- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:61.33-63.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯通过区分未消化(相反)与已消化(相似)调和了关于营养物的古代争议,论证了唯有有生命的物体才能借由固有之热受滋养,并根据各自的目的与功能界定了营养、增大与生育这三种能力。
ἡμῖν δὲ ὡς ἔθος διαπορεῖν καὶ περὶ τῶν ἐναργῶν, οὕτω τὸν λόγον προάγομεν. πότερον δέ ἐστιν ἡ τροφὴ τὸ τελευταῖον προσγινόμενον ἢ τὸ πρῶτον, ἔχει διαφοράν, καὶ αὕτη λύσις· ἐπεὶ γὰρ ἄμφω τροφαὶ ὁ ἄρτος καὶ τὸ αἷμα, ἡ μὲν πρώτη, ἡ δὲ τελευταία, καὶ ἡ μὲν ἄπεπτος, ἡ δὲ πεπεμμένη, ἀμφοτέρως ἂν ἐνδέχοιτο τὴν τροφὴν λέγειν καὶ ἐναντίαν τῷ τρεφομένῳ καὶ ὁμοίαν· ᾗ μὲν ἄπεπτος, τὸ ἐναντίον τῷ ἐναντίῳ τρέφεται, ᾗ δὲ πεπεμμένη, τῷ ὁμοίῳ τὸ ὅμοιον. ὥστε φανερὸν ὅτι λέγουσι τινὰ τρόπον ἀμφότεροι καὶ ὀρθῶς καὶ οὐκ ὀρθῶς. ἐπεὶ δὲ οὐδὲν τρέφεται μὴ μετέχον ζωῆς (ἐλάθομεν γὰρ ἡμεῖς καταχρώμενοι τῷ τοῖς πολλοῖς φύρεσθαι1 τροφὴν καὶ αὔξησιν ἀνωτέρω κατηγοροῦντες τοῦ πυρός), τὸ ἔμψυχον ἂν εἴη σῶμα τὸ τρεφόμενον, ᾗ ἔμψυχον· οὐ γὰρ τῷ τρέφεσθαι ἔμψυχον, ἀλλ’ ὅτι ἔμψυχον τρέφεται· ὥστε καὶ ἡ τροφὴ πρὸς ἔμψυχον ἔσται καὶ οὐ κατὰ συμβεβηκός. ἔστι δ’ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι·2 ᾗ μὲν γὰρ ποσόν τι τὸ προσφερόμενον, αὐξητικόν, ᾗ δὲ τόδε τι καὶ οὐσία, τροφή· σώζει γὰρ τὴν οὐσίαν, καὶ μέχρι τούτου τὸ πρᾶγμά ἐστιν, ἕως ἂν τρέφηται. ἐπεὶ γὰρ τὸ τρεφόμενον καὶ εἶδός ἐστι καὶ πεπόσωται (ζῷον γὰρ τυχὸν ἢ φυτόν, καὶ τοσόνδε), κατὰ τὰ αὐτὰ δὲ καὶ ἡ τροφή, ἄρτος τυχὸν ἢ οἶνος, καὶ τοσοῦτος, ᾗ μὲν εἶδος, σώζει τὸ εἶδος προστιθεμένη ᾧ προστίθεται, ᾗ δὲ ποσόν, τὴν κατὰ μέγεθος τοῦ τρεφομένου ποιεῖται ἐπίδοσιν· καὶ ὅταν μὲν εἴη τὸ εἰσαγόμενον πλέον τοῦ ἀπορρέοντος, πρὸς οἷς τρέφεται καὶ αὔξεται, ὅταν δὲ ἔλαττον, φθίνει· στάσις δὲ τοῦ ὄγκου καὶ σωτηρία μόνη τοῦ εἴδους, ὅταν ἴσον. ἔστι δ’ ὅτε καὶ πλείονος τῆς τροφῆς οὔσης οὐκ αὔξεται τὸ σῶμα ὡς ἤδη ἀποκαμόντων τῷ χρόνῳ τῶν μορίων καὶ σκληροτέρων ἢ ὅσον τροφῇ ἐπεκτείνεσθαι γεγονότων· ὅθεν παισὶ μὲν ὑγροτέροις οὖσιν εὐεκτότερα τὰ ὀστᾶ καὶ τάχιστα αὔξεται, πρεσβυτέροις δὲ τοὐναντίον. ὥσπερ δὲ ἡ θρεπτικὴ δύναμις καὶ τρέφει καὶ αὔξει κατ’ ἄλλο καὶ ἄλλο, οὕτω καὶ γεννήσεως ἡ αὐτὴ ποιητικὴ οὐ τοῦ τρεφομένου καὶ παρόντος (ἤδη γάρ ἐστιν αὐτοῦ ἡ οὐσία), ἀλλ’ οἷον τὸ τρεφόμενον· γεννᾷ δ’ οὐθὲν αὐτὸ ἑαυτό, ἀλλὰ σώζει μόνον. πρός τε δὲ τῆς τροφῆς τὴν ποσότητα καὶ ποιότητα καὶ τὸ σπέρμα περίττωμα τροφῆς ὂν ἢ μειοῦται ἢ αὔξεται· ὥστε ἡ μὲν τοιαύτη τῆς ψυχῆς ἀρχή, τὴν θρεπτικὴν λέγω, δύναμίς ἐστιν οἵα σώζειν τὸ ἔχον αὐτὴν ᾗ τοιοῦτον, ἡ δὲ τροφὴ παρασκευάζειν ταύτῃ ἐνεργεῖν τὰ οἰκεῖα.3 διὸ τὸ στερηθὲν τροφῆς οὐ δύναται εἶναι. ἀλλὰ θρεπτικὸν τοῦτο· τἄλλα δέ, εἴπερ δεῖ καὶ ταῦτα ὁρίσασθαι, ἔστιν αὐξητικὸν δύναμις ψυχῆς ἄγουσα εἰς τελείωσιν εἴδους τοῦ ἔχοντος αὐτήν, εἰς ὃ γεγονὸς δύναται ἐκτελεῖν πάσας τὰς ἐνεργείας τὰς φυσικάς· γεννητικὸν δὲ δύναμις καὶ αὐτὸ ψυχῆς οἵα τε οὖσα παρασκευάζειν τὸ ἔχον αὐτὴν ποιεῖν ἕτερον οἷον αὐτὸ κατ’ ἔφεσιν τῆς ἐν τῷ πρώτῳ ἀιδιότητος. ἐπεὶ δ’ ἐστὶ τρία τὸ τρεφόμενον καὶ ᾧ τρέφεται καὶ τὸ τρέφον, τὸ μὲν τρέφον ἐστὶν ἡ ψυχή, τὸ δὲ τρεφόμενον τὸ ἔχον αὐτὴν σῶμα, ᾧ δὲ τρέφεται, ἡ τροφή. ἐπεὶ δὲ ἀπὸ τοῦ τέλους καὶ τοῦ ἔργου ἅπαντα προσαγορεύειν δίκαιον, τέλος δὲ τῆς θρεπτικῆς τὸ γεννῆσαι οἷον αὐτό, εἴη ἂν ἁπλῶς ἡ πρώτη ψυχὴ καὶ φυτικὴ γεννητικὴ οἷον αὐτό· καὶ οὗτος δεύτερος ὁρισμὸς αὐτῇ. ἔτι ἔστιν ᾧ τρέφεται διττόν, τὸ μὲν ὡς ὕλη οἷον ἡ τροφή, ὥσπερ εἴρηται, τὸ δὲ ὡς ὄργανον· καὶ τοῦτο αὖ διττόν, ὥσπερ καὶ ᾧ κυβερνᾷ ὁ πλωτήρ, ἡ χεὶρ καὶ τὸ πηδάλιον, τὸ μὲν κινοῦν καὶ κινούμενον, τὸ δὲ κινούμενον μόνως. τῷ μὲν οὖν ἐμφύτῳ θερμῷ καὶ ᾧ τροφὴ πέττεται ἀναλογείτω ἡ χείρ, κινουμένῳ μὲν ὑπὸ ψυχῆς, κινοῦντι δὲ τὰ ὀργανικὰ τῆς τροφῆς μέλη, στόμα, ὀδόντας, κοιλίαν, ἧπαρ καὶ τἄλλα ἃ κινεῖται μόνως, οὐ κινεῖ δέ, ὥσπερ καὶ τὸ πηδάλιον. εἰ δέ τις δοίη κινεῖν τὴν ναῦν, ἔσται τι ἴσως καὶ αὐτὰ κινοῦντα, τὴν τροφήν. φανερὸν οὖν ὅτι πᾶν ἔμψυχον ἀνάγκη ἔχειν θερμότητα· ἔργον γὰρ πέψις θερμοῦ. τύπῳ μὲν οὖν τί ἐστι τροφὴ εἴρηται· διασαφητέον δὲ ὕστερον περὶ αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις· ἐν γὰρ τοῖς Περὶ ζῴων γενέσεως, ὅταν τὸ σπέρμα περίττωμα τροφῆς λέγωμεν καὶ περὶ τῆς ἁπλῶς τροφῆς διαληψόμεθα.
而正如我们就显明之事亦探究疑难乃是常态,我们亦照此推进论述。营养物究竟是最后添加之物还是最初之物,其中存有差异,而这便构成了解决办法。因为既然面包与血液皆是营养物,前者为最初之物,后者为最后之物,前者为未消化的,后者为已消化的,那么就有可能按两种方式将营养物既说成是受滋养者的相反者,又说成是其相似者:就其未消化而言,相反者依相反者受滋养;就其已消化而言,相似者依相似者受滋养。因此显然,双方在某种意义上说得皆对,又皆不对。但是,既然不分有生命之物皆不受滋养(因为我们此前在将营养与增大归于火时,未曾察觉自己混同于大众而滥用了语词),那么受滋养者应当是有生命的物体,且就其有生命而言是如此;因为并非因受滋养而有生命,乃是因有生命而受滋养;因此营养物亦将是相对于有生命之物而言的,且并非出于偶然。 作为营养物与作为使增大者乃是互异的;因为所提供之物就其为某种量而言,乃是使增大者;就其为此物及实体而言,乃是营养物;因为它保存实体,且只要此物受滋养,它就一直存在。因为既然受滋养者既是形式又具数量(例如或是动物或是植物,且有如此之大),且营养物在相同方面亦是如此(例如或是面包或是酒,且有如此之量),那么它就其为形式而言,在被添加到其所添加之处时保存了形式;就其为量而言,则使受滋养者在体积上产生增长;并且,当摄入之物多于流出之物时,除了受滋养外亦发生增大,当其较少时则衰减;而当其相等时,则唯有体积的停滞与形式的保存。但有时即使食物较多,躯体亦不增大,这是由于部分随时间流逝已然疲惫,且变得比能被食物延展的程度更为坚硬;故而在更湿润的儿童身上,骨骼状态更佳且增大最快,而老年人则相反。 正如营养能力依不同方面既滋养又使增大,同一能力亦产生生育,但并非产生受滋养且现存之物(因为其自身的实体已然存在),而是产生类似于受滋养者之物;因为无物能生育其自身,而只能保存自身。并且相对于食物的数量与质量,作为食物残余的精液亦相应减少或增大;因此灵魂的这一原理——我指的是营养能力——乃是一种能够保存具有它之物就其为如此之物的能力,而食物则促使该能力实现其本己的现实活动。因此被剥夺食物之物不可能存在。然而营养能力是这一项;至于其余各项,若亦须予以界定,使增大者乃是灵魂将具有它之物引向形式完满的能力,达到该完满者便能够完成一切自然现实活动;生育者自身亦是灵魂的能力,能够促使具有它之物依对原初者中永恒性的渴求而产生另一个与其自身相类者。既然受滋养者、赖以受滋养者与施滋养者为三项,那么施滋养者乃是灵魂,受滋养者乃是具有它的躯体,赖以受滋养者则是营养物。然而,既然依目的与功能对一切事物加以命名是正当的,且营养能力的目的乃是生育与自身相类者,那么原初的及植物性的灵魂便可以直截了当地说是生育与自身相类者的能力;而这是对它的第二种定义。此外,赖以受滋养者具有双重含义:一者如前所述乃是作为质料的食物,另一者乃是作为工具的手段;而后者又具有双重性,正如舵手赖以操舵的工具兼有手与舵,一者既推动又被推动,另一者则仅被推动。因此,生来固有的热——即食物赖以消化的手段——应当类比于手,它被灵魂推动,同时推动消化食物的工具性器官,如口、齿、胃、肝以及其余仅被推动而不推动之物,正如舵一样。但若有人承认舵推动船只,那么或许它们亦将推动某物,即食物。因此显然,一切有生命之物必然具有热;因为消化乃是热的功能。营养物是什么在大体上已然言及;但稍后必须在专门的论述中予以阐明;因为在《论动物的生成》中,当我们把精液称为食物的残余时,亦将对单纯的营养物作出判定。
- 3.2.4ἐλάθομεν γὰρ ἡμεῖς καταχρώμενοι τῷ τοῖς πολλοῖς φύρεσθαι
此处为 λανθάνω 过去时搭配主格分词(ἐλάθομεν ... καταχρώμενοι)的习惯结构,表示“我们未曾察觉自己正在滥用”。其后的带冠词不定式 τῷ ... φύρεσθαι 作分词 καταχρώμενοι 的补足语或方式说明,意为“在与大众混同[受世俗通俗用法影响]之中”。
- 3.2.4ἔστι δ’ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι
这是亚里士多德哲学中典型的带与格的本质定义结构(τὸ εἶναι + 与格),意为“作为营养物之存在[本质]与作为使增大者之存在[本质]是互异的”。省略了实质主语 τὸ εἶναι,τροφῇ 和 αὐξητικῷ 充当标示本质归属的与格。
- 3.2.4ἡ δὲ τροφὴ παρασκευάζειν ταύτῃ ἐνεργεῖν τὰ οἰκεῖα
本句与前一分句(ἡ μὲν τοιαύτη... δύναμίς ἐστιν οἵα σώζειν...)形成并列对比,ἡ δὲ τροφὴ 之后的动词不定式 παρασκευάζειν 依赖省略的系动词 ἐστίν(即“食物则是促使……者”)。ταύτῃ 为阴性单数与格代词,指代前文的“营养能力”(τὴν θρεπτικὴν δύναμιν),构成 παρασκευάζω + 与格 + 不定式的使役补足结构。
