- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:63.7-64.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯依据亚里士多德《论灵魂》第二卷第五章,在论述个别感觉之前探讨了一般感觉的定义与本性,考察了感觉作为运动、受动与变异的特征,提出了诸感觉为何不能感知自身的疑难,并通过潜能与现实的区别以及媒介的必要性对该疑难进行了解答。
Διωρισμένων δὲ τούτων λέγομεν κοινῇ περὶ πάσης αἰσθήσεως. ὥσπερ δὲ ἁπλῶς περὶ πάσης ψυχῆς ἐν τοῖς κατ’ ἀρχὰς ἐζητήσαμεν καὶ κοινόν τινα λόγον ὁλοσχερώτερον ἐπὶ κεφαλαίου ἀποδεδώκαμεν, εἶτα πρὸς τὰς κατ’ εἶδος τὴν σκέψιν πεποιήμεθα, οὕτω κἀνταῦθα πρὸ τῶν κατὰ μέρος αἰσθητῶν καὶ αἰσθήσεων περὶ τῆς ὅλης αἰσθήσεως καὶ τοῦ ἁπλῶς αἰσθητοῦ εἰπεῖν ἐπιβάλλομεν, εἴ πως ἁμωσγέπως, ὥσπερ ἐκεῖ, ἀποδοῦναι κοινόν τινα λόγον ἰσχύσαιμεν. συλλαμβάνομεν δὲ κατὰ τὸ εἰωθὸς καὶ ὅσα συντείνει πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ, ὅθεν καὶ ἀναγκαίως ὁ λόγος παρεκταθήσεται διὰ τὰς ἐν μέσῳ ἀσχολίας. καὶ πρῶτον ὅτι ἡ αἴσθησις ἐν τῷ κινεῖσθαι καὶ πάσχειν συμβαίνει, καθάπερ εἴρηται. δοκεῖ γὰρ ἀλλοίωσίς τις εἶναι· τῇ τε γὰρ τῶν αἰσθητῶν ἀντιλήψει τοίως ἢ τοίως διατιθεμένη ἀλλοιοῦσθαι δόξειεν ἄν· τοῦτο δὲ κίνησις. ἐπεὶ δ’ ἅπαξ τὸ πάσχειν καὶ κινεῖσθαι τὴν αἴσθησιν ἐνεδώκαμεν, κοινῶς περὶ τοῦ ποιεῖν καὶ πάσχειν ἐπαπορήσωμεν, ἵν’ ἔχοιμεν καὶ ἰδίως τι λέγειν περὶ αἰσθήσεως. πότερον τῷ ἐναντίῳ πάσχει τὸ ἐναντίον καὶ ποιεῖ, ἢ ὑφ’ ὁμοίου τὸ ὅμοιον, ὡς φασί τινες; ἢ καὶ ἄμφω πῶς μὲν πῶς δ’ οὐ τῷ δυνάμει καὶ ἐνεργείᾳ, ὡς μικρῷ πρόσθεν διεστειλάμεθα. καὶ ἐν τοῖς καθόλου λόγοις ἱκανῶς ἐπεστήσαμεν, πῶς τοῦτο δυνατὸν καὶ ὅπως ἀδύνατον· οὐδὲν δὲ κωλύει καὶ νῦν ἐπὶ βραχὺ διελθεῖν. οὔτ’ οὖν τὰ πάντη ταὐτὰ οὔτε τὰ ἕτερα πάντῃ πάθοι ἢ δράσοι πρὸς ἄλληλα, ἀλλὰ τὰ ἐνεργείᾳ μὲν ἕτερα δυνάμει δὲ ταὐτὰ πάσχει ἀπὸ τοῦ δυνάμει ἐπὶ τὸ ἐνεργείᾳ κινούμενα· τί γὰρ πάθοι φωνὴ ὑπὸ χρώματος ἢ ὄψις ὑπὸ ὀσμῆς; τί δὲ ὕδωρ ὑφ’ ὕδατος ἢ πῦρ ὑπὸ πυρός; ὕδωρ δὲ πυρὶ καὶ πῦρ ὕδατι δρῶσι καὶ πάσχουσι δυνάμει ὄντα ταὐτά· δυνάμει δὲ ταὐτὸν καὶ τῷ αἰσθητῷ αἴσθησις, ἐνεργείᾳ δ’ οὔ. ἔτι καὶ τοῦτο ζητήσωμεν· ἔχει [καὶ] γὰρ ἀπορίαν ἀρκοῦσαν, ἣν κάλλιον ἦν εἰ μετὰ πολλὰ προτεθείκαμεν, ἀλλὰ μὴ νῦν ὑπὸ προθυμίας ὀλιγωρήσαντες·1 τί δήποτε καὶ τῶν αἰσθήσεων αὐτῶν οὐ γίνεται αἴσθησις, καὶ διὰ τί ἄνευ τῶν ἔξω οὐ ποιοῦσιν αἴσθησιν, ἐνόντος πυρὸς καὶ τῶν ἄλλων στοιχείων, ὧν ἔστιν αἴσθησις καὶ τῶν καθ’ αὑτὸ προσόντων καὶ οὐσιωδῶς αὐτοῖς, ὡς ἁφὴ θερμότητος καὶ ψυχρότητος καὶ τῶν ἐναντίων, καὶ τῶν κατὰ συμβεβηκός, ὡς ἕτεραι. ἔδει γάρ, εἴπερ ἀντιληπτικὴ τῶν αἰσθητῶν αἴσθησις, αἰσθητὰ δὲ καὶ τὰ αἰσθητήρια, δι’ ὧν αἰσθανόμεθα, καὶ τούτων ἀντιλαμβάνεσθαι, καὶ τὸν ὀφθαλμὸν αὐτὸν ὁρᾶν ἔδει καὶ μηδενὸς ἔξωθεν παρόντος. λύεται δέ, ὅτι τὸ αἰσθητικὸν οὐκ ἔστιν ἐνεργείᾳ, ἀλλὰ δυνάμει μόνον, πᾶν δὲ τὸ δυνάμει προάγεται ὑπό τινος ἐνεργείᾳ ὄντος· καὶ καθάπερ τὸ καυστὸν δυνάμει οἷον ξύλον ἢ ἔλαιον οὐ καίεται αὐτὸ καθ’ αὑτὸ ἄνευ τοῦ καυστικοῦ (ἔκαιε γὰρ ἂν αὑτό, καὶ οὐδὲν ἐδεῖτο τοῦ ἐντελεχείᾳ πυρὸς ὄντος), οὕτω τοι κἀνταῦθα. ἀναλογεῖ γὰρ τῷ μὲν καυστῷ ἡ αἴσθησις, τῷ δὲ πυρὶ τὸ αἰσθητόν. ὅτι δὲ δυνάμει μόνον ἡ αἴσθησις τῇ ἀπουσίᾳ τῶν αἰσθητῶν, δῆλον ἐκεῖθεν· ἐπεὶ γὰρ τὸ αἰσθανόμενον λέγεται διττῶς (τό τε γὰρ δυνάμει ἀκοῦον καὶ ὁρῶν ἀκούειν καὶ ὁρᾶν λέγομεν, κἂν τύχοι καθεῦδον, καὶ τὸ ἤδη ἐνεργοῦν), διχῶς ἂν καὶ ἡ αἴσθησις λέγοιτο, ἡ μὲν ὡς δύναμις, ἡ δὲ ὡς ἐνέργεια. πάσχει δὲ πᾶν δυνάμει καὶ κινεῖται ὑπὸ τοῦ ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος. διὸ ἔστι μὲν ὡς ὑπὸ τοῦ ὁμοίου πάσχει ἡ αἴσθησις τοῦ αἰσθητοῦ, ἔστι δ’ ὡς ὑπὸ τοῦ ἀνομοίου, καθάπερ εἴπομεν· πάσχει γὰρ τὸ ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιον γίνεται. ἀλλὰ τί ταῦτα πρὸς τὸ ζητούμενον; ἐοίκαμεν γὰρ πόρρω βάλλειν ἢ καθ’ ἑαυτῶν· εἰ γὰρ ἡ αἴσθησις δύναμις, τελειοῦται δὲ τῇ θίξει τοῦ αἰσθητοῦ, αἰσθητὸν δὲ τὸ ἐν τῷ ὀφθαλμῷ ὑγρὸν τά τε χρώματα καὶ οἱ διάφοροι χιτῶνες, πῶς ἔγγιον ὄντα οὐ μᾶλλον τελειοῦσι τὴν ὅρασιν, ἵν’ ὁρατὰ χρηματίσωσιν; ἢ μὴ μόνης εἶναι τὴν αἰσθητικὴν ἐνέργειαν αὐτῆς τῆς αἰσθητικῆς δυνάμεως,2 ἀλλὰ τοῦ συνάμφω, τοῦ αἰσθητηρίου καὶ τῆς δυνάμεως· δεῖσθαι δὲ καὶ τοῦ μεταξὺ πᾶσαν αἴσθησιν· μέσον δὲ ὁρῶντος καὶ ὁρωμένου τὸ διαφανές, ὅτε πεφωτισμένον ᾖ. πῶς οὖν ἡ ὄψις αὐτὴ γυμνὴ περί τι ἐνεργήσει μὴ ἔχουσα ὄργανον καὶ ἀμέσως; εἰ οὖν δεήσει τὴν ὄψιν τὸν ὀφθαλμὸν ἰδεῖν, δεήσει καὶ ὀργάνου. τί δὲ οἰκειότερον ὀφθαλμοῦ τῇ ὄψει ὄργανον; ὀφθαλμὸς δὲ τὸ ὑγρὸν καὶ λευκὸν καὶ τἄλλα· ὥστε εἰ τὸν ὀφθαλμὸν ὀφθῆναι δεῖ, ἑτέρου ὀφθαλμοῦ ἀοράτου χρεία, καὶ εἰ κἀκεῖνον, ἄλλου· καὶ τοῦτο εἰς ἄπειρον.
这些事情既然已被规定,我们便共同地讨论全部感觉。正如我们在开篇就单纯讨论了全部灵魂,给出了一个普遍且较概括的共通定义,其后又转向按种类的考察一样,在此处亦同样,在讨论个别的感觉对象与诸感觉之前,我们着手论述整体的感觉与单纯的感觉对象,以期如彼处一样能以某种方式给出某种共通的定义。我们亦照例将一切有助于获得该定义的内容一并纳入,因此论述亦必然因其中介入的杂务而有所延伸。 首先,正如已言及的那样,感觉发生在被推动与受作用之中。因为它似乎是某种变异;因为因对感觉对象的感知而被置于这样或那样的状态,它便看似发生了变异;而这便是一种运动。既然我们一旦承认了感觉遭受作用且被推动,我们就普遍地就施动与受动提出疑难,以便我们对感觉亦有其本己的见地可谈。究竟相反者是由相反者遭受作用并对其施动,抑或如某些人所说,相似者是由相似者遭受作用?或者,是否如我们不久前所区分的那样,依潜能与现实在某种意义上二者皆是,而在另一种意义上皆非? 我们在普遍论述中已充分考察了这如何可能以及如何不可能;但如今亦不妨简要地重述一番。因此,无论在各方面皆同一者,抑或在各方面皆相异者,彼此之间皆不可能受作用或施动,相反,现实上相异而潜能上同一者,由于从潜能状态向现实状态运动而遭受作用;因为声音能从颜色那里遭受什么,或者视觉能从气味那里遭受什么呢?水能从水、火能从火那里遭受什么呢?水对火、火对水,乃因潜能上是同一的而施动并受作用;而感觉与感觉对象在潜能上亦是同一的,但在现实上却不是。 我们且进一步探究此事;因为这包含着充分的疑难,而由于我们如今急切从事而有所忽略,此疑难本应在许多论述之后提出更为恰当:究竟为何对诸感觉自身亦不产生感觉,以及为何在没有外部事物的情况下它们不产生感觉,尽管在其内部存在着火及其余元素,而关于这些元素自身、关于本然且本质地属于它们的属性(如触觉感受冷热及相反者),以及关于偶性属性(如其余感觉),皆存在着感觉?因为若是感觉能够感知感觉对象,而我们赖以感觉的感觉器官亦是感觉对象,那么理应亦能感知这些器官,且纵使外部无物现存,眼睛自身亦理应能看见自身。 然而这被如下事实所解决:感觉者并非在现实中存在,而仅仅在潜能中存在,并且一切处于潜能之物皆由某种处于现实之物所引发;正如在潜能上可燃之物(如木或油)若没有助燃者便不能自身燃烧(否则它就会燃烧自身,且完全不需要现实是火之物),在此处亦完全是如此。因为感觉类比于可燃者,而感觉对象类比于火。而感觉在感觉对象缺席时仅仅处于潜能,由以下事实显明:因为感觉者有双重说法(因为我们在潜能上听与看者即使恰好在睡眠中,我们亦说其在听、在看,并且我们亦对已在现实活动者如此说),感觉亦可以双重地说,一者作为能力,另一者作为现实活动。并且一切潜能之物皆被施动者且处于现实之物所作用和推动。因此,正如我们所说,在某种意义上感觉是由感觉对象作为相似者所作用,而在另一种意义上则是由不相似者所作用;因为遭受作用的是不相似者,而已遭受作用之后便成为相似者。 但这与所探究之事有何相干呢?因为我们看似击偏了目标,或在自相攻击;因为若感觉是一种能力,且通过与感觉对象的接触而得以完成,而眼睛中的水分、颜色以及各层膜皆是感觉对象,那么既然它们更为切近,为何它们不更能使视觉臻于完成,以作为可见者发生作用呢?抑或应当说,感觉的现实活动并不单单属于感觉能力自身,而是属于感觉器官与能力的结合体;且一切感觉皆需要媒介?而看者与被看者之间的媒介乃是透明者,当其被照亮之时。那么,赤裸裸的视觉自身在没有工具的情况下又如何能直接地就某物进行现实活动呢?因此,若视觉必须看见眼睛,它亦将需要工具。然而对视觉而言,还有什么工具比眼睛更为本己呢?而眼睛正是水分、白色部分及其他成分;因此若眼睛必须被看见,便需要另一只看不见的眼睛,而若要看见那一只,又需要另一只;而这便将陷入无穷。
- 3.2.5ἣν κάλλιον ἦν εἰ μετὰ πολλὰ προτεθείκαμεν, ἀλλὰ μὴ νῦν ὑπὸ προθυμίας ὀλιγωρήσαντες
κάλλιον ἦν 是未完成过去时直陈式(非人称表达式中省略 ἄν),表达对未实现之事的过去适宜性(“本应更好”)。条件从句 εἰ ... προτεθείκαμεν 使用现在完成时直陈式,构成过去与事实相反的虚拟条件。而在 ἀλλὰ μὴ νῦν ... ὀλιγωρήσαντες 中,分词 ὀλιγωρήσαντες 与前述构想相对立,通过对比表明作者由于热情急切而在此刻先行提出了该问题这一实际行为。
- 3.2.5ἢ μὴ μόνης εἶναι τὴν αἰσθητικὴν ἐνέργειαν αὐτῆς τῆς αἰσθητικῆς δυνάμεως
连词 ἤ 之后接否定词 μή 与不定式 εἶναι。这是在对疑难(aporia)提出审慎的解决构想时的常见用法,省略了主句中表示“应当说/应当认为”的动词(如 λεκτέον 或 φατέον),以间接引语的不定式结构表达一种假设性解答(“抑或应当说感觉的现实活动并不属于……”)。
