← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§57.30-59.5

目的因的双重性与作为三重原因的灵魂

在探讨了矿物作为整体的生殖潜能以及目的因的双重性(何目的与为谁目的)之后,论述了灵魂对于有生命身体而言乃是除质料因之外的三种原因(形式因、目的因以及作为运动源泉的动力因)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.4#2

καὶ τὰ μέταλλα δὲ φθειρόμενα πάλιν ἀνταποδίδοται· εἰ γὰρ καὶ μὴ ὅδε ὁ λίθος γεννᾷ ἑαυτῷ ὅμοιον, ἀλλ’ ἥ γε τοῦ ὅλου μετάλλου ὁλότης γεννητικήν πως ἔχει τινὰ δύναμιν· καὶ ἔοικεν ὁ λίθος οὗτος τινὶ τῶν ἐν τοῖς ζῴοις μορίων, αὐτὴ δὲ ἡ τοῦ μετάλλου ὁλότης ὅλῳ τῷ ζῴῳ. καὶ γὰρ τοῖς ζῴοις ἐν τοῖς ὅλοις ἡ γεννητικὴ δύναμις, οὐκ ἐν τοῖς μορίοις, καὶ καθάπερ σαρκός τινος ἀφαιρεθείσης ἀντ’ αὐτῆς ἡ φύσις ἑτέραν ἐγέννησεν, οὕτω κἀν τοῖς μετάλλοις ἀντὶ τοῦ ἀφαιρεθέντος ἀποδίδοται ἕτερον. ἐπεὶ δ’ ἅπαξ τοῦ τελικοῦ αἰτίου μεμνήμεθα καὶ τοῦ οὗ ἕνεκα, βραχέα ἄττα περὶ τούτου διαλαβεῖν ἀναγκαῖον. διττὸν γὰρ τοῦτο, τὸ μὲν οὗ, τὸ δὲ ᾧ,1 οἷον τέλος μὲν τῷ οἰκοδόμῳ κατὰ τὴν οἰκίαν τὸ σκέπασμα ποιῆσαι κωλυτικὸν ὄμβρων καὶ καυμάτων, ἀλλ’ ὡς οὗ· ἐπεὶ δὲ ἡμῖν τοῦτο ποιεῖ τοῖς ἐπιτάξασιν καὶ μισθωσαμένοις, ἔχοι ἂν καὶ ἡμᾶς ἄλλο τέλος ὡς ᾧ. ὡς γοῦν ἐπὶ τῶν τεχνητῶν, οὕτω καὶ ἐπὶ τῶν φύσει συνεστώτων ἔχει. ἡ μὲν γὰρ ἔφεσις ἁπλῶς τοῦ θείου, δι’ ἣν ἕκαστον ποιεῖ τῶν ἐμψύχων ἄλλο οἷον αὐτό, τὸ οὗ· ἐπεὶ δὲ τῶν χρησομένων ψυχῶν τὰ σώματα ὄργανα, καὶ ταύταις ἡ φύσις ἐπλάσατο, ἔσονται καὶ αὗται τέλος ὡς ᾧ. ἀναλογείτω γοῦν ὁ μὲν οἰκοδόμος τῇ φύσει, ἡ δὲ τῶν ὄμβρων καὶ καυμάτων ἀπαλέξησις τῇ ἐφέσει τοῦ ἀγαθοῦ, ὁ δὲ τῆς οἰκίας κύριος τῇ ψυχῇ, τῷ σώματι δὲ ἡ οἰκία. ἔχοι δ’ ἂν οὕτω καὶ ἐπὶ τῶν φυτῶν· τό τε γὰρ σπέρμα ὄργανον ἐπ’ αὐτῶν καὶ τὰ σώματα τῶν ἐν αὐτοῖς ψυχῶν, ἥ τε τῆς ἀιδιότητος ἔφεσις καὶ ἐν ἐκείνοις. ἐπὶ δὲ τῶν ἀψύχων οὐκ ἂν εἴη οὕτω προχωρῶν ὁ λόγος, οἷον ἐν τοῖς μετάλλοις. ἓν γὰρ ἐπὶ τούτοις τὸ οὗ ἕνεκα ἡ τοῦ ἀγαθοῦ ἔφεσις καὶ ἀεί, τὸ δὲ ᾧ οὐκ ἔστιν, ὡς μή τινων ὀργανικοῖς χρωμένων τοῖς ἐν τούτοις σώμασιν,2 ἀλλὰ προσεχῶς μὲν ὑπὸ ψύξεως συνεστώτων καὶ θερμότητος ἐπὶ τῇ ὑγρότητι καὶ ξηρότητι, ἐξῃρημένως δὲ ὑπὸ τῆς ὅλης δημιουργίας· εἰ μήπου τις οὕτω διττὸν τὸ τέλος καὶ ἐπ’ αὐτῶν θεωρεῖ, τὸ μὲν οὗ διὰ τὴν κοσμοποιίαν, τὸ δὲ ᾧ ἐπὶ τῷ κοσμῆσαι τὴν ὕλην, καθὸ καὶ πᾶν εἶδος ἐγγίνεται. τοσαῦτα παρεκβατικώτερον εἰπόντες πάλιν τῆς ἀκολουθίας ἐχώμεθα. ἐπεὶ γάρ, ὡς εἴρηται, κοινωνεῖν ἀδυνατεῖ τοῦ ἀεὶ καὶ τοῦ θείου τῇ συνεχείᾳ, διὰ τὸ μηδὲν ἐνδέχεσθαι τῶν φθαρτῶν τὸ αὐτὸ καὶ ἓν ἀριθμῷ διαμένειν, ᾗ μετέχειν ὡς ἕκαστον δύναται, ταύτῃ κοινωνεῖ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον· καὶ διαμένει οὐκ αὐτὸ ἀλλ’ οἷον αὐτό, ἀριθμῷ μὲν οὐχ ἕν, εἴδει δὲ ἕν. Ἔστι δὲ ἡ ψυχὴ τοῦ ζῶντος σώματος ἀρχὴ καὶ αἰτία. τούτων δὲ πολλαχῶς λεγομένων ὡς ποιητικόν, ὑλικόν, εἰδικὸν καὶ τελικόν, ἔξω τοῦ ὑλικοῦ κατὰ τοὺς ἄλλους τοὺς διωρισμένους τρεῖς τρόπους ἡ ψυχὴ αἴτιον σώματι· καὶ γὰρ ὅθεν ἡ κίνησις3 αὕτη, καὶ ὡς οὗ ἕνεκα, ἔτι δὲ καὶ ὡς οὐσία καὶ εἶδος τῶν ἐμψύχων σωμάτων. καὶ πρῶτον μὲν ὅτι οὐσία καὶ εἶδος, δῆλον· ὃ γὰρ αἴτιον τοῦ εἶναί τισι, τοῦτο καὶ οὐσία καὶ εἶδος αὐτῶν, τὸ ζῆν δὲ τοῖς ζῶσι τὸ εἶναι ἐστί, τούτου δὲ αἰτία καὶ ἀρχὴ ψυχή. ἔτι παντὸς τοῦ δυνάμει ὄντος ἡ ἐντελέχεια εἶδος καὶ λόγος ἐστίν, ἡ δὲ ψυχὴ τοῦ δυνάμει ζωὴν ἔχοντος σώματος ἐντελέχεια· ἡ ψυχὴ ἄρα οὐσία καὶ εἶδος τοῦ τοιούτου σώματος. φανερὸν δ’ ὡς καὶ οὗ ἕνεκα καὶ ὡς τέλος αἰτία ψυχὴ σώματι· ἱκανῶς γὰρ ἀνωτέρω διείληπται. ὥσπερ γὰρ ὁ νοῦς ὁ πρακτικὸς ἕνεκά του ποιεῖ ἃ ποιεῖ (πάντα γὰρ αὐτῷ πρὸς τὸ τέλος νένευκεν, οἷον τῷ οἰκοδομοῦντι πρὸς τὴν οἰκίαν), τὸν αὐτὸν τρόπον καὶ ἡ φύσις, καὶ τοῦτ’ ἐστὶν αὐτῇ τέλος. τοιοῦτον δὲ ἐν τοῖς ζώοις ἡ ψυχὴ καὶ κατὰ φύσιν· πάντα γὰρ τὰ φυσικὰ καὶ ἔμψυχα σώματα τῆς ψυχῆς ὄργανα, καὶ καθάπερ ἐπὶ τῶν ζώων, οὕτω καὶ ἐπὶ τῶν φυτῶν· πρὸς γὰρ τὰς ἑκάστης ψυχῆς ἰδιοτρόπους ἐνεργείας καὶ ἡ διοργάνωσις τῶν δεξομένων σωμάτων ἐπηκολούθησε. διχῶς δὲ τὸ οὗ ἕνεκα, ὡς ἐλέγομεν, τό τε οὗ καὶ τὸ ᾧ· τὸ δεύτερον δὲ τῇ ψυχῇ προσηρμόττομεν. ἀλλὰ καὶ ὡς ποιητικόν, οὐκ οὐσίας μέντοι, ὅθεν δὲ ἡ κατὰ τόπον κίνησις, αἰτία τοῖς ζῶσι ψυχή.

此外,矿物在被毁坏时亦能再次得到补偿;因为即使这块石头并不产生与自身相似者,然而整个矿脉的整体却在某种意义上拥有某种生殖潜能;且这块石头类似于动物中的某个部分,而矿脉的整体自身则类似于整个动物。因为在动物中,生殖潜能也是存在于整体之中,而非存在于各部分之中;正如当某块肉被割除时,本性在其原处生出另一块肉,在矿物中亦是如此,取被移走者而代之的是另一物得到补偿。但是,既然我们曾提及目的因与“为何之故”,就必须对此简要阐述一番。因为这是双重的:其一为“何目的”,其二为“为谁目的”。例如对建筑师而言,就房屋而言的目的是制造防止雨淋日晒的遮蔽物,但这是作为“何目的”;然而既然他是为了我们这些发令并出资雇佣之人制造此物,他也会将我们作为“为谁目的”的另一目的。诚如在人工制品的情形中一样,在依本性构成的事物中亦是如此。因为对神圣者的单纯渴望——有生命之物的每一个体正是为了这一渴望才制造出与自身相似的另一物——即是“何目的”;但是,既然身体是即将使用它们的那些灵魂的工具,且本性正是为了这些灵魂才塑造了身体,那么这些灵魂也将成为“为谁目的”的目的。那么,不妨将建筑师类比于本性,将遮蔽雨淋日晒类比于对善的渴望,将房屋的主人比作灵魂,而将房屋比作身体。在植物的情形中亦可作如是观;因为种子对于它们而言是工具,身体亦是它们之中的灵魂的工具,且对永恒的渴望也存在于它们之中。但在无生命之物的情形中,论述就不会如此展开,例如在矿物中。因为在这些事物中,“为何之故”仅有一个,即对善与永恒的渴望,而“为谁目的”则不存在,因为并没有某些存在将它们之中的身体作为有机工具来使用,而是直接由冷与热在湿与干的基础上构成,且超然地由普遍的造化所构成;除非有人在它们之中亦将目的观察为双重的:由于创世之故而为“何目的”,而就秩序化质料而言则为“为谁目的”,一切形式亦正是在此意义上得以注入。我们有些离题地讲了这许多,现在且让我们重新把握论述的前后顺序。因为正如已经说过的,既然通过连续性来分有永恒者与神圣者是不可能的,由于可毁灭之物中没有任何一个能够在数目上保持同一且为一,那么在每一事物能够分有的限度内,一者分有较多,另一者分有较少;且存留者并非其自身,而是与自身类似者,在数目上并非是一,而在形式上则为一。 灵魂乃是活体身体的本原与原因。而既然原因被多重言说,如动力因、质料因、形式因与目的因,那么除去质料因之外,按照所规定的其余三种方式,灵魂即是身体的原因;因为它既是运动的源头,又是作为“为何之故”,进而亦是有生命之躯体的实体与形式。首先,灵魂是实体与形式,这一点是显然的;因为凡是某些事物之存在的原因者,此即它们的实体与形式,而对于活着的事物而言,活着即是存在,且灵魂乃是这存在的原因与本原。再者,凡潜在存在者的现实完成态皆是形式与定义解说,而灵魂乃是潜在具有生命之躯体的现实完成态;因此灵魂乃是此类躯体的实体与形式。此外,灵魂作为“为何之故”以及作为目的是身体的原因,这也是显而易见的;因为此前对此已作了充分的辨析。正如实践理性为了某种目的而制造其所制造之物(因为对它而言万物皆倾注于目的,正如对建筑者而言皆朝向房屋一样),本性亦是以同样的方式行事,且这就是它的目的。在动物中,且按照本性,灵魂便是这样一种事物;因为所有自然的且有生命的躯体皆是灵魂的工具,正如在动物中一样,在植物中亦然;因为将有所接受的躯体的组织构造,亦正是伴随每种灵魂特有的现实活动而来的。如我们所言,“为何之故”是双重的,即“何目的”与“为谁目的”;而我们已将后者配属于灵魂。不仅如此,灵魂作为动力因——然而并非实体的动力因,而是作为空间运动所由以发生的源泉——也是活着的事物的原因。

语法注3 条
  1. 3.2.4τὸ μὲν οὗ, τὸ δὲ ᾧ

    此为源自亚里士多德《论灵魂》卷二第四章(415b2, 20)关于“为何之故”的双重区分。中性属格 οὗ 表示所要达成的客观目标本身(“何目的”),而与格 ᾧ 则表示从中受益的主体(“为谁目的”)。

  2. 3.2.4ὡς μή τινων ὀργανικοῖς χρωμένων τοῖς ἐν τούτοις σώμασιν

    连词 ὡς 连接属格独立结构(μή τινων ... χρωμένων),表示前述论断的主观理由或根据。形容词 ὀργανικοῖς 作谓语性修饰,支配动词 χρωμένων 的与格宾语 τοῖς ἐν τούτοις σώμασιν,意为“因为并没有某些存在者将这些事物之中的身体作为工具来使用”。

  3. 3.2.4οὐκ οὐσίας μέντοι, ὅθεν δὲ ἡ κατὰ τόπον κίνησις

    承接前文 ὡς ποιητικόν(作为动力因)的省略结构。οὐκ οὐσίας 省略了[ποιητικὸν]αἴτιον,意为“然而并非实体的[动力因]”;随后的 ὅθεν δὲ... 则是动力因的标准定义(“运动由之发端的源头”),与前者构成对比:“并非作为实体的动力因,而是作为空间运动源头的动力因”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:57.30-59.5