- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:56.14-57.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者探讨了在定义灵魂潜能时现实活动与对象在先的认识顺序,并考察了作为分有永恒之途径的营养与生殖功能。同时,论及了关于非理性灵魂之繁衍来源的疑难以及无生命物如何分有形式的永恒保存。
μορίων, οὗτος οἰκειότατος καὶ περὶ ψυχῆς, δῆλον. ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν ἐπικαιροτάτην ποιήσασθαι λαβεῖν ὁρισμῷ τί ἐστιν ἕκαστον αὐτῶν, εἶθ’ οὕτω περὶ τῶν ἐχομένων καὶ ἑπομένων συμβεβηκότων αὐτοῖς ἐπισκέψασθαι. ἐπεὶ δὲ ἐν τοῖς ἑξῆς ἀπὸ τῆς οὐσίας, δυνάμει, ἐνεργείᾳ καὶ τῷ πρὸς ὃ ἡ ἐνέργεια, τὸ πρότερον καὶ τὸ ὕστερον διττὸν ὁρᾶται καὶ ἔμπαλιν (χρόνῳ μὲν γὰρ ἡ δύναμις τῆς ἐνεργείας πρεσβύτερον ἐπὶ τοῦ αὐτοῦ, αὕτη δὲ τοῦ ἀντικειμένου καὶ πρὸς ὃ λέγεται, τῇ φύσει δὲ καὶ τῷ λόγῳ τῷ πρὸς ἡμᾶς ὕστερα·1 ὧν γὰρ ἐν τῷ ὁρισμῷ προσλαμβάνομέν τινα, ταῦτα πρῶτα ἐκείνων· τὴν γοῦν ὄψιν ὁριζόμενοι συλλαμβάνομεν καὶ τὴν ὅρασιν, λέγοντες αὐτὴν δύναμιν τοῦ ὁρᾶν, καὶ ἐν τῷ λόγῳ δὲ τῆς ὁράσεως καὶ τοῦ ὁρατοῦ μνημονεύομεν φάσκοντες αὐτὴν ἀντίληψιν χρωμάτων· τὸ ἀνάπαλιν δ’ οὔ), εἰ οὖν οὕτω ταῦτα, καὶ χρὴ λέγειν, τί ἕκαστον αὐτῶν, οἷον τί τὸ νοητικὸν ἢ αἰσθητικὸν ἢ θρεπτικόν, τὰς δυνάμεις αὐτάς, πρότερον ἔτι λεκτέον τί τὸ νοεῖν καὶ τὸ αἰσθάνεσθαι· πρότεραι γάρ εἰσιν, ὥς γε εἴρηται, τῶν δυνάμεων αἱ ἐνέργειαι καὶ αἱ πράξεις κατὰ φύσιν καὶ λόγον. ἀλλὰ καὶ τούτων ἔτι πρότερα τὰ ἀντικείμενα καὶ ἐν οἷς αἱ ἐνέργειαι· καὶ δεῖ τεθεωρηκέναι περὶ ἐκείνων πρότερον ἀνάγκη καὶ διὰ τὴν αὐτὴν αἰτίαν, οἷον περὶ τροφῆς καὶ αἰσθητοῦ καὶ νοητοῦ· ὥστε πρῶτον περὶ τούτων λεκτέον. λέγομεν δὴ οὖν ἀρξάμενοι πρῶτον περὶ τροφῆς καὶ γεννήσεως· ἡ γὰρ θρεπτικὴ καὶ τοῖς ἄλλοις ὑπάρχει καὶ πρώτη καὶ κοινοτάτη δύναμίς ἐστι ψυχῆς, καθ’ ἣν ὑπάρχει τὸ ζῆν ἅπασιν. ἧς ἔργον γεννῆσαί τε καὶ τροφῇ χρήσασθαι· φυσικώτατον γὰρ καὶ σκοπιμώτατον τέλος τῶν ἔργων τοῖς ζῶσιν, ὅσα τέλεια καὶ μὴ πηρώματα, ὥσπερ τὰ νεογνὰ αἵ τε στεῖραί τε καὶ εὐνοῦχοι (πήρωμα δέ τι καὶ ἀμφοτέρων τῶν φύσεων αἱ ἡμίονοι), ἢ τὴν γένεσιν αὐτόματον ἔχει καὶ ἀσυνδύαστον, ὡς μυῖαι καὶ ψύλλαι, τὸ ποιῆσαι ἕτερον οἷον αὐτό, ζῶον μὲν ζῶον, φυτὸν δὲ φυτόν, ἵνα δὴ τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχωσιν, ᾗ δύνανται· πάντα γὰρ ἐκείνου ὀρέγονται, κἀκείνου ἕνεκα πράττει, ὅσα κατὰ φύσιν. καὶ ἄγγελοι μὲν καὶ ψυχαὶ λογικαὶ καὶ τῷ ἀριθμῷ τοῦ ἀϊδίου μετέχουσιν· τὰ δὲ παρὰ ταῦτα καὶ ἐν γενέσει καὶ φθορᾷ τῷ εἴδει, τοῦτο δὲ τῇ διαδοχῇ. ἀπορήσειεν ἄν τις, εἴπερ φυσικώτατόν ἐστι τὸ ποιῆσαι οἷον αὐτό, ἕκαστον δὲ τοῦ ὁμοίου γεννητικόν· συμβήσεται ἢ καὶ ἐν τῇ ἀλόγῳ ἐνεῖναι τὴν γεννητικὴν δύναμιν, καὶ τὴν αἴσθησιν γεννᾶν αἴσθησιν καὶ τὸν θυμὸν θυμόν, καὶ ἐπὶ τῶν ἄλλων οὕτως, ἢ τὴν φυτικὴν γεννᾶν τὴν ἄλογον, ὡς εἶναι τὸ κρεῖττον παρὰ τοῦ χείρονος· τοῦτο δὲ ἄτοπον. μήποτ’ οὖν, ὥσπερ τῶν αὐτομάτων ζῴων τε καὶ φυτῶν ἡ γένεσις οὐκ ἐκ προυποκειμένης ψυχῆς τῇ διαδοχῇ γίνεται,2 ἀλλὰ τῆς ὕλης ἐπιτηδείου γενομένης ὑπὸ τῆς ὅλης δημιουργίας ἐνίενται ἐν αὐτῇ τῶν βοτανῶν καὶ τῶν ζῴων τὰ εἴδη καὶ αἱ ἐν αὐτοῖς ψυχικαὶ δυνάμεις, οὕτω καὶ ἐπὶ τῆς ἀλόγου ψυχῆς ἐν τοῖς ζῴοις γίνεται, ἐκ τῆς ὅλης δημιουργίας ὑφισταμένης αὐτῆς. ἡ γόνιμος οὖν δύναμις τῆς ἀλόγου ψυχῆς οὐκ ἐν τῇ μερικῇ, ἀλλ’ ἐν τῇ ὅλῃ φύσει, ἥτις γίνεται τῆς διαμονῆς τῶν ψυχικῶν εἰδῶν αἰτία. οὐδεμία δὲ περὶ τῆς λογικῆς ψυχῆς ἐν τούτῳ ἀπορία κατ’ ἀριθμὸν ἐχούσης ἀϊδιότητα, οὐδὲ προσδεὴς γονιμότητος. ἀλλ’ εἰ πάντα τοῦ ἀεὶ ἐφίεται καὶ ἀγαθοῦ, καὶ διὰ τοῦτο τοῖς ἐμψύχοις ἡ γεννητικὴ ἐνέσπαρται δύναμις, πῶς ἐπὶ τῶν ἀψύχων ὁ λόγος εὐοδωθήσεται; οὐδὲ γὰρ τὴν γεννητικὴν ἔχει δύναμιν. λέγομεν οὖν ὅτι ἔνεστι κἀνταῦθα κατὰ τὰ μέτρα αὐτῶν τὴν τοιαύτην θεωρῆσαι ἐνέργειαν. ὡς γὰρ ἐν τοῖς ἐμψύχοις οὐχ ὁμοία ἡ ἔφεσις τοῦ τοιούτου, ἀλλ’ ἐν μὲν τοῖς ζῴοις τοῖς κινουμένοις κατὰ τόπον καὶ ὄρεξις ὑπὸ τῆς φύσεως ἐντέθειται παρορμῶσα καὶ διεγείρουσα πρὸς τὴν τοιαύτην ἐνέργειαν, καὶ ἐν αὐτοῖς δὲ τούτοις διαφορὰ πλείστη (ὁ μὲν γὰρ ἄνθρωπος καὶ ἐφιστάνει τῷ γινομένῳ δι’ ὅ, αὐτομάτως δ’ ἐν τοῖς φυτοῖς ἐπιγίνεται), οὕτως οὐδὲν θαυμαστόν, εἰ καὶ ὑφειμένως πως καὶ τὰ ἄψυχα τῆς τοιαύτης μετέχειν φανῶσι δυνάμεως. τὰ γὰρ στοιχεῖα φθαρτὰ ὄντα καὶ παθητὰ καὶ ὑπ’ ἀλλήλων δρῶντα καὶ πάσχοντα, τό τε ἐπικρατοῦν ἕλκει τὸ ἕτερον καὶ πρὸς ἑαυτὸ μεταβάλλει, καὶ τοῦ ἐνταῦθα ὑπὸ θερμοῦ φθαρέντος ψυχροῦ ἀλλαχοῦ ἡ ἀνταπόδοσις γίνεται ἐπικρατοῦντος τοῦ ψυχροῦ3 διὰ τὸ παραμένειν τὰ εἴδη.
正如在各部分的情形中一样,这种方法在关于灵魂的研究中也是最切当的,这一点是显然的。凡打算对这些进行最合宜考察的人,必须通过定义掌握它们之中的每一个是什么,然后以此方式考察紧邻于它们且跟随其后的偶性。但是,既然在随实体而来的诸事物中,就潜能、现实以及现实所朝向的对象而言,“在先”与“在后”以双重且颠倒的方式被观察到(因为在时间上,在同一个主体中潜能比现实更为先行,而现实本身又比相对立的且其所朝向的对象先行;但在本性上以及就对我们而言的解说上,它们则是后在的;因为凡是在其定义中我们需要附带引入某些东西的,那些被引入之物就先于前者;例如我们在给视觉下定义时,连同“看见”也一并采纳,称视觉为“看的潜能”,并且在看见的解说中我们也提及可见物,断言看见乃是对“颜色的感知”;反之则不然),因此,如果这些情况是如此,并且必须说明它们之中的每一个是什么,例如思考能力、感觉能力或营养能力究竟是什么,亦即说明这些潜能本身,那么更应当在先说明思考与感觉究竟是什么;因为正如所说的那样,按照本性和解说,现实与活动先于诸潜能。但是甚至比这些活动更在先的,则是诸对象以及活动存乎其中的事物;并且出于同样的原因,必须预先对那些对象进行考察,例如关于营养物、可感觉物与可知物;因此首先必须谈论这些。那么,我们首先从营养与生殖开始谈起;因为营养潜能亦存在于其他事物之中,是灵魂最先的也是最共通的潜能,所有生命的生存皆因它而存在。它的功用是生殖以及利用营养物;因为在所有完全且既非残缺——像初生幼崽、不孕者和阉割者(而骡则是兼具双重本性的某种残缺)——亦非如苍蝇和跳蚤那样自发且不经交配而生成者之中,制造另一个与自身类似的事物,即动物制造动物,植物制造植物,对于生物而言乃是诸功用中最自然也最合目的的终极,以便它们尽可能地分有永恒者与神圣者;因为万物皆渴慕它〔永恒与神圣〕,凡依本性而为者皆因它而行动。天使与理性灵魂在数目上也分有永恒;而除了这些以外、处于生成与毁灭之中的事物,则在形式上分有永恒,而这又是通过延续来实现的。有人可能会提出疑难:既然制造与自身类似者是最自然的,且每一事物皆产生与自己相像者,那么结果要么在非理性灵魂中也存在着生殖潜能,从而感觉产生感觉,激怒产生激怒,在其余事物中亦依此类推;要么就是植物性灵魂产生非理性灵魂,从而导致更好的源于更差的;而这是荒谬的。因此,难道不是如同自发生成的动植物那样,它们的生成并非出自先前存在的灵魂经由传承而来,而是在质料变得适宜之时由普遍的造化注入草木与动物的形式以及存在于其中的灵魂潜能,动物中的非理性灵魂也是如此生成,即由普遍的造化使其得以成立吗?因此,非理性灵魂的生殖潜能并不在个别的本性之中,而是在作为灵魂形式常存之原因的全体自然之中。在这方面对于理性灵魂没有任何疑难,因为它在数目上拥有永恒性,也不需要生殖能力。但是,如果万物皆向往永恒与善,并且为此缘故在有生命者中播下了生殖潜能,那么对于无生命者而言,这一说法又如何行得通呢?因为它们甚至没有生殖潜能。因此我们说,在这里亦可按照它们自身的尺度来观察这种现实活动。因为正如在有生命者中,对此种事物的渴望并非同一,而是在能够依空间运动的动物中,由本性植入了促动并唤醒它们去进行此种活动的欲求,且在这些生物内部亦存在极大差异(因为人类甚至能认识到事情为何如此发生,而在植物中则是自发伴随发生的),所以,即使无生命物似乎也以某种低微的方式分有这种潜能,亦不足为奇。因为诸元素既然是可毁灭且受动的,彼此施加作用并遭受作用,占优势者便吸引他者并将其转变为自身,而此处被热消灭的冷,在别处又因冷占优势而得到补偿,这是为了使各种形式能够保持下去。
- 3.2.4χρόνῳ μὲν γὰρ ἡ δύναμις τῆς ἐνεργείας πρεσβύτερον ἐπὶ τοῦ αὐτοῦ, αὕτη δὲ τοῦ ἀντικειμένου καὶ πρὸς ὃ λέγεται, τῇ φύσει δὲ καὶ τῷ λόγῳ τῷ πρὸς ἡμᾶς ὕστερα
该句对比了时间上的次序(χρόνῳ)与本性及解说上的次序(τῇ φύσει δὲ καὶ τῷ λόγῳ)。中性比较级 πρεσβύτερον 作为表语通指阴性主语 ἡ δύναμις;后半句的 ὕστερα 为中性复数,统指前述的潜能与现实,表明它们在自然与认识界说中处于后位。
- 3.2.4μήποτ’ οὖν, ὥσπερ τῶν αὐτομάτων ζῴων τε καὶ φυτῶν ἡ γένεσις... οὕτω καὶ ἐπὶ τῆς ἀλόγου ψυχῆς ἐν τοῖς ζῴοις γίνεται
μήποτε 与直陈式现在时 γίνεται 连用,构成委婉提出解决方案的疑问句式,意为“难道不是……吗(或许正是……)”。其中的 ὥσπερ 引导的自发产生动植物的分句与 οὕτω 引导的非理性灵魂的分句构成呼应关联。
- 3.2.4καὶ τοῦ ἐνταῦθα ὑπὸ θερμοῦ φθαρέντος ψυχροῦ ἀλλαχοῦ ἡ ἀνταπόδοσις γίνεται ἐπικρατοῦντος τοῦ ψυχροῦ
实质化的中性单数分词短语 τοῦ ἐνταῦθα ὑπὸ θερμοῦ φθαρέντος ψυχροῦ 充当依赖于 ἡ ἀνταπόδοσις 的宾格性属格,意为“对在此处被热所毁之冷的(补偿)”;而其后的 ἐπικρατοῦντος τοῦ ψυχροῦ 则是表示伴随情况或原因的独立属格,意为“当冷占优势时”。
