← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§59.5-60.18

作为运动与生长动力因的灵魂及火的工具性

作者论证了灵魂是运动、性质变化以及增减的动力因,批判了恩培多克勒将植物增大归因于元素自然倾向的观点以及将火视为滋养和增大唯一原因的主张,指出火仅是工具性的共同原因,而赋予增大以界限和尺度的真正主因乃是灵魂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.4#3

οὐκ ἐν πᾶσι δὲ κατάρχει τοῖς ζῶσιν, ὡς πολλάκις εἴρηται, ἡ δύναμις αὕτη. ἔσται οὖν τὰ περὶ τὴν οὐσίαν τέσσαρα εἴδη τῶν κινήσεων, ἡ κατὰ τόπον, ἡ ἀλλοίωσις, ἡ αὔξησις καὶ ἡ φθίσις διὰ ψυχήν. καὶ ὡς μὲν ἡ κατὰ τόπον βουλήσει ψυχῆς τοῖς ζώοις προσγίνεται, οὐ δεῖται κατασκευῆς διὰ τὸ ἐναργές. ὅτι δὲ καὶ ἀλλοίωσις καὶ αὔξησις ἐν τοῖς ἐμψύχοις κατὰ ψυχήν, ἔνθεν· ἡ μὲν γὰρ αἴσθησις ἀλλοίωσίς τις εἶναι δοκεῖ· δυνάμει γὰρ οὖσα ἄγεται εἰς ἐνέργειαν· αἰσθάνεται δ’ οὐδὲν ὃ μὴ ψυχὴν ἔχει. ὁμοίως δὲ καὶ περὶ αὐξήσεως καὶ φθίσεως ἔχει· οὐδὲν γὰρ φθίνει οὐδ’ αὔξεται φυσικῶς μὴ τρεφόμενον, τρέφεται δ’ οὐδὲν ὃ μὴ κοινωνεῖ ζωῆς, οὐ κοινωνεῖ δὲ ζωῆς ὃ μηδὲ ψυχῆς. καὶ οὕτω μὲν αὐξήσεως ἐν τοῖς ἐμψύχοις ποιητικόν τι τὴν ψυχὴν ἡμεῖς ὁριζόμεθα· Ἐμπεδοκλῆς δὲ οὐ καλῶς ποιεῖ ἐν τούτοις αὐτοῖς τὰς ῥοπὰς τῶν στοιχείων ἐπαιτιώμενος. εἴρηκε γὰρ τοῦτο προσθεὶς τὴν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς κάτω μὲν ῥιζουμένοις διὰ τὸ τὴν γῆν οὕτω φέρεσθαι κατὰ φύσιν, ἄνω δὲ διὰ τὸ πῦρ ὡσαύτως. πρῶτον μὲν τὸ ἄνω καὶ τὸ κάτω οὐ καλῶς λαμβάνει· οὐ γὰρ ταὐτὸ τοῖς ἄλλοις τὸ ἄνω καὶ κάτω καὶ τῷ παντί, εἴπερ οὕτω δεῖ λέγειν ἐπὶ τοῦ κόσμου (τὸ δέ ἐστὶ πέριξ καὶ μέσον), ἀλλ’ ὡς ἡ κεφαλὴ τῶν ζῴων, οὕτως αἱ ῥίζαι τῶν φυτῶν, εἰ χρὴ τὰ ὄργανα λέγειν ἕτερα καὶ ταὐτὰ τοῖς ἔργοις. ἄνω δὲ ἡ κεφαλὴ τοῖς ζῴοις, ἐπείπερ ἐκεῖθεν διὰ τοῦ στόματος ἡ τῆς τροφῆς εἴσοδος. ὡς γὰρ ἔμπροσθεν λέγομεν, ἐφ’ ὃ ἡ αἴσθησις, καὶ δεξιόν, ὅθεν ἡ κίνησις, οὕτω καὶ ἄνω, ὅθεν ἡ τροφή, εἴτε καὶ ταυτίζεται τὸ τοῦ παντὸς ἄνω ὡς ἂν ἐπ’ ἀνθρώπου, ἢ καὶ ἔστι διάφορον ὡς ἐπὶ τῶν ἀλόγων καὶ τῶν φυτῶν. πρὸς δὲ τούτοις τί τὸ συνέχον εἰς τἀναντία φερόμενον τὸ πῦρ καὶ τὴν γῆν;1 διασπασθήσεται γὰρ τὸ φυτόν, εἰ μή τι ἔσται τὸ κωλῦσον καὶ καθέξον· εἰ δὲ ἔστι, τοῦτο δὲ ἡ ψυχή, αὕτη καὶ αἰτία αὐτῷ τοῦ αὔξεσθαι καὶ τοῦ τρέφεσθαι. καὶ τί δεῖ ἐγκαλεῖν Ἐμπεδοκλεῖ, ὃς μόνοις φυτοῖς καὶ μόνης αὐξήσεως καὶ ἐν μέρει τὸ πῦρ ᾐτιάσατο; ἀλλ’ εἰσί τινες, οἷς καὶ δοκεῖ τὴν πυρὸς φύσιν ἁπλῶς καὶ μόνον αἰτίαν εἶναι πάσης τροφῆς καὶ αὐξήσεως. ὑπήχθησαν δὲ τῷ μόνον φαίνεσθαι τῶν σωμάτων καὶ τῶν στοιχείων τρεφόμενον καὶ αὐξόμενον· διὸ καὶ ἐν τοῖς ζώοις ὑπέλαβον τοῦτο εἶναι τὸ ἐργαζόμενον. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἐναργῶς ὁ πλεονασμὸς πρόσθεσίς ἐστι· γῆ γὰρ γῇ καὶ ὕδωρ ὕδατι προστιθέμενον ὁμοίῳ ὅμοιον μᾶλλόν τι τὸ ὅλον γίνεται· ὧδε δὲ ἀνομοιοειδῶν προστιθεμένων, ξύλων ἢ τῶν τοιούτων, ὥσπερ ἐπὶ τῶν κυρίως τρεφομένων συμβαίνει τὰ τῆς τροφῆς καὶ αὐξήσεως. οὐχ οὕτω δὲ ἔχει, ἀλλὰ γένεσις μὲν πυρὸς τοῦτο κυρίως λέγοιτ’ ἄν, τροφὴ δὲ ἢ αὔξησις οὐ πάνυ τοι· οὔτε γὰρ ὀργανικόν, οὔτε παραμένει τὸ εἶδος τῷ ἀριθμῷ ταὐτὸν κἂν ἐπὶ βραχύ. ἔτι εἰ δεῖ συνεισάγειν τὸ πῦρ πρὸς τὴν ἐν τοῖς ζώοις τροφήν τε καὶ αὔξησιν, συναίτιον μέν πως ἔσται καὶ ὄργανον (συνεισφέρει γὰρ πέττον τὴν τροφήν, ὑφ’ ἧς ἡ αὔξησις), οὐ μὴν ἁπλῶς γε αἴτιον. τί γὰρ μᾶλλον ἄν τις τῇ ψυχῇ ἀποδοίη; τοσοῦτον γὰρ δέοι τὸ πῦρ τοῦ κυρίως αἴτιον εἶναι2 τροφῆς ἢ αὐξήσεως, ὅτι καὶ χεῖρον ἢ κατὰ τὰ ὀργανικά. λόγῳ μὲν γὰρ τῷ τεχνικῷ τὸ ὄργανον ῥυθμιζόμενον οὐκ ἂν ἁμάρτοι τοῦ τέλους, παρεθὲν δὲ τῷ τεχνίτῃ3 βλάβης οὐδ’ ἄν τινι γένοιτο αἴτιον· τί γὰρ ποιήσει μηδενὸς κινοῦντος; τὸ δὲ πῦρ αὐτενέργητον ὂν βλάψει μᾶλλον ἢ ὠφελήσειεν· ἑψομένου γὰρ τοῦ σιτίου ἢ τοῦ φαρμάκου εἴπερ μὴ ὑπὸ τοῦ μαγειρικοῦ ἢ ἰατρικοῦ κυβερνοῖτο, φθείροιτο ἂν τῷ ἕψοντι πυρὶ καὶ τοῦ εἴδους ἐκσταίη. ἔτι ἡ μὲν τοῦ πυρὸς αὔξησις εἰς ἄπειρον, ἕως ἂν ᾖ τὸ καυστὸν καὶ ἀφθονία χορηγουμένης ὕλης· τῶν δὲ φύσει συνεστώτων πέρας ἐστὶ μεγέθους καὶ αὐξήσεως, καὶ μέτρῳ τοσῷδε ἑκάστῳ προσήκοντι τὰ τῶν ἐμψύχων ὥρισται σώματα· ταῦτα δὲ ψυχῆς, ἀλλ’ οὐ πυρός, καὶ λόγου μᾶλλον ἢ ὕλης. Ἐπεὶ δὲ τὰ μὲν προσδιορθούμενοι τὰ δὲ ἀποπεμπόμενοι ἐν τῷ μέσῳ ἱκανῶς ἠσχολήμεθα, πάλιν τῆς ἀρχῆς ἁψόμεθα. ἦν δὲ ὁ λόγος περὶ τῆς θρεπτικῆς δυνάμεως.

然而,正如屡次言及的那样,这种潜能并非在所有活着的事物中都居于主导。因此,关于实体的四种运动形式——空间运动、性质变化、增大与减少——都将是由于灵魂。空间运动由于灵魂的意愿而在动物身上产生,这一点因其自明性而不需要论证。但是,在有生命之物中性质变化与增大亦是依照灵魂而发生的,这一点从以下方面显明:因为感觉似乎是一种性质变化,盖因处于潜能者被引至现实,并且没有任何无灵魂者具有感觉。对于增大与减少而言情况亦是同样:因为没有任何事物在未被滋养时能自然地减少或增大,且没有任何不分有生命者能被滋养,而完全不分有灵魂者亦不分有生命。通过这种方式,我们规定灵魂是有生命之物中增大的某种动力因;然而恩培多克勒在这些事情上把原因归咎于元素的倾向,这是不对的。因为他说植物在向下扎根时发生增大是由于土在自然上如此运动,而向上则同样是由于火,并作了如是说明。首先,他未能正确把握“上”与“下”;因为对于其他事物而言的上与下,与对于全宇宙而言的上与下并非同一回事,如果确实应当就宇宙作如是说(而那实际上是周围与中心);相反,若应当依据器官的功能而论其异同,那么正如动物有其头部,植物亦有其根部。而头部对于动物而言是“上”,因为从那里通过口腔乃是食物的入口。因为正如我们将感觉所朝向的称为前,将运动所由发的称为右,同样,食物所由入的是上,无论它是如在人身上那样与全宇宙的上相重合,还是如在无理性动物和植物身上那样互有差异。除这些之外,将向相反方向运动的火与土维系在一起的事物是什么?因为若不存在某种予以阻止和抑制之物,植物将被撕裂开来;而如果存在这样一种事物,且这事物即是灵魂,那么这也就是植物增大与受滋养的原因。何须指责恩培多克勒?他仅仅在植物中、仅仅就增大而言、且仅仅是部分地将原因归咎于火;然而甚至有某些人认为,火的本性绝对且唯一地是一切滋养与增大的原因。他们之所以受误导,是因为在一切物体和元素中唯独火显得受滋养并增大;因此他们设想在动物中火亦是运作的主体。因为在其他事物中,增多显然只是一种添加:土被添加到土上,水被添加到水上,以同类加于同类,整体遂变得更大;然而在此处[火的情形中],被添加的乃是木材或此类非同类的材料,滋养与增大的现象就如同在真正受滋养的事物中那样发生。但实情并非如此;相反,这本可确切地称为火的生成,而绝不能称为滋养或增大;因为火既非器官性的,其形式亦未曾在数目上保持同一,哪怕极为短暂的时刻。再者,纵使必须将火作为促成动物中滋养与增大的一并引入,火在某种意义上亦只将是共同原因与工具(因为火通过烹煮食物而发挥促成作用,增大正是由此而来),而绝非绝对的原因。因为人会将什么更归于灵魂呢?火距离作为滋养或增大的本真原因如此之远,以至于它甚至比工具更显劣势。因为受技艺规范调谐的工具绝不至于偏离目的,且即便被匠人搁置,亦不至于成为对任何人的伤害之因(因为没有人驱动它时它又能做什么呢?);而火具有自行动作性,反而更容易造成危害而非利益。因为当食物或药物被熬煮时,若非受到烹饪术或医术规范的引导,就会被熬煮之火所毁坏并脱离其形式。此外,火的增大是无止境的,只要存在可燃之物并有充足供应的质料;然而对于依本性构成的事物而言,体积与增大皆有界限,有生命之物的躯体已被规定了适合于各自的如此大小的尺度。而这些是属于灵魂而非火的,属于理性规范而非质料。既然我们在此期间通过辨正一者且驳斥另一者而耗费了相当的篇幅,我们且重新回到开端。刚才的论述乃是关于营养能力的。

语法注3 条
  1. 3.2.4τί τὸ συνέχον εἰς τἀναντία φερόμενον τὸ πῦρ καὶ τὴν γῆν;

    疑问词 τί 作主语,带冠词的分词 τὸ συνέχον 作谓语(“将……结合保持的事物是什么”)。分词 φερόμενον 修饰名词短语 τὸ πῦρ καὶ τὴν γῆν,该名词短语整体充当 συνέχον 的宾语。中性单数分词 φερόμενον 与火和土两个名词相协调,是受到了较近的中性名词 πῦρ 的吸引,或将二者统括视为中性单数概念。

  2. 3.2.4τοσοῦτον γὰρ δέοι τὸ πῦρ τοῦ κυρίως αἴτιον εἶναι

    此处使用了 τοσούτου/τοσοῦτον δεῖ 加不定词(“远非……”)的惯用句型,动词采用了祈愿气 δέοι,带有推断或潜在的语气(“火绝不可能成为……”)。属格形式的冠词加不定词 τοῦ ... εἶναι 乃是由于 δεῖ 所要求的表示分离的属格补足语。

  3. 3.2.4παρεθὲν δὲ τῷ τεχνίτῃ

    παρεθέν 是动词 παρίημι(放任、置之不理)的过去被动态分词中性单数主格,与前面的主语 τὸ ὄργανον 一致,表条件(“纵使被搁置”)。与格 τῷ τεχνίτῃ 充当被动态分词的施事与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:59.5-60.18