← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§64.24-66.5

理智与感觉的差异及器官受动的疑难

索福尼亚斯在对比了理智与感觉的差异后,提出了在疾病或过度状态下感觉器官自身的受动何以被感知的疑难,并通过医学观点以及“感觉乃是能力对器官受动的判定”这一定义予以解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.5#2

καὶ ὁ τοιοῦτος ἐπὶ πάσης αἰσθήσεως προχωρήσει λόγος· οὐ γάρ ἐστιν ἡ αἴσθησις ὁ πολύτιμος νοῦς αὐτὸς καθ’ ἑαυτὸν ἐνεργῶν, μηδενὸς τῶν σωματικῶν προσδεόμενος πρὸς τὴν τῶν νοουμένων ἀντίληψιν, καὶ ἐντὸς καὶ ὅτε καὶ ὅπως βούλεται πρὸς ἑαυτὸν ἐπιστρέφων αὐτὸς αὑτῷ ταμίας καὶ τῆς ἠρεμίας καὶ τῆς κινήσεως· ἀλλ’ ἐκτὸς ἐνεργεῖ καὶ μεθ’ ἑτέρου τοῦ σώματος, καὶ ὅτε τὰ αἰσθητὰ πάρεισι, πρὸς ἑαυτὴν ἀνεπίστροφος. ἔνθεν καὶ τῇ τῶν αἰσθητῶν ὑπερβολῇ φθείρεται. σώματι γὰρ προσχρῆται συγγενεῖ τοῦ πάθους καὶ κάμνει πονοῦσα καὶ ὕπνου δεῖται· οὗτος γὰρ ἀργία αἰσθήσεως. ὧν οὐδὲν περὶ τὴν ἄυπνον καὶ ἄυλον καὶ νοερὰν ὁρᾶται φύσιν. οὔπω δὲ τέλος ἱκόμεθα μύθων, ἀλλ’ ὅσῳ καρτερώτερον ἀπηντήσαμεν, τοσούτῳ δυσχερεστέρως ἀπαλλαττόμεθα. πῶς γὰρ διωσόμεθα, εἴ τις εἰς πυρετοὺς ἡμᾶς ἐμβάλῃ ἢ ἐπιρρεύσει τοῖς ὀφθαλμοῖς ἴκτερον ἢ ἐπίχυμα, εἶτ’ ἄγχων καὶ μηδ’ ἀναπνεῖν ἐῶν ἐριστικώτερον ἐρωτᾷ, εἰ αὐτῶν συνῃσθήμεθα, οὕτω τε φύσιν ἔχοντες, ἢ μή. εἰ μὲν οὖν ἀπαλλαγῆναι σπεύδοντες μηδὲ συναισθέσθαι ἰσχυριούμεθα τὴν ἀρχήν, οὐκ ἂν τούτῳ μόνῳ ἀρκέσαιμεν γέλωτος,1 ἀλλ’ οὐδὲ τοὺς ἄλλους λάθοιμεν οὕτως ἀναισθήτως ἔχοντες· εἰ δ’ ὁμολογήσαιμεν, τί δ’ ἂν ἔτι μεμφοίμεθα εὐκαίρως ἡμᾶς ὀνειδίζοντι αὐτοὺς ἑαυτοῖς ἀντιλέγοντας καὶ οὕτω παρὰ πόδας ἄνω βαλλομένους κάτω; εἰ γὰρ τούτῳ μὴ αἰσθάνεσθαι τῶν οἰκείων ὀργάνων τὴν αἴσθησιν ᾐτιώμεθα τῷ μὴ χωριστῶς ἐνεργεῖν, δεῖσθαι δὲ καὶ τοῦ μεταξύ, πῶς ἁφῇ μὲν τῆς ἐντὸς τοῦ πυρετοῦ θερμότητος αἰσθανόμεθα, ὠχρὰ δὲ τοῖς ἰκτεριῶσι τὰ ἔξω φαίνεται, αὐτὸ τοῦτο τοῦ αἰσθητηρίου πάσχοντος, καὶ κωνώπια ὡς πρὸ τῶν ὀφθαλμῶν ὁρῶμεν τὰ ἐντὸς συνεστῶτα τῶν ἐπιχύσεων, ἢ διχοτομουμένην τὴν κόρην, ὅταν τινὶ νεφέλῃ διείργηται; ταῦτά τε εἴποιεν καὶ ἕτερ’ ἄττα· ἔτι δὲ προσφέροιεν ἂν καὶ τὰ τῆς γλώττης παθήματα, ὡς παρὰ φύσιν ἐχούσης τῆς ἐνούσης ὑγρότητος ἐπαισθάνεται, οἷον πικρότητος ἐν πυρετοῖς, κατὰ φύσιν δ’ οὔ. τίς οὖν εἰς ταῦτα θεραπεία, καὶ πῶς ἀπαλλαγῶμεν; ἆρ’ οὖν, εἰ πρὸς ἰατροὺς οὕτως ἔχοντες ἔλθοιμεν, ἕξομέν τινα τοῖς παροῦσι βοήθειαν; ἐκεῖνοι γὰρ λέγουσιν ἀκριβῶς τὴν φύσιν ἐπισκεψάμενοι, ὡς πυρέττοντες ἑαυτῶν αἰσθανόμεθα οὐ τῶν νεύρων ἢ τῶν σαρκῶν τεθερμασμένων, ἐν οἷς πρώτοις ἡ ἁπτικὴ σύνεστιν αἴσθησις, ἀλλὰ τῶν ὑγρῶν, αἵματος, φλέγματος καὶ τῶν ὑπολοίπων. τί γοῦν ἄτοπον, εἰ κατὰ φύσιν μὲν ἐχόντων διὰ τὸ ὁμαλὸν καὶ οἰκεῖον τῆς ἐν ὅλῳ τῷ σώματι κράσεως μηδενὸς τῶν τοιούτων αἰσθάνεσθαι, ὥσπερ οὐδ’ οἱ τὴν κρᾶσιν θερμότεροι ἑαυτῶν ὡς θερμοτέρων αἰσθάνονται, ἐν ταῖς ὑπερβολαῖς δέ, ὥσπερ ἐκτὸς ἑστώτων τῶν τοιούτων τῆς φύσεως, ὡς ἀλλοτρίων ἐντὸς τὴν φύσιν ἐν τοῖς οἰκείοις μένουσαν ἐπαισθάνεσθαι.2 εἰ γὰρ αὐτὰ τὰ νεῦρα καὶ τὴν σάρκα τεθερμάνθαι ἐλέγομεν, εἶτα ἑαυτῶν ἐπαισθάνεσθαι, ἦν ἴσως ἄλογον· ἄλλων δὲ πασχόντων γνωρίζειν τὴν αἴσθησιν οὐδὲν κωλύει. καὶ σημεῖον ὡς εἰ καθάπαξ τὸ ζῶον θερμαίνοιτο καὶ ὁμαλῶς τὸ δύσκρατον ἔχοι, μηδενὸς τῶν μερῶν ὑγιαίνοντος, ἵν’ εἴη τῶν πασχόντων κριτήριον, φθορὰ τοῦτο καὶ τοῦ ζώου διάλυσις γίνεται. ἀλλ’ ἐπὶ μὲν ἁφῆς οὕτως ὁ λόγος εὐώδωται, ἄλλου φανέντος τοῦ πάσχοντος καὶ ἄλλου τοῦ κρίνοντος· ἐπὶ δὲ γλώσσης καὶ ὀφθαλμοῦ, αὐτῶν πασχόντων καὶ αὐτῶν γνωριζόντων, καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων οὐκ ἀποχρήσει ταῦτα. ἢ κοινότερον τὸν λόγον ποιήσαντες ἴσως ἂν ἀρκέσαιμεν. οὐδὲν οὖν ἕτερόν ἐστιν αἴσθησις, ὡς καὶ μετὰ μικρὸν δηλωθήσεται, ἢ κρίσις ὑπὸ τῆς αἰσθητικῆς δυνάμεως τοῦ ἐν τῷ αἰσθητηρίῳ ἐγγινομένου πάθους ὑπὸ τῶν αἰσθητῶν· οὐδὲν δὲ ὑφ’ αὑτοῦ πάσχει, ἀλλ’ ὑφ’ ἑτέρου καὶ ἀνομοίου. ταῦτ’ ἄρα3 κατὰ φύσιν μὲν ἐχόντων τῶν αἰσθητηρίων οὐκ αἰσθανόμεθα αὐτῶν, ἅτε μηδενὸς ἐν αὐτοῖς ἐγγινομένου πάθους· ὅταν δέ τινι παρὰ φύσιν χυμῷ ἐνσκήψαντι παραχθείη τὸ αἰσθητήριον, εἰκότως τοῦ πάθους ἡ αἴσθησις ἀντιλήψαιτο· οὐδὲν γὰρ μᾶλλον τὸ ἔξωθεν αἰσθητὸν τοίως ἢ τοίως τὸ αἰσθητήριον διατίθησιν ἢ ἐν τοῖς τοιούτοις τὸ πάθος ἔνδον· ὅθεν καὶ οὐ μᾶλλον τοῦ ἐκτὸς ἢ τοῦ ἐντὸς ἡ κριτικὴ δύναμις αἰσθανθήσεται. οὐχ ὁρῶμεν δὲ καὶ μύοντες ταῦτα, καίπερ ἐντὸς ἔχοντες, διὰ τὸ δεῖσθαι τοῦ μεταξὺ καὶ τῷ τὴν ὄψιν μὴ ἄνευ φωτὸς ἐνεργεῖν· οὐδὲ γὰρ ἐν σκότῳ τὰ ἐκτὸς παρακείμενα ὄψεται. ἔξωθεν γοῦν ἐνεργοῦσα μετὰ φωτὸς τὸ μὴ καλῶς ἔχειν τὸ αἰσθητήριον τῇ τῆς ἐνεργείας γινώσκει διαφορότητι· ὅθεν καὶ τοῖς ἔξω τὸ οἰκεῖον περιάπτει πάθος, ὥσπερ ἡ γεῦσις τοῖς σιτίοις τὴν ἰδίαν πικρότητα, οἵ τε σκοτοδινιῶντες οἴονται κύκλῳ τὰ ἔξω φέρεσθαι αὐτοὶ στρεφόμενοι.

同样的论述亦将适用于一切感觉。因为感觉并非那尊贵的、自身独立进行现实活动的心灵,在把握所思之物时完全不需要任何身体性的东西,且在内部随时随心所欲地转向自身,作为自身静止与运动的掌管者;相反,它向外现实活动,且与身体这一相异者相伴,并且唯有当感觉对象现存时才活动,不能转向自身。因此它亦会因感觉对象的过度而遭受毁灭。因为它兼用与受动同类的身体,劳作致倦,且需要睡眠;因为睡眠正是感觉的休止。这一切在不眠的、非物质的理智本性中皆见不到。 然而我们尚未到达议论的终点,反而我们抵抗得越坚决,摆脱起来就越发困难。因为若有人将我们置于发烧之中,或者将黄疸或内障注入眼睛,随后扼住我们的咽喉甚至不准我们呼吸,好辩地质问我们在具有如此状态时是否感知到了它们自身,抑或没有,我们又该如何推却呢?如果我们急于解脱而一口断言起初根本没有感知它们,我们不仅会因此招致嘲笑,而且亦不能以处于如此无感觉的状态欺瞒他人;但如果我们承认了,当有人适时地责备我们自相矛盾,并在当下就颠倒黑白时,我们又能怪罪他什么呢?因为如果我们曾把感觉感知不到自身器官的原因归咎于它不能分离地现实活动、并且还需要媒介,那么为何我们能通过触觉感知发烧内部的热,黄疸病患眼中的外物显现为黄色(尽管正是感觉器官自身遭受此作用),且我们将内障内部凝聚之物看作眼前的蚊蚋,或者在被某种薄翳隔开时看见瞳孔一分为二呢?他们会说出这些话以及其他类似的话;此外,他们还会提出舌头的受动:当其中存在的湿气处于反自然状态时舌头便能察知(如发烧时的苦味),而在自然状态下则不然。 那么对这些情况有什么医治之法,我们又该如何摆脱呢?如果我们处于此种状态下去向医生求助,是否能对眼下的困境获得某种救助?因为医生们精确地考察了自然之后说道,我们发烧时感知到自身,并不是由于触觉首要地内在其中的筋腱或肌肉受热,而是由于体液,即血液、粘液及其他成分受热。既然如此,当由于全身配比的匀称与相合而处于自然状态时,不去感知任何此类事物(正如配比更热的人并不感知自身为更热者),而在过度的情况下,就好像此类事物处于自然之外一样,居于固有界限内的本性在内部感知它们为相异者,这又有何荒谬之处呢?因为如果我们说筋腱和肌肉自身受热、进而感知自身,这或许是不合情理的;但在其他部分遭受作用时,没有什么能妨碍感觉去认知它。有一迹象表明:如果动物完全受热并均匀地具有不良配比,没有任何一部分健康得足以充当受动部分的评判标准,这便成为动物的毁灭与解体。 然而在触觉上,论述通过表明受动者与判定者相异而进展顺利;但在舌头和眼睛上,由于它们自身遭受作用且自身进行认知,在其余感觉上亦同样,这些论述便不够用了。或者,我们若把论述变得更普遍一些,或许就足以应对了。因此,正如不久后将表明的那样,感觉无非是感觉能力对感觉器官中由感觉对象所产生的受动的判定;而没有任何事物被自身所作用,乃是被相异且不相似者所作用。由此可见,当感觉器官处于自然状态时,我们并不感知它们,因为在它们内部并未产生任何受动;但当某种反自然的体液袭来而使感觉器官偏离常态时,感觉自然便把握了该受动;因为外部的感觉对象将感觉器官置于这样或那样的状态,并不比此类情形下内部的受动将其如此处置更甚;因此判定能力感知内部之物绝不亚于感知外部之物。然而,尽管这些东西存在于内部,我们闭上眼睛时却看不见它们,乃是因为需要媒介,以及视觉在没有光的情况下不能现实活动;因为在黑暗中它甚至连邻近的外物也看不见。无论如何,由于它在光下向外进行现实活动,它便凭借现实活动的不同而认知到感觉器官的状态不良;因此它亦将自身的受动归咎于外物,正如味觉将自身的苦味赋予食物,而头晕目眩者在自身旋转时却以为外物在绕圈运行一样。

语法注3 条
  1. 3.2.5οὐκ ἂν τούτῳ μόνῳ ἀρκέσαιμεν γέλωτος

    ἀρκέω 搭配与格(此处为 τούτῳ μόνῳ)和属格(γέλωτος),构成“仅凭此点不仅足以招致嘲笑(不会仅以被嘲笑而了事)”的习语表达。属格 γέλωτος 表明被满足或充足的对象。

  2. 3.2.5τί γοῦν ἄτοπον, εἰ ... μηδενὸς τῶν τοιούτων αἰσθάνεσθαι ... ἐπαισθάνεσθαι.

    在 τί ἄτοπον, εἰ ...(“如果……又有何荒谬之处呢?”)结构中,εἰ 引导的从句本应使用限定动词,此处却转换为了不定式 αἰσθάνεσθαι 和 ἐπαισθάνεσθαι。这是在修辞性疑问句和间接引语思维影响下发生的句式转换(破格)。

  3. 3.2.5ταῦτ’ ἄρα

    ταῦτα 为副词性宾格(表示原因的宾格,意为“因此、由于这些理由”),与语气词 ἄρα 连用构成引出推论结论的固定表达“因此(For this reason, then)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:64.24-66.5