← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§60.18-61.33

营养能力的统合与古人关于食物的两种学说

索福尼亚斯指出营养、增大与生育三种功能从属于同一种灵魂潜能,梳理了古人关于营养的两种观点(依相似者受滋养说与依相反者受滋养说)的论据与疑难,并预告将通过引入区分来解决这一争端。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.4#4

οὐ δεῖ δὲ λανθάνειν, ὡς ἐπὶ μὲν τῶν ἄλλων ταῦτα κεχώρισται (ἕτερον γὰρ τῷ εἴδει τροφὴ καὶ τρεφόμενον καὶ ὁρῶν καὶ ὁρώμενον καὶ τὰ λοιπά), ἐπὶ δὲ τοῦ γεννῶντος καὶ γεννωμένου ταὐτόν· ὅμοιον γάρ. οὕτω δέ πως ἔχει καὶ ἐπὶ τοῦ αὐξομένου καὶ αὔξοντος· ἔνδον γάρ. ὃ δὲ περὶ αὐξήσεως καὶ γεννήσεως εἰρηκέναι φθάνομεν,1 ὡς κἂν τῷ παρόντι μετρίως ἔχοντι ἐξαρκούμενοι, τὸ πάλιν λέγειν ὑπερτιθέμεθα· ἄλλως τε, ἐπείπερ ταῦτα ἔργα καὶ τέλη τοῦ θρεπτικοῦ γεννῆσαι καὶ αὐξῆσαι, ὅσα ἂν περὶ τροφῆς εἴποιμεν, ταῦτα καὶ ὑπὲρ αὐτῶν λέγομεν. δεῖ γὰρ ἑκάστῳ τοῦ ἀεὶ εἶναι, τοῦτο δὲ ἐν τοῖς ζῴοις διὰ γεννήσεως, γέννησις δὲ προσδεὴς αὐξήσεως· ἔστι γάρ τι μέτρον τοῖς σώμασιν, ὃ φθάσαντα ἐντελῶς ἔχει πρὸς γέννησιν· τροφῇ δὲ τὰ ἔμψυχα καὶ αὔξονται καὶ συνίστανται τελειούμενα. ἐπεὶ οὖν ἡ αὐτὴ δύναμις τῆς ψυχῆς θρεπτικὴ καὶ γεννητικὴ καὶ αὐξητική, περὶ τροφῆς ἀναγκαῖον διορίσαι μόνης (εἴη ἂν ἐν τούτῳ καὶ τὰ περὶ ἐκείνων διωρισμένα), καὶ πρῶτον· τῶν γὰρ ἄλλων ψυχικῶν δυνάμεων προτεθήσεται. ἀφορίζεται δ’ αὕτη πρὸς τὰς ἄλλας δυνάμεις τῷ ἔργῳ τούτῳ τῷ τρέφειν. δύο δὲ περὶ τροφῆς δόξαι τοῖς παλαιοτέροις εἰσήγηνται, ἡ μὲν τῷ ὁμοίῳ τρέφεσθαι λέγουσα, ἡ δὲ τῷ ἐναντίῳ. ἄμφω δ’ ὡς μὲν ἀληθῆ, ὡς δὲ ψευδῆ· καὶ κατά τι ταὐτὸν καὶ διάφορον οἱ τῶν ἑκατέρων δοξῶν προϊστάμενοι λέγουσι. θεωρητέον τοῦτο δὴ τοῖς ἑξῆς. δοκεῖ γὰρ εἶναι ἡ τροφὴ τὸ ἐναντίον, ὡς ἀπαθοῦς ὄντος τοῦ ὁμοίου. πάσχει δὲ τὸ τρέφον ὑπὸ τοῦ τρεφομένου πεττόμενον καὶ μεταβάλλει κινούμενον· πᾶσα δὲ μεταβολὴ ἢ εἰς τὸ ἐναντίον ἢ εἰς τὸ μεταξύ. πάσχει δὲ ἡ τροφὴ ὑπὸ τοῦ τρεφομένου, ἀλλ’ οὐ τοῦτο ὑπὸ τῆς τροφῆς, ὅτιπερ οὐδ’ ὁ τέκτων ὑπὸ τῆς ὕλης, ἀλλ’ ὑπ’ ἐκείνου αὕτη· ὁ δὲ τέκτων μεταβάλλει μόνον εἰς ἐνέργειαν ἐξ ἀργίας. ποιητικὸν γάρ τι καὶ ἀπαθὲς τὸ τρεφόμενον, ἐπεὶ τὸ μὲν τὸ αὐτὸ κατ’ εἶδος μένει, τὸ δὲ μεταβάλλει· καὶ ὥσπερ ὁ τεχνίτης μὴ μεταβαλὼν κατὰ πάθος κινεῖται πρὸς ἐνέργειαν, τὴν τῆς ἐν αὐτῷ δυνάμεως τελειότητα, οὕτω κἀνταῦθα οὐ τὸ τρέφεσθαι πάσχειν, ἀλλὰ τῆς θρεπτικῆς τελειότης δυνάμεως· τοῦτο δὲ τῆς μεταβολῆς οὐδὲ κίνησις ἂν καλοῖτο κυρίως ἀλλ’ ἢ γένεσις τελειότητος. οὐ πᾶν δὲ παντὶ τῷ ἐναντίῳ, ὥσπερ καὶ γίνεται, οὕτω καὶ τρέφεται, ἀλλ’ ὅσα μὴ μόνον γένεσιν ἐξ ἀλλήλων ἔχει, ἀλλὰ καὶ αὔξησιν. γίνεται γὰρ πολλὰ ἐξ ἀλλήλων, ἀλλ’ οὐ πάντως καὶ τρέφει, οἷον ὑγιὲς ἐκ κάμνοντος καὶ μέλαν ἐκ λευκοῦ, ὧν οὐδὲν οὐδενὸς τροφή. ὕδωρ δὲ εἰς πῦρ μεταβαλὸν καὶ θρέψαι λέγεται, ὅτι καὶ ηὔξησεν· ἔλαιον γὰρ καὶ κηρός, οἷς τὸ πῦρ τρέφεται, ὕδωρ ἐστὶ πεπονθός τι· καὶ ξύλα δὲ καὶ εἴ τι ἄλλο τῷ ὁπωσοῦν μετέχειν ὑγρότητος καίεται. τὰ γὰρ πάντη κατεξηραμμένα οἷα τὰ σεσηπότα οὐδὲν ὑπὸ πυρὸς πάσχειν δύναται. οὐχ ὥσπερ δὲ τῷ ὑγρῷ τρέφεσθαι τὸ πῦρ λέγομεν, ἤδη καὶ ἀντιστρέψαντες τροφὴν ὕδατος τὴν εἰς αὐτὸ μεταβολὴν τοῦ πυρὸς εἴποιμεν. λόγος δὲ ὅτι τὸ μὲν ὑλικώτερον, τὸ δὲ εἰδικώτερον, καὶ τὸ μὲν δραστικώτατον καὶ λεπτομερέστατον, τὸ δὲ οὐχ οὕτω. τὸ δὲ αὐξόμενον τὸ εἶδος ἐστίν, οὐχ ἡ ὕλη, ὥσπερ ἐν ἄλλοις εἴρηται. τὸ γὰρ αὐξόμενον ἓν εἶναι τῷ ἀριθμῷ πρότερον δεῖ· ἡ δὲ ὕλη ἀπόρρυτος ἀεὶ καὶ ἐπίρρυτος οὖσα καὶ διὰ τοῦτο μὴ ὑπομένουσα ὡς τὸ διὰ σωλῆνος ἰὸν ὕδωρ πῶς ἔσται αὐξόμενον; ἔν τε ταῖς μεταβολαῖς καὶ ταῖς κράσεσι τὴν ἐπὶ τὸ κρεῖττον γένεσιν μὲν ἁπλῶς, φθορὰν δέ τινα ὀνομάζομεν· ἐπικρατούντων δὲ τῶν χειρόνων τὸ ἔμπαλιν. διὰ ταῦτα οὐ τὸν αὐτὸν τρόπον φαίνεται εἶναι ἀλλήλων τροφή, ἀλλὰ τῷ πυρὶ μὲν τὸ ὕδωρ τροφή, τὸ δὲ πῦρ οὐ τρέφει τὸ ὕδωρ. ἐν μὲν οὖν τοῖς ἁπλοῖς σώμασι ταῦτ’ εἶναι δοκεῖ μάλιστα τὸ μὲν τροφή, τὸ δὲ τρεφόμενον. καὶ τοιαῦτα μὲν οὖν οἱ τῷ ἐναντίῳ τρέφεσθαι ἰσχυριζόμενοι λέγουσιν· οἱ δὲ τοσοῦτον δέουσι λέγειν τρέφειν τὸ ἐναντίον, ὅτι μηδὲ τὸ οἰκεῖον, εἰ μὴ ἀκριβέστατον·2 οὔτε γὰρ ἡ ἐν τῇ γαστρὶ χυλοποίησις οὔτε ἡ ἐν ἥπατι ἐξαιμάτωσις, οὐδ’ ἡ ἀνάδοσις οὐδ’ ἡ πρόσθεσις αὔξησις ἢ τροφή, εἰ μὴ παρ’ ὅσον ἡ πρόσφυσις καὶ ὁμοίωσις· σαρκὶ γὰρ ἡ σὰρξ τρέφεται καὶ ὀστοῦν ὀστῷ καὶ τὰ λοιπὰ τῶν ὁμοιομερῶν οὕτως. ἐπεὶ δ’ ἑκατέρως τῷ λόγῳ τὸ ἄπορον, ἣν ἂν διαφορὰν ἐπὶ τῆς τροφῆς εὕρωμεν, αὕτη καὶ λύσις ἔσται, καὶ πρὸς ταύτην οἱ λόγοι διαιτηθήσονται.

不应忽视的是,在其他事物中这些是分离的(因为营养物与受滋养者、看见者与被看见者以及其余各项在形式上互不相同),而在生育者与被生育者中它们则是同一的;因为它们是相似的。在增大者与使增大者之中情形亦大致如此;因为后者在内部。至于我们在增大与生育方面已经论及的事项,由于我们在目前对已适度处理的内容感到满足,因而推迟再次述说;更何况,既然生育与使增大乃是营养能力的功能与目的,凡是我们关于营养物所说的话,亦是在为它们而言说。因为对于每一事物而言,持续存在乃是必然的,而这在动物中是通过生育实现的,且生育需要增大;因为躯体有一确定的尺度,在达到这一尺度时便完全具备了生育的状态;而有生命之物是通过营养物获得增大并得以构成且趋于完满的。因此,既然灵魂的同一种能力兼具营养、生育与增大[的作用],那么仅对营养物作出规定便是必然的(在那之中关于后者的各项规定亦将被包含),并且应当首先予以规定;因为它将被置于其他灵魂能力之先。而这一能力乃是通过滋养这一功能与其他能力区分开来的。 古人关于营养物提出了两种看法,一种主张依相似者受滋养,另一种主张依相反者受滋养。两者在某种意义上为真,在某种意义上为假;持各自观点的论者在某一方面说的是同一回事,在某一方面说的则是相异之事。这确乎应当在下文中予以考察。因为营养物似乎是相反者,盖因相似者是不受作用的。滋养者[食物]通过被受滋养者消化而承受作用,并在被推动中发生变化;而一切变化要么走向相反者,要么走向中间者。然而营养物承受来自受滋养者的作用,受滋养者却不承受来自营养物的作用,正如工匠亦不受质料的作用,而是质料受工匠的作用;工匠只是从闲置转化为现实活动。因为受滋养者是某种动作者且是不受作用的,盖因一者在形式上保持同一,而另一者则发生变化;正如匠人未在受动方面发生变化而只是向着现实活动——即其内部潜能的完满——运动,此处受滋养亦非承受作用,而是营养能力的完满;而这种转变甚至不能严格地被称为运动,而只能被称为完满的生成。 然而,并非一切事物皆如其生成那样,按任何相反者而受滋养,而是唯独那些不仅彼此生成、而且具有增大之物才受滋养。因为许多事物虽彼此生成,却绝非产生滋养,例如健康出于患病,黑出于白,这些事物中无一物是另一物的营养物。然而水转化为火时,亦被说成是滋养了火,因为它使火增大了;因为火赖以受滋养的油和蜡,乃是承受了某种变化的水;木材以及任何以某种方式分有湿气之物亦能燃烧。因为诸如腐朽物等完全干枯之物全然无法承受来自火的作用。但是,我们不能像说火依湿润者受滋养那样,随即颠倒过来,将火向水的转化称为水的营养物。其理据在于:一者更具质料性,另一者更具形式性,且一者极具能动性与精微性,另一者则不然。正如在别处已经言及的,增大者乃是形式,而非质料。因为增大者首先必须在数目上为一;然而质料始终处于流出与流入之中,并因此无法留存,如通过管道流动的水,又怎能成为增大者呢?在各种变化与混合中,我们把向着更优者的转变一方面径直称为生成,另一方面称为某种毁灭;而在劣者占优势时情况正好相反。由于这些缘故,它们作为彼此的营养物并非以相同方式显现,而是水对火而言是营养物,火却不滋养水。因此在单纯物体中,这两者最显著地显得一者为营养物,另一者为受滋养者。 主张依相反者受滋养的论者所说的就是此类论据;而另一些论者非但不认为相反者能够滋养,甚至认为若非最严格的相亲之物[亦不能滋养];因为无论是胃中的食糜化,还是肝脏中的生血,抑或是分发与添加,若非就其紧附与同化而言,皆算不上增大或营养;因为肉依肉受滋养,骨依骨受滋养,其余均质部分亦是如此。然而,既然两种论述方式皆包含疑难,那么凡我们在营养物上所能发现的差异,亦将成为解决方案,诸种论述亦将依此获得裁决。

语法注2 条
  1. 3.2.4ὃ δὲ περὶ αὐξήσεως καὶ γεννήσεως εἰρηκέναι φθάνομεν

    关系代名词 ὅ 包含先行词,在此作关涉宾格(“关于……的事项”),修饰主句的 τὸ πάλιν λέγειν ὑπερτιθέμεθα(“我们推迟再次述说”)。动词 φθάνω 接不定式构成表示“业已……”或“先于……而做”的习语,此处意为“至于我们此前已经论及的事项”。

  2. 3.2.4τοσοῦτον δέουσι λέγειν τρέφειν τὸ ἐναντίον, ὅτι μηδὲ τὸ οἰκεῖον, εἰ μὴ ἀκριβέστατον

    在 τοσοῦτον δέω 搭配不定式(“远非……”、“绝非……”)之后引出的 ὅτι 从句中,动词 λέγουσιν(或 τρέφειν)被省略。整句构成表示递进否定的倒装结构:“他们非但不说相反者能够滋养,甚至说哪怕相亲之物若非最严格的亦[不能滋养]”。μηδέ 承担梯级否定作用(“甚至不……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:60.18-61.33