← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§4.32-6.9

定义的方法与关于灵魂的诸疑难

索福尼亚斯阐明了确定定义方法与始基所伴随的普遍困难,随后系统梳理了关于灵魂的实体地位、身体性、可分性以及部分、现实活动与对象之间的优先顺序等一系列疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.1#2

ὅταν δὲ φανερὸν γένηται ὅτι τοσαῖδε, οἷον δύο, καὶ ποῖαι, ὅτι ὑπογραφὴ αὗται καὶ ὁρισμός, ἔτι πολλὰς ἂν ἀπορίας καὶ πλάνας ὁ λόγος ἔχοι. ἑτέρα γὰρ πρὸς τούτοις τρίτη πάλιν ἡμᾶς διαδέχεται ζήτησις, ἐκ τίνων δεῖ ζητεῖν, καὶ ποίαις τῶν μεθόδων ἐπὶ ποίων πραγμάτων χρηστέον. καὶ τοῦτο εὑρόντες πάλιν ζητήσομεν· ἐπειδὴ γὰρ ὁ ὁρισμὸς ἐκ γενῶν ἐστι καὶ διαφορῶν, τί τὸ γένος τοῦ προκειμένου πράγματος καὶ τίνες αἱ διαφοραὶ καὶ πόσαι, ἃς δεῖ τῷ γένει συμπλέξαντας τὸν ὁρισμὸν ἀποδοῦναι. ἄλλαι γὰρ ἄλλων ἀρχαί, καθάπερ ἀριθμοῦ καὶ ἐπιπέδου· τοῦ μὲν γὰρ τὸ διωρισμένον, τοῦ δὲ τὸ συνεχὲς ποσὸν ἐξῃρημέναι ἀρχαί, στοιχειώδεις δὲ καὶ συντεταγμέναι καὶ ὑλικαὶ τοῦ μὲν ἡ μονὰς τοῦ δὲ τὸ σημεῖον, ἡ μὲν συντιθεμένη τὸ δὲ ῥυισκόμενον. καὶ οὕτω μὲν κοινῶς καὶ καθ’ αὑτὴν ὑπάρχει τῇ σκέψει τὸ χαλεπόν. ἰδίως δὲ ζητοῦντες περὶ ψυχῆς ἔτι μᾶλλον ἂν δυσχεραίνοιμεν· πρῶτον γὰρ ἴσως ἀναγκαῖον διελεῖν, ἐν τίνι τῶν γενῶν ἐστιν ἡ ψυχή, δέκα ὄντων τῶν πρώτων, λέγω δὲ πότερον τόδε τί ἐστι καὶ οὐσία ἢ ποσὸν ἢ ποιὸν ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν κατηγοριῶν. ἄλλοι γὰρ ἄλλως περὶ αὐτῆς ἀπεφήναντο οἱ τὸν ὁρισμὸν ζητοῦντες, οἱ μὲν οὐσίαν θέμενοι, οἱ δὲ ποσόν, οἱ δὲ ποιόν· εἰσὶ δ’ οἳ καὶ ἐπὶ τὸ πρός τι ἀνήγαγον. οὐσίας δὲ ὑποτεθείσης ἔτι λείπεται ζήτησις, πότερον τῶν ἐν δυνάμει ὄντων ἐστὶν ἢ μᾶλλον ἐντελέχεια, εἴτ’ οὖν σῶμα (τοῦτο γὰρ τῶν ἐν δυνάμει ἀεὶ διὰ τὴν μεταβολήν) ἢ ἀσώματον· διαφέρει γὰρ οὔτι σμικρὸν οὕτως ἢ ἐκείνως· καὶ εἰ σῶμα ἁπλοῦν ἢ σύνθετον. ἐπεὶ δὲ οὐ σῶμα, πότερον χωριστὴ καὶ ἀθάνατος ἢ ἀχώριστος· καὶ πότερον πολλαὶ ἐν ἑκάστῳ ψυχαὶ ἢ μία· καὶ εἰ πολλαί, τῷ ἀριθμῷ ἢ καὶ τῷ εἴδει· καὶ εἰ τῷ εἴδει, τούτῳ μόνῳ ἢ καὶ τῷ γένει. περὶ γὰρ πάσης ψυχῆς ἡμεῖς σκοπῆσαι προεθυμήθημεν, οὐχ ὥσπερ ἕτεροι, οἳ περὶ τῆς ἀνθρωπίνης μόνης ζητεῖν ἐοίκασιν. εἰ μὲν οὖν ἕν τι κοινὸν κατηγορεῖται πασῶν, εὐλαβητέον τοῦτο ὅπως μὴ λάθῃ γένος ὄν· καὶ δεῖ συνωνύμως κατηγορεῖσθαι καὶ ἕνα ἐπὶ πάσαις ἁρμόττειν λόγον. εἰ δὲ μὴ τὸ κοινὸν γένος ἀλλ’ ὁμώνυμόν τι, καὶ τοὺς λόγους δεῖ πάλιν ἑτέρους ἀνάγκῃ διαφόρους καθ’ ἑκάστην εἶναι, ὥσπερ ἀνθρώπου καθὸ ἀνθρώπου ἕτερος 〈ἢ〉 ἵππου καὶ βοὸς ὁ λόγος. παραιτούμεθα δὲ καὶ τοὺς διὰ ταῦτα τὰς ἰδέας πρεσβεύοντας· τὸ γὰρ καθόλου καὶ ἐν ταῖς διανοίαις ζῷον ἤτοι οὐδέν ἐστιν ἢ ὕστερον. εἰ δὲ μὴ πολλαὶ κατ’ εἶδος, ἀλλὰ μία ἐν ἑκάστῃ φύσει, πότερον ἀμέριστος αὕτη καὶ ἀδιαίρετος ἢ μεριστή τις καὶ πολυδύναμος. καὶ εἰ μὲν μεριστὴ καὶ διαφόροις χρῆται δυνάμεσι, τίνα πρὸς ἄλληλα καὶ πρὸς τὴν ὅλην τὰ μέρη τὴν σύνταξιν ἔχει, οἷον λογικόν, θυμικόν, ἐπιθυμητικόν, ἔτι δὲ αἰσθητικὸν καὶ νοητικὸν καὶ τἄλλα. τούτοις γὰρ πᾶσι καλῶς διαιτῆσαι χαλεπόν·1 ἔτι καὶ τὸ διορίσαι ποῖα τούτων πέφυκεν ἕτερα ἀλλήλων. λαβόντες δὲ καὶ ταῦτα ἔτι πάλιν ἐπαπορήσωμεν, πόθεν ἀρκτέον τῆς διδασκαλίας, πότερον ἐκ τῶν μορίων ἢ ἐκ τοῦ ὅλου, καὶ δεῖ πρότερον λαβεῖν τὴν ὅλην ψυχὴν ἢ τὰ μόρια· καὶ γὰρ δόξειεν ἂν ἑκάτερον εὔλογον. τό τε γὰρ τὰ ἁπλᾶ πρὸ τῶν συνθέτων γνωρίζειν σαφέστερον, καὶ ἀθρόως ἐντυχόντι πολλάκις τῷ πράγματι μᾶλλόν τι καὶ περὶ τῶν μερῶν εἰπεῖν εὐπετὲς ἐγένετο. καὶ εἰ τὰ μόρια, ἐπεὶ ταῖς δυνάμεσιν αἱ ἐνέργειαι ἕπονται (πᾶσα γὰρ ἐνέργεια ἐκ δυνάμεως, καὶ δύναμις ἐξ οὐσίας) καὶ ἀδηλότεραι μὲν αἱ οὐσίαι καὶ δυνάμεις, δῆλαι δὲ αἱ ἐνέργειαι, σταθμώμεθα δὲ τὰς ἕξεις ἐκ τῶν ἐνεργειῶν, ὅταν περὶ τῶν μερῶν τῆς ψυχῆς ζητῶμεν, πρότερον αὐτὰ λάβωμεν ἢ τὰ ἔργα αὐτῶν, οἷον τὸ νοεῖν ἢ τὸν νοῦν, τὸ αἰσθάνεσθαι ἢ τὸ αἰσθητικόν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐὰν δὲ τὰ ἔργα πρότερον ἤτοι τὰς ἐνεργείας δεῖ λαβεῖν, αὗται δὲ τῶν πρός τι, οἷον ἡ νόησις τοῦ νοητοῦ καὶ ἡ αἴσθησις τοῦ αἰσθητοῦ καὶ τοῦ φανταστοῦ ἡ φαντασία, τὸν δὲ εἰδότα τι τῶν πρός τι συννοεῖν ἀνάγκη καὶ τὸ πρὸς ὃ τοῦτο λέγεται, πάλιν ἄν τις ἀπορήσειεν, ἐάν τε τὰ ἀντικείμενα πρότερον τούτων ζητητέον,2 οἷον τὸ αἰσθητὸν τοῦ αἰσθητικοῦ καὶ τοῦ φανταστικοῦ τὸ φανταστὸν καὶ ἐπὶ τοῖς ἄλλοις οὕτως.

然而,即使弄清了方法有几种(例如两种)以及是何种性质(即它们是描述性规定与定义),该论述仍会包含许多疑难与迷茫。因为除这些之外,又有第三个不同的探究等待着我们:应当从何种前提出发进行探究,以及对何种事物应当运用何种方法?即便找出了这一点,我们仍将再次探究:因为定义由属与种差构成,当前的论题之属为何,以及应当与属相结合以给出定义的种差有哪些、有多少?因为不同的事物具有不同的始基,正如数与平面那样:对于前者,离散量是其超越性始基,而对于后者,连续量是其超越性始基;对于前者,单子是其元素性、同列性与质料性的始基,而对于后者,点是其相应的始基,前者被组合,后者则流动。如此一来,就考辨的普遍性及其自身而言便存在着困难。但若专门探究关于灵魂之事,我们便会遭遇更大的困难:因为首先或许有必要辨析,在十个最初范畴存在的情况下,灵魂属于哪个属——我是指,它是某种“这个”即实体,还是数量,或是性质,抑或是被区分出的其他范畴之一。因为寻求定义的人对灵魂作出了各不相同的断言,有些人将其设定为实体,有些人设定为数量,有些人设定为性质;甚至有人将其归于关系。然而即便设定了实体,仍留有一个探究:它是属于潜能的存在者,还是更属于现实,或者究竟是身体(因为身体由于变化而始终属于潜能之列)还是非身体;因为这样还是那样并非微小的差别;且若是身体,是单一体还是复合体。但既然不是身体,它是可分离且不朽的,还是不可分离的?在每个个体中是存在着许多灵魂还是单一灵魂?若是许多,是在数目上还是亦在种上?若在种上,是仅在种上还是亦在属上?因为我们立志考查一切灵魂,而不像其他人那样似乎仅仅探求人类的灵魂。因此,若有某个单一的共通之物被谓述于一切灵魂,就必须提防不要忽略它是一个属;且它必须被同名同义地谓述,并且单一的定义说明必须适用于所有灵魂。但若共通者并非属而是某种同名异义之物,那么定义说明亦必然针对每一者各自不同,正如人作为人的定义说明不同于马和牛的说明。我们亦拒绝那些因这些缘故而尊崇理念的人;因为普遍的、存在于思想中的动物,要么根本不存在,要么是后起之物。但若并非在种上为多数,而在每一本性中为一,那么这个灵魂是无部分的且不可分的,还是有部分的且具有多种能力的?且若是有部分的并运用不同的能力,那么这些部分(例如理性的、激情的、欲望的,以及感觉的、理智的等等)彼此之间以及相对于整体具有何种秩序关系?因为要对这一切作出妥善的裁断乃是困难的;而且界定其中哪些本性上彼此相异亦属不易。即使把握了这些,我们仍将再次产生疑问:教学应当从何处开始,是从部分还是从整体开始?应当先把握整个灵魂还是先把握各个部分?因为两者似乎都言之成理。毕竟在认识复合事物之前先认识单一体更为明晰;但对于一举直面事物的人而言,往往谈论部分也变得更容易些。此外,若是从部分开始,既然现实活动随能力而来(因为一切现实活动出于能力,而能力出于实体),且实体与能力较为隐晦,现实活动则显明,我们又是从现实活动来衡量诸性向——那么当我们探求灵魂的部分时,应当先把握部分自身还是先把握它们的功能,例如先把握知解还是先把握理智,先把握感觉还是先把握感觉能力,其他情况亦同此理?但是,如果必须先把握功能即现实活动,而这些属于相对之物——例如知解是对于可知者的知解,感觉是对于可感觉者的感觉,表象是对于可表象者的表象——且认识相对者中某一物的人必然同时领会其所相对之物,那么人们便会再次产生疑难:对象是否应当先于这些活动而被探求,例如可感觉者是否先于感觉能力,可表象者是否先于表象能力,其他情况亦同此理。

语法注2 条
  1. 2.1.1τούτοις γὰρ πᾶσι καλῶς διαιτῆσαι χαλεπόν

    τούτοις πᾶσι 为中性复数与格,表示不定式 διαιτῆσαι(“仲裁、断定”)所针对的领域或对象(“针对所有这些论点/问题”)。原本属于司法仲裁的用语在此被转用于解决哲学问题。

  2. 2.1.1ἐάν τε τὰ ἀντικείμενα πρότερον τούτων ζητητέον

    此从句作为前述动词 ἀπορήσειεν(“某人将产生疑问”)所支配的间接疑问从句。连词 ἐάν τε(相当于单用的 ἐάν / εἰ ἄρα)并非引导普通的条件从句,而是引出探究的论题:“对象是否应当先于这些被探求”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:4.32-6.9