- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:67.21-68.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在确立受动与蚀变之双重性以说明感觉向现实活动的唤醒并非严格意义的受动后,作者系统划分了“可能者”(依照现实活动与依照潜能),并借助印章与蜡的譬喻,将感觉定义为与知解类似、不带质料而接受形式的认识能力。
τὸ δὲ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ, τὸ πρῶτον λέγω δυνάμει, τὸ κατ’ ἐπιτηδειότητα μόνην καὶ ἀτελές, ἤτοι οὐδὲ πάσχειν φατέον οὐδ’ αὐτό, ὥσπερ εἴρηται. ἢ ὁμώνυμόν τι καὶ δύο τρόπους εἶναι πάθους καὶ ἀλλοιώσεως,1 τήν τε ἐπὶ τὰς στερητικὰς διαθέσεις μεταβολὴν καὶ τὴν ἐπὶ τὰς ἕξεις καὶ τὴν φύσιν. τούτων οὖν οὕτως ἐχόντων οὐκ ἂν εἴη κυρίως ἡ τῆς δυνάμει αἰσθήσεως διέγερσις καὶ μεταβολὴ εἰς ἐνέργειαν πάθος ἢ ἀλλοίωσις, ὥσπερ ἐλέγετο· εἰ γοῦν καὶ ἔτι λέγοιμεν, καταχρηστικῶς ἂν λέγοιμεν καὶ οὐ κυρίως. Ἀλλ’ ἐπειδὴ μηδενὸς τῶν καλλίστων καὶ τοῖς τοιούτοις προσηκόντων λόγοις ἐλλελεῖφθαι φιλοτιμούμεθα τῷ πονήματι, ἄνωθεν καὶ τὴν τοῦ δυνατοῦ διαίρεσιν προθέντες ἐντελέστερον ἐπεξέλθωμεν καὶ ὡς ἑτέροις ἐκδέδοται, κἂν τινος διὰ τὴν παλιλλογίαν ὑπαίτιοι μέμψεως, καὶ τοῦτο δεχόμεθα. τοῦ δυνατοῦ τὸ μὲν ἤδη ὂν κατ’ ἐνέργειαν, ὡς ὅταν τὸν βαδίζοντα λέγωμεν δύνασθαι βαδίζειν καὶ τὸν ἥλιον δύνασθαι κινεῖσθαι ἢ φωτίζειν, τὸ δὲ κατὰ δύναμιν καὶ ἐπιτηδειότητα μόνην, ὡς ὅταν λέγωμεν τὸν καθήμενον δύνασθαι βαδίζειν καὶ τὸν βαδίζοντα μὴ βαδίζειν. πάλιν τοῦ κατ’ ἐνέργειαν τὸ μὲν εἶναι συμφυὲς τῷ πράγματι τῷ δύνασθαι αὐτὸ λεγομένῳ καὶ εἰδοποιὸν αὐτοῦ, τὸ δὲ ἐπίκτητον καὶ οὐκ ἀεὶ παρὸν τῷ ὑποκειμένῳ. καὶ τοῦ μὲν συμφυοῦς καὶ εἰδοποιοῦ, ὡς εἴρηται, τῶν ὑποκειμένων τὸ μὲν εἶναι ἀΐδιον καὶ ἐν ἀϊδίοις πράγμασιν ὑφιστάμενον, ὡς τὸ κινεῖσθαι κύκλῳ τὸν οὐρανὸν ἢ τὴν γῆν ἐν τῷ μέσῳ τετάχθαι τοῦ παντὸς ἢ τὸν θεὸν ἀγαθὸν εἶναι, τὸ δὲ οὐκ ἀΐδιον μὲν οὐδ’ ἐπ’ ἀϊδίων θεωρούμενον ὑποκειμένων, ἕως μέντοι ἂν ὦσι τὰ ὑποκείμενα, συνυπάρχον αὐτοῖς, ὡς ὅταν λέγωμεν τόδε τὸ πῦρ δύνασθαι θερμαίνειν καὶ τήνδε τὴν χιόνα ψύχειν, τοῦ λοιποῦ δηλαδὴ σημαινομένου τοῦ κατ’ ἐνέργειαν, τοῦ μὴ συμφυοῦς τοῖς ὑποκειμένοις, θεωρουμένου ἐπὶ τῶν ἐκ δυνάμεως εἰς τὴν ἐνέργειαν μεταβεβηκότων, ὡς ἐλέγομεν ἐπὶ τοῦ τὸν καθήμενον δύνασθαι βαδίζειν. τοῦ δ’ αὖ ἐπ’ ἀϊδίων πραγμάτων λεγομένου τὸ μὲν θεωρεῖσθαι ἐν ταῖς παντάπασιν ἐξῃρημέναις τῆς ὕλης οὐσίαις, ὡς ἀγαθότητα τοῦ θεοῦ καὶ τὴν νόησιν, τὸ δὲ ἐκείνου προσεχῶς ἐξηρτημένον καὶ ὑφεστηκὸς ἐν σώμασι μέν, ἀλλ’ ἁπλοῖς καὶ μηδὲν ἔχουσιν ἐναντίον καὶ κατὰ μόνην τὴν κύκλῳ κίνησιν ἀεὶ κινουμένοις πάσης τε θνητῆς δυσχερείας ἀπηλλαγμένοις. πάλιν δὲ τοῦ κατὰ δύναμιν τὸ μὲν εἶναι οἷον μεταβάλλειν εἰς τὴν ἐνέργειαν, ὡς ὅταν λέγωμεν τὸν παῖδα δύνασθαι στρατηγεῖν, * * ἂν μή τι τῶν ἔξωθεν ἐμποδὼν γένηται, τὸ δὲ εἰς ἐνέργειαν μὲν οὐδέποτε ἀχθησόμενον, κατ’ αὐτὸ δὲ μόνον τὸ δυνάμει τὸ εἶναι ἔχον, ὡς ἐπὶ τῆς εἰς ἄπειρον τομῆς τῶν μεγεθῶν καὶ πάντων ἁπλῶς τῶν συνεχῶν καὶ τῆς ἐπὶ πλέον προόδου τῶν ἀριθμῶν. καὶ περὶ μὲν τοῦ δυνατοῦ τοσαῦτα. ἔστι δέ πως ἄλλως τὸ αἰσθάνεσθαι, ὥσπερ καὶ τὸ νοεῖν· ἄμφω γὰρ κατὰ λῆψιν τῶν εἰδῶν τὸ μὲν νοητῶν τὸ δὲ αἰσθητῶν, καὶ ὥσπερ ἐκεῖ ταὐτὸν ὁ νοῦς τῷ νοητῷ ὁ κατὰ δύναμιν καὶ ἐνέργειαν τῷ δυνάμει καὶ ἐνεργείᾳ, οὕτως ὧδε ἡ αἴσθησις τῷ αἰσθητῷ. ὡς γὰρ ὁ κηρὸς δυνάμει λέγεται ὅπερ τὸ σφραγιστήριον, γίνεται δέ πως καὶ ἐνεργείᾳ ὅπερ ἐκεῖνος τῷ ἐκτυποῦσθαι, οὐχ ὅλον δὲ τοῦτο γέγονεν ὁ κηρὸς ὅπερ ἡ σφραγὶς κατὰ τὴν ὕλην, ἀλλ’ ὅσον τὸ ἐκτύπωμα δέξασθαι αὐτοῦ κατὰ τὴν ἐπιφάνειαν, οὕτω δεῖ καὶ ἐπὶ τοῦ νοῦ νοεῖν καὶ αἰσθήσεως, ὅταν λέγωμεν τὸν μὲν ὅπερ τὰ νοητά, τὴν δὲ ὅπερ τὰ αἰσθητὰ γίνεσθαι. οὔτε γὰρ ἄγγελος ὁ νοῦς ἢ λίθος αὐτὰ νοῶν, οὔτε λευκὴ ἡ ὄψις ἢ μέλαινα τὰ τοιάδε ὁρῶσα χρώματα, ἀλλὰ μόνα τὰ εἴδη ὁ μὲν τῶν νοητῶν ἡ δὲ τῶν αἰσθητῶν ἀΰλως καὶ γνωστικῶς ἐν αὐτοῖς ὑπεδέξαντο. ὥστε ἔσται αἴσθησις ψυχῆς δύναμις μερικὴ γνωστική, διά τινος ἀλλοιώσεως καὶ μεταβολῆς ὁμοιουμένη τοῖς αἰσθητοῖς· αἰσθητὸν δὲ τὸ τοῖς στοιχείοις ἐνὸν καὶ τοῖς κατὰ μέρος σώμασιν οὐσιωδῶς ἢ καὶ κατὰ συμβεβηκὸς μερικὸν ὄν, δι’ οὗ καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις ὑπ’ αὐτοῦ πάσχουσα ὁμοιοῦται, πρότερον δυνάμει οὖσα ὁμοία αὐτῷ. καὶ τοῦτο τῷ μακρῷ λόγῳ μόλις συνεπεράναμεν· οὗ δὲ σκώμματος διὰ τὸ παράδειγμα δεῖ δεικνύουσιν ἀδηλοτέρῳ τὸ ἄδηλον, καὶ τοῖς ἄλλοις κοινούμεθα,2 οἷς ἧττον εὐπορία τῶν ἐμφανῶν, πρὸς τὰ ἀφανῆ καὶ ἀκριβέστερα καταφεύγουσι καὶ μαθηματικῶς ἐν ὑλικοῖς χρωμένοις ταῖς ἀποδείξεσιν.
至于那由完全现实中且具教示能力者那里、从潜能状态出发进行学习并接受知识者——我指的是第一种潜能,即仅仅依照合宜性且不完全者——正如前文所说,要么必须说它本身甚至根本未曾受动,要么必须说[受动]是同名异义的,且受动与蚀变有两种方式:一是向剥夺性状态的变化,二是向状态与本性的变化。既然这些情况如此,那么潜能中的感觉的唤醒及其向现实活动的变化,就不会像过去所说的那样是严格意义上的受动或蚀变;无论如何,如果我们仍这样说,那亦不过是转用性的说法,而非严格的说法。 然而,既然我们致力于使本著作不遗漏任何最优秀的论述以及适合此类论题的探讨,我们不妨从头提出可能者的划分,并依照其他人所传布的方式更加完全地予以探讨;即便因为重复论述而招致某种责难,我们亦甘愿承受这种指责。在可能者之中,一种是已经依照现实活动而存在者,正如当我们说正在行走的人能够行走、太阳能够运动或照亮一样;另一种则是依照能力与单纯合宜性而言者,正如当我们说坐着的人能够行走、行走的人能够不走一样。再者,在依照现实活动者之中,一种是与被说成具有此能力的事物本身同生共存且构成其形式的,另一种则是后天获得的、并不总是存在于基底之中的。在基底中同生共存且构成形式者之中,正如所说,一种是永恒的且存在于永恒事物之中的,正如天体作圆周运动、大地被安置于全宇宙的中心、神是善的一样;另一种则并非永恒,亦非在永恒基底上被考察,然而只要基底存在,它就与它们共同存在,正如当我们说这团火能够加热、这堆雪能够致冷一样;而现实活动的其余含义——即并非与基底同生共存者——显而易见是在那些从潜能跨越到现实活动之物上被考察的,正如我们在说坐着的人能够行走时所指出的那样。此外,在永恒事物上所说者之中,一种是在完全脱离质料的实体中被考察的,正如神的善与祂的知解;另一种则是直接依附于前者且存在于物体之中,但这些物体是单纯的,没有任何对立面,唯独依照圆周运动而恒常运动,摆脱了一切可朽的困阻。再者,在依照能力者之中,一种是能够转变为现实活动的,正如当我们说儿童能够成为统帅一样,只要没有任何外物成为阻碍;另一种则是绝不会被引向现实活动的,唯独在潜能本身中具有其存在,正如在量度以及一切无条件连续之物的无限分割上,以及数目的进一步推进上所见到的那样。关于可能者,探讨至此已足。 然而感觉在某种意义上是另一种方式,正如知解一样;因为两者皆是依照对形式的接受,一者是对可知解形式的接受,另一者是对可感觉形式的接受;正如在那里理智与可知解者同一,潜能与现实中的理智与潜能与现实中的可知解者同一,在这里感觉亦同样与可感觉者同一。因为正如蜡在潜能上被说成是印章所是的,由于被印刻而在某种意义上亦在现实中成为印章所是的,然而蜡并未在质料上整个地变成印章本身,而仅仅是在表面上接受了它的印记;同样地,在理智与感觉上亦当如此理解,当我们说理智成为可知解者所是的、感觉成为可感觉者所是的时候。因为理智在知解它们时既未变成天使或石头,视觉在观看此类颜色时亦未变成白色或黑色,而仅仅是理智将可知解者的形式、视觉将可感觉者的形式以非质料且认识性的方式接纳在自身之中。因此,感觉将是灵魂的部分性且具认识能力的力量,通过某种蚀变与变化而变得与可感觉物相似;而可感觉物则是本性地或附带性地作为部分存在于元素与个别物体之中的事物,处于现实活动中的感觉正是通过它、受它影响而变得与它相似,而在此之前则在潜能中与它相似。这正是我们在长篇论述中勉强得出的结论;至于由于这一例证而针对那些以更隐晦之物指示隐晦之物的人所必需的嘲讽,我们亦与其他人一同承受,他们由于缺少显明的事物,转而求助于不可见的、更为精确的事物,并在质料性事物中以数学方式使用证明。
- 3.2.5τὸ δὲ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστήμην ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ, τὸ πρῶτον λέγω δυνάμει, τὸ κατ’ ἐπιτηδειότητα μόνην καὶ ἀτελές, ἤτοι οὐδὲ πάσχειν φατέον οὐδ’ αὐτό, ὥσπερ εἴρηται. ἢ ὁμώνυμόν τι καὶ δύο τρόπους εἶναι πάθους καὶ ἀλλοιώσεως
句首的宾格短语 τὸ ... μανθάνον καὶ λαμβάνον ἐπιστήμην(其后有同位语 τὸ πρῶτον λέγω δυνάμει, τὸ κατ’ ἐπιτηδειότητα μόνην καὶ ἀτελές)充当后文动词性形容词 φατέον 的宾格主语(或前置提顿式的悬垂宾格)。在 ἤτοι ... ἢ ... 的后半段“ἢ ὁμώνυμόν τι καὶ δύο τρόπους εἶναι...”中,句式转为由 φατέον 所支配的间接叙述不定词结构(补出 τὸ πάθος 作为 ὁμώνυμόν τι εἶναι 的主语)。
- 3.2.5οὗ δὲ σκώμματος διὰ τὸ παράδειγμα δεῖ δεικνύουσιν ἀδηλοτέρῳ τὸ ἄδηλον, καὶ τοῖς ἄλλοις κοινούμεθα
这里的 δεῖ 用作无人称动词,支配表示所缺少之物的属格 οὗ σκώμματος(关系代词发生引申吸引)以及表示人的与格 δεικνύουσιν(“为那些……展示者所必需的”)。主句是 καὶ τοῖς ἄλλοις κοινούμεθα,其核心骨架为:“对于那些以更隐晦之物展示隐晦者所必需的嘲弄,我们亦与其他人一同分担”。
