ἀφαιρέσεως, ὁ μαθηματικός· ᾗ δὲ κεχωρισμένα, ὁ πρῶτος φιλόσοφος
承接前文 τῶν... σκέψαιτο 的句式结构,属格短语 τῶν μὴ χωριστῶν 作为主语 ὁ μαθηματικός 所考察的对象。关系副词 ᾗ 表示视角与限定(“就其……而言”),构成了数学家“就其经由抽象而言”与第一哲学家“就其为被分离者而言”的并列对比。
- 2.1.1ἀποδώσει δὲ καὶ σύστοιχον αὐτοῖς καὶ ἐξ ἧς πρὸς τὰ πρὸ αὐτῶν ἔχουσι σχέσεως
充当动词 ἀποδώσει 的直接宾语的并列结构,其中省略了 αἰτίαν。在介词短语 ἐξ ἧς... σχέσεως 中,先行词 σχέσεως 被纳入关系从句中,并与关系代词 ἧς 发生了引伸同化,意为“源于它们对其在先者之关系的原因”。
- 2.1.1ἀλλ’ ἐπανιτέον τὸν λόγον εἰς ταῦτα ἀφ’ οὗπερ ἐξήλθομεν
动形容词 ἐπανιτέον 作及物用法,支配宾格 τὸν λόγον(“必须将论述引回”)。中性单数关系词 ἀφ’ οὗπερ 作状语从句用法,修饰离开、偏离的起点(“即我们所偏离之处”)。
