- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:55.1-56.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《灵魂论》第二卷第三章,以阶梯的比喻阐明从触觉到视觉、欲望、表象及理性的诸能力的层级包含关系,并进一步从万物始基的流溢为这一等级秩序提供本体论奠基。
πάλιν δὲ ἄνευ μὲν τοῦ ἁπτικοῦ τῶν ἄλλων αἰσθήσεων οὐδεμία ὑπάρχει, ἁφὴ δὲ ἄνευ τῶν ἄλλων ὑπάρχει· πολλὰ γὰρ τῶν ζώων οὔτ’ ὄψιν οὔτ’ ἀκοὴν ἔχουσιν οὔτ’ ὀσμῆς ὅλως αἴσθησιν. καὶ τῶν αἰσθητικῶν τὸ μὲν ἔχει τὸ κατὰ τόπον κινητικόν, τὰ δ’ οὐκ ἔχει. τελευταῖα δὲ καὶ ἐλάχιστα ἔχει λογισμὸν καὶ διάνοιαν,1 οἷον ἄνθρωπος ἢ εἴ τι ἕτερον τοιοῦτον ὑπάρχει. καὶ οἷς μὲν ὑπάρχει λόγος, τούτοις καὶ τὰ λοιπὰ πάντα τῶν εἰρημένων· οἷς δὲ ἐκείνων ἕκαστον, οὐ πᾶσι καὶ λογισμός, ἀλλὰ τοῖς μὲν τῶν ζώων οὐδὲ φαντασία, τὰ δὲ ταύτῃ μόνῃ ζῶσι. περὶ δὲ τοῦ θεωρητικοῦ ἕτερος λόγος. ὡς γὰρ ἐπὶ τῶν βαθμίδων ἔχει τῆς κλίμακος (ὁ τῆς δεκάτης ἐπιβὰς καὶ ἄκρας καὶ πασῶν ἐπέβη, πρώτης, τρίτης καὶ τῶν ἑξῆς, ὁ δὲ τῆς πρώτης ἢ δευτέρας μόνης οὐκ ἐξ ἀνάγκης καὶ τῶν μετ’ αὐτάς), οὕτω καὶ ἐνταῦθα· τὸ μὲν γὰρ λογικὸν καὶ αἰσθητικὸν καὶ θρεπτικὸν πάντως· οὐκ ἔμπαλιν δὲ ἀνάγκη. καὶ ἐπ’ αὐτῆς δὲ τῆς αἰσθήσεως ἰδίως οὕτως ἔχει. τὰ μὲν γὰρ ὄψεως ἢ ἀκοῆς μετέχοντα πάντως καὶ ὀσφρήσεως καὶ γεύσεως καὶ ἁφῆς· τὰ δὲ τούτων οὐ πάντως ἐκείνων. σπόγγοι μὲν γάρ, ὥς φασι, καὶ ἀκαλῆφαι μόνης τῆς ἁφῆς κοινωνοῦσιν, ὡς ἁπτόμενα ὅλῳ τῷ σώματι τοῦ περικεχυμένου ἔξωθεν ὑγροῦ τὴν τροφὴν προσπορίζεσθαι,2 καὶ οὐ δι’ ἑνὸς γευστικοῦ μορίου τοῦ στόματος. χῆμαι δὲ καὶ ὄστρεια πρὸς τῇ ἁφῇ καὶ τὴν γεῦσιν ἔχει· μία γάρ τις ἐν αὐτοῖς ἡ τῆς τροφῆς εἴσοδος, ἔχει δέ τι καὶ ὃ ἀναλογεῖ κοιλίᾳ καὶ στόματι· ὄσφρησιν δὲ οὐκ ἔχει· οὐ γὰρ φαίνεται ἁλισκόμενα τῷ δελέατι. πορφύραι δὲ καὶ κήρυκες ἐπεὶ ἕπονται δελεαζόμενα, μετέχοι ἂν καὶ ὀσφρήσεως· ἥκιστα δὲ ἀκοῆς· οὐ γὰρ φαίνεταί τι ὑπὸ τῶν ψόφων πάσχοντα. ὁ ἀσπάλαξ δὲ καίπερ ἀκοὴν ἔχων ὄψεως ἀπεστέρηται ἢ τελέως, ἢ οὐ κυρίως ἔχει. τέλεια δὲ τῶν ζώων κατὰ τὴν αἴσθησιν τὰ καὶ ὄψιν ἔχοντα. ὑπὲρ δὲ τὰς αἰσθήσεις προσεχῶς τέτακται τὸ ὀρεκτικόν, ὃ καὶ ἀναγκαίως πάσαις ταῖς αἰσθήσεσιν ἕπεται, κἂν ᾖ μία μόνη. ὑπὲρ δὲ τοῦτο τὸ φανταστικόν, ὅπερ οὐ παντὶ τῷ κατὰ τόπον πρόσεστι κινουμένῳ· μύρμηξι μὲν γὰρ καὶ μελίτταις καὶ τοῖς ὁμοίοις, ἔτι δὲ καὶ τοῖς ὑπὲρ ταῦτα, καὶ ἁπλῶς οἷς τισιν οὐκ ἀόριστος οὐδ’ ἀνεπίστροφος κίνησις, ἀνάγκη παρεῖναι φαντασίαν, πρὸς ἣν ποιοῦνται τεταγμένην τὴν κίνησιν· σκώληκες δὲ καὶ μυῖαι καὶ ὅσα ἄλλα ἀτάκτως καὶ ἀορίστως ὁρῶνται κινούμενα καὶ μάλιστα τὰ ἐκ σήψεως ἐπετείως γινόμενα ἢ οὐ δοκοῦσιν ὅλως ἔχειν ἢ ἀμυδράν τινα. οὕτω τοι καὶ ἐπὶ τῶν λογικῶν δυνάμεων. καὶ εἴπερ ἔμψυχα τὰ οὐράνια σώματα κατὰ τὸν Ἑλληνικὸν ἀναπλασμόν, δεῖ τελεωτέραν εἶναι καὶ ὑπὲρ τὴν ἀνθρωπίνην τὴν ἐν αὐτοῖς ψυχήν· ὥστε διανοίᾳ μὲν χρήσονται συστοίχῳ ταῖς ἐν αὐτοῖς ζωαῖς, διὰ δὲ τὸ ὅλως περικεῖσθαι σώματα καὶ δόξῃ τῇ ὡς συμπέρασμα, ἢ δήπου καὶ διανοίας ἀποτελεύτησις. οὐκ ἂν δήπου τοσοῦτον ὁ λόγος ἔχοι τὸ προσκορὲς ἀναγκαζομένων τὰ αὐτὰ πολλάκις λέγειν διὰ τὸ σαφές. ἔχοι δ’ ἂν ἡ τάξις αὕτη τοῖς οὖσι καὶ κατὰ λόγον. μᾶλλον γὰρ * * τὰ ἐγγύτερα τῆς μιᾶς τῶν πάντων ἀρχῆς.3 ὡς γὰρ ἐπὶ τῶν ἀριθμῶν οἱ τῆς μονάδος ἐγγύτεροι τῇ δυνάμει μᾶλλον τῶν πορρωτέρω στοιχεῖα ὄντες αὐτῶν, ἥττους δὲ τῷ ἀριθμῷ, καὶ τούτῳ ἀλλήλων καὶ ἐλαττοῦνται καὶ ὑπερέχουσι, τῷ τε πλήθει καὶ τῇ δυνάμει, κατὰ τὸ ἐγγὺς καὶ τὸ πόρρω, οὕτω τοι καὶ τὰ ὄντα πάντα ἐκεῖθεν προελθόντα τὰ μὲν ἐγγύτερα, ὅσῳ τῷ πλήθει συνῄρηνται, τοσούτῳ τῇ δυνάμει τῶν ἐφεξῆς ὑπερέχουσιν,4 καθ’ ὅσον δὲ τῆς ἀρχῆς ἀφιστάμενα πρὸς τὴν ὕλην νενεύκασιν, ἴσην τὴν προσθήκην ποιοῦνται καὶ τὴν ὑφαίρεσιν. ἐντεῦθεν τοῖς οὖσι τὸ κρεῖττον καὶ τὸ χεῖρον. ἔνθεν ἡ λογικὴ τῆς ἀλόγου καὶ πάσης τῆς ἀναισθήτου φύσεως τιμιωτέρα, ταύτης δὲ ὡς ἑνοειδεστέρα μᾶλλον ἡ νοερά· κατὰ γὰρ τὴν ἐν τῇ προόδῳ τῶν ὄντων πρὸς θεὸν ἐγγύτητα καὶ ἀπόστασιν τὸ βέλτιον ἔνεστι καὶ θειότερον. ὅθεν ἄγγελοι μὲν ἀνθρώπων, οἳ δὲ ἀλόγων, τὰ δὲ φυτῶν, τὰ δὲ ἀψύχων κατ’ ἀξίαν καὶ δύναμιν προβεβήκασιν. Ὅτι μὲν οὖν ὁ περὶ τούτων ἑκάστου λόγος, λέγω δὴ ὁ περὶ τῶν τῆς ψυχῆς
另一方面,没有触觉能力,其余各种感觉便无一存在,但触觉却能脱离其余感觉而存在;因为许多动物既无视觉亦无听觉,甚至根本没有嗅觉。而在具有感觉能力者中,有的具有空间运动能力,有的则不具有。而最后且最少数者才具有推理与思辨,例如人,或者若存在任何类此的其他事物。凡具有言语[理路]者,上述其余的一切亦全属于它们;但凡具有上述各能力者,却非全部都具有推理,动物中的某些甚至没有表象,另一些则单凭此而生活。然而关于观照能力的讨论则是另一回事。因为正如阶梯的横木那样(踏上第十层即最顶层者,亦踏上了全部阶梯,包括第一层、第三层以及相续者,而仅踏上第一层或第二层者,并不必然踏上其后的阶梯),在此处亦是如此;因为理性者必然既是感觉的亦是摄养的;但反过来则并非必然。甚至在感觉本身之中,特异的情况亦是如此。因为分有视觉或听觉者,必然亦分有嗅觉、味觉与触觉;但分有后者各感觉者,却不必然分有前者。因为正如人们所言,海绵与海葵仅共有触觉,它们是以整个身体接触由外部环绕流注的液体来获取养分,而非通过嘴这一单一的味觉部位。蛤蜊与牡蛎除触觉外还具有味觉;因为在它们之中有某种单一的养分入口,并且还具有某种相当于胃与嘴的部分;但它们不具有嗅觉;因为它们看来并不被诱饵捕获。而红螺与凤螺由于受饵引诱而跟随,想必亦分有嗅觉;但绝无听觉;因为它们看来并未因声响而受到任何影响。鼹鼠虽有听觉,但视觉却被剥夺,要么完全丧失,要么并非本义地具有。而在感觉上完满的动物,则是那些亦具有视觉者。紧接着诸感觉之上排列着欲望能力,即便只有单一的一种感觉,它亦必然伴随所有的感觉。而在此之上则是表象能力,它并非附属于一切进行空间运动者;因为在蚂蚁、蜜蜂以及类似生物中,乃至在高于这些的生物中,简言之,在运动既非无定亦非无反省的某些生物中,必然存在表象,它们依据表象进行有秩序的运动;但蛆虫、苍蝇以及所有其他被看到无秩序且无定地运动之物,尤其是那些每年由腐败产生之物,要么看起来根本不具有表象,要么仅具有某种模糊的表象。在理性能力上确实亦是如此。并且,如果依照希腊人的神话构想天体是有灵的,其中的灵魂必定比人的灵魂更完满且超越人类;因此它们将运用与其内在生命相协调的思辨,并且由于其完全包裹着身体,亦将运用如同结论的、或者想必亦即思辨之终局的意见。为了清晰而被迫多次言说相同之事,这一讨论想必不会具有太多的令人厌倦之处。而在存在的事物中,这种秩序亦符合道理。因为更接近万物之单一始基者,更为……。因为正如在数目中,更接近单子者因作为其要素而比更远离者在能力上更大,但在数目上更少,并且由此因接近与远离,在多数性与能力上彼此减少与超越,确实,由彼处流出的一切存在者亦是如此,较接近者因其在多数性上被收束,以同样的程度在能力上超越其相续者,而当它们远离始基倾向质料时,则产生同等的增加与减除。存在者由此产生较优与较劣。由此,理性本性比无理性本性及一切无感觉的本性更尊贵,而知性本性因更具一者之形式而比这更尊贵;因为在存在者的流溢中,依照对神的接近与远离而存在着较善与更具神性者。由此,天使在品位与能力上超越人类,人类超越无理性动物,无理性动物超越植物,植物超越无灵之物。因此,关于这些之中每一项的言说,即关于灵魂〔诸能力〕的言说……
- 3.2.3τελευταῖα δὲ καὶ ἐλάχιστα ἔχει λογισμὸν καὶ διάνοιαν
中性复数形容词 τελευταῖα 和 ἐλάχιστα 作主语(“最后且最少数者”),依中性复数主语接单数动词的规则支配单数动词 ἔχει。
- 3.2.3ὡς ἁπτόμενα ὅλῳ τῷ σώματι τοῦ περικεχυμένου ἔξωθεν ὑγροῦ τὴν τροφὴν προσπορίζεσθαι
ὡς 引导不定式 προσπορίζεσθαι 表示结果或方式的说明(“以便获取”)。分词 ἁπτόμενα 为中性复数,充当不定式的逻辑主语(或依意义与前面的受造物呼应)。
- 3.2.3μᾶλλον γὰρ * * τὰ ἐγγύτερα τῆς μιᾶς τῶν πάντων ἀρχῆς
手稿中的残缺由星号标记。脱落了谓语动词或形容词(如 τέλειά ἐστι 等),但依据上下文构成比较结构:“盖愈接近万物之单一始基者,愈[完全/在能力上更大]”。
- 3.2.3ὅσῳ τῷ πλήθει συνῄρηνται, τοσούτῳ τῇ δυνάμει τῶν ἐφεξῆς ὑπερέχουσιν
相关结构 ὅσῳ ... τοσούτῳ(表示程度/差异的与格)表达比例关系:“在多数性上被收束到何种程度,就在同样程度上在能力上超越其相续者”。
