← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§53.24-55.1

灵魂与图形的先后次序及个别定义之必要

索福尼亚斯论证了在灵魂中正如在几何图形中一样存在着本性上的先后次序,阐明不仅要寻求灵魂的普遍定义,更必须分别探究切合于各个种的固有定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.3#2

ἐνίοις δὲ πρὸς τούτοις καὶ τὸ κατὰ τόπον κινητικόν, ἑτέροις δὲ καὶ τὸ διανοητικὸν καὶ νοῦς, οἷον ἀνθρώποις καὶ εἴ τι ζῷον τοιοῦτον ἕτερόν ἐστιν ἢ τιμιώτερον. Ἐπεὶ δὲ τὸ φύσει πρότερον καὶ τὸ ὕστερον, ὥσπερ ἐν τοῖς σχήμασιν, οὕτως ὁρᾶται κἀν ταῖς ψυχαῖς, τῶν δὲ τοιούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος,1 δῆλον ὡς οὐδ’ ὁ κατὰ τοὔνομα λόγος φύσεώς ἐστι λόγος, ἀλλ’ ὁμώνυμος καὶ αὐτός. τῶν γὰρ ὁμωνύμων ἢ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν καὶ οἱ ὅροι κατάλληλοι, ὡς ἐν τοῖς Τοπικοῖς ἐλέγετο ὑγιεινὸν τὸ συμμέτρως ἔχον πρὸς ὑγείαν· οὔτε γὰρ κατὰ τὸ αὐτὸ σιτίον καὶ ἀέρα καὶ περίπατον ὑγιεινὸν ἐλέγομεν οὔτε τὸν λόγον ὁμοίως τούτοις κατὰ ταὐτὸ συνετάττομεν. τοιοῦτος καὶ ὁ τοῦ σχήματος τοῖς γεωμέτραις ἀποδοθεὶς λόγος, τὸ ὑπό τινος ἢ τινῶν ὅρων περιεχόμενον, καὶ ὁ τῆς ψυχῆς παρ’ ἡμῶν ἐντελέχειαν τιθεμένων φυσικοῦ ὀργανικοῦ σώματος. καὶ τὸν αὐτὸν τρόπον τῷ γεωμετρικῷ ὁ παρὼν εἷς ἂν εἴη καὶ ὅμοιος· οὔτε γὰρ ἐκεῖ σχήματα παρὰ τὸ τρίγωνόν ἐστι καὶ τὰ ἐφεξῆς οὐδ’ ἔστι τις τοιαύτη φύσις ἰδία κατὰ τὸ κοινὸν ἱσταμένη καὶ καθ’ αὑτήν, οὔτ’ ἐνταῦθα ψυχὴ παρὰ τὰς εἰρημένας. διὸ ὡς ἂν ἐπὶ τῶν σχημάτων γένοιτο λόγος κοινός, ὃς ἐφαρμόσει μὲν πᾶσι τοῖς κατὰ μέρος, ἴδιος δὲ οὐδενὸς ἐσεῖται καθόλου σχήματος, οὕτω καὶ ἐπὶ ταῖς εἰρημέναις ψυχαῖς. ἔν τε γὰρ τοῖς σχήμασιν καὶ ἐν ταῖς ψυχαῖς ἀεὶ ἐν τῷ ἐφεξῆς ὑπάρχει τὸ πρότερον, οἷον ἐν τετραγώνῳ μὲν τὸ τρίγωνον, ἐν αἰσθητικῷ δὲ τὸ θρεπτικόν. οὐ γὰρ ὥσπερ ἐν τοῖς ὡς γένος διαιρουμένοις εἰς εἴδη ὁ κατὰ τὸ κοινὸν ἀποδιδόμενος λόγος καὶ πᾶσι κατὰ τὸ αὐτὸ καὶ ὁμοίως ὑπάρχει τοῖς εἴδεσι καὶ ἴδιος οὐδενί, ἀλλ’ ἑνὸς τοῦ καθόλου καὶ γενικοῦ, οὕτως ἔχει καὶ ἐπὶ τῶν εἰρημένων· ὁ μὲν γὰρ τοῦ ζώου ὁρισμὸς ἐξ ἴσου καὶ ἀνθρώπῳ καὶ ἵππῳ καὶ βοὶ καὶ τοῖς λοιποῖς ἐφήρμοσεν εἴδεσιν, ἐπεὶ μὴ τὸ φύσει πρότερον ἐν τούτοις καὶ ὕστερον. οὔτε γὰρ ἑνὸς ἀναιρεθέντος ἀνῄρηται τὰ λοιπὰ οὔτε τῶν ὅλων τὸ κοινόν· ἀνθρώπου γὰρ ἀναιρεθέντος οὐδὲν ἧττον μένει τὰ λοιπά, καὶ τῶν κατὰ μέρος ὑπολειπόντων πάντων ζώων ἔτι τὸ κοινὸν γένος τὸ ζῶον καὶ καθ’ αὑτὸ ὡς οὐσία ἔμψυχος αἰσθητικὴ ἐπινοεῖται. ἐνταῦθα δὲ οὔτε κατὰ τὸ αὐτὸ πᾶσιν οὔθ’ ὁμοίως ὁ λόγος τῶν καθόλου ταῖς κατ’ εἶδος ψυχαῖς ἐφήρμοσεν ἢ τοῖς σχήμασιν, ἀλλ’ ὁ μὲν τῷ τριγώνῳ πρώτως, ὁ δὲ τῇ φυτικῇ· ὑπόστασις γὰρ ταῦτα τῶν ἐφεξῆς καὶ ἀναιρεῖ ἀναιρούμενα· καὶ τὸ κοινὸν ἀμφοτέροις οὐδὲν παρὰ τὰ καθ’ ἕκαστα. ὅθεν οὐ μόνον ὅλοις οἰχομένοις συνοίχεται, ἀλλὰ καὶ τὰ παρ’ ἑκατέροις ἑνί, τῷ τριγώνῳ καὶ θρεπτικῷ. τά τε γὰρ ἄλλα σχήματα, ὥσπερ τῷ τριγώνῳ συντέθειται, οὕτω τούτῳ καὶ ἀναλύονται, αἵ τε ψυχαὶ τῷ θρεπτικῷ καὶ συνέχονται καὶ συμφθείρονται. εἰ οὖν οὕτω ταῦτα, ἐνδεῖ δὲ πρὸς ἀρκοῦσαν διδασκαλίαν, ὥς γε εἴρηται, ἡ ψιλὴ τῶν ὁρισμῶν ἔκθεσις συνεσπειραμένη καὶ ὡς ἐν κεφαλαίῳ τὸ πρᾶγμα περιλαμβάνουσα, οὐκ ἐν τοῖς ὁμωνύμοις μόνον, οἷς καὶ ἧττον διὰ κυρίων ὁ λόγος εἰσίν, ἀλλ’ οὐδ’ ἐν τοῖς φυσικοῖς καὶ κατὰ γένος ἀφωρισμένοις, γελοῖοι ἐσόμεθα2 ζητήσαντες ἐπὶ τῆς ψυχῆς καὶ εὑρόντες τὸν κοινὸν λόγον, ὃς οὐδενός ἐστι τῶν κατὰ μέρος ἴδιος, καὶ ὁλοσχερώτερόν πως αὐτὴν ὁρισάμενοι ἀποχρῶσαν διδασκαλίαν νομίσαντες εὐθὺς ἀπαλλάττεσθαι. ἀλλὰ μὴ τοῦτον μὲν ἀφεῖναι δεῖ,3 τὸν δὲ κατὰ μέρος καὶ κατὰ τὸ οἰκεῖον καὶ ἄτομον εἶδος ἑκάστῃ τῶν ψυχῶν προσήκοντα ἕτερον ἑτέρᾳ πειρᾶσθαι τοῖς ἐξ ἀρχῆς συνάγειν καὶ πράγματ’ ἔχειν κατ’ εἴδη διαιροῦντας, τάς τε καθ’ ἕκαστον αἰτίας ἐπισκεπτομένους καὶ τοὺς τρόπους διερμηνεύοντας. ὥσπερ γὰρ τὸν γεωμέτρην, οὕτως ἔχειν δήπουθεν καὶ τὸν φυσικὸν δεῖ· ἐκείνῳ τε γὰρ οὐκ ἀπέχρησεν ἐν τῷ καθόλου τὸ σχῆμα ὁρίσασθαι παρεῖναι τί ἐστι τρίγωνον ἢ τετράγωνον, καὶ τούτῳ μετὰ τοῦ κοινῶς εἰπεῖν περὶ ψυχῆς καὶ τὰς κατὰ μέρος ἐπελθεῖν δεῖ. ὥστε καθ’ ἕκαστον ζητητέον, τίς ἑκάστου ψυχή, οἷον τίς φυτοῦ καὶ τίς ἀνθρώπου ἢ θηρίου. καὶ διὰ τίνα δ’ αἰτίαν τὸ ἐφεξῆς οὕτως ἔχουσι σκεπτέον. ἄνευ μὲν γὰρ τοῦ θρεπτικοῦ τὸ αἰσθητικὸν οὐκ ἔστι, τοῦ δὲ αἰσθητικοῦ χωρίζεται τὸ θρεπτικὸν ἐν τοῖς φυτοῖς.

而在某些事物中除这些之外还存在空间运动能力,在另一些事物中还存在思辨能力与智性,例如在人中,以及若存在任何这类其他的或更为尊贵的动物。然而,既然正如在图形中一样,本性上的先后次序亦见于灵魂中,而在类此的事物中共同被述说之物并非属,显然依据名称的定义亦非本性的定义,而是其本身亦是同名异义的。因为同名异义的事物,或源自一物且指向一物者其界说亦是相应的,正如在《论题篇》中所言,健康之物即与健康保持均衡之物;因为我们既非以同一方式称食物、空气与散步为健康的,亦非对它们以同一方式根据同一事物建构定义。几何学家所赋予图形的定义亦是如此,即“由某个或某些界限所包围者”,而我们将灵魂奠定为“自然有机身体的现实态”的定义亦是如此。并且当前的定义亦将以几何学的方式成为唯一的且相似的;因为正如在几何学中,除三角形及相继者之外并不存在图形,亦不存在任何依照共相自存并就自身而言的此类特有本性,在此处除上述灵魂之外亦不存在灵魂。因此,正如对于图形能够产生一个共通定义,它虽适用于所有个别图形,却不属于任何普遍图形所特有,在上述灵魂中亦是如此。因为无论在图形还是在灵魂中,相继者之中总是内在地存在着先行者,例如在四边形中存在三角形,而在感觉能力中存在摄养能力。因为在作为属而被划分为种的事物中,依照共通之物所给出的定义同样且相似地属于所有的种,而不特属于任何一个种,乃是为唯一的普遍与属之物〔所特有〕,但在上述事物中情况并非如此;因为动物的界定平等地适用于人、马、牛以及其余各物种,因为在它们之间不存在本性上的先后次序。因为既非一个被取消其余便被取消,亦非在整体〔被取消时〕共通之物被取消;因为人被取消其余仍不减其存续,且在所有个别动物全部消失时,共通的属即动物本身仍作为有灵的感觉实体而被构想。但在此处,普遍者的定义在种类的灵魂或图形中,既非就同一者适用于全部,亦非以相似方式适用,而是一者首要地适用于三角形,另一者适用于植物性灵魂;因为这些是相继者的存立基础,被取消时亦会取消相继者;而对两者而言共通之物除个别者之外别无它物。由此,不仅在整体消亡时它共同消亡,而且在单一者即三角形和摄养能力〔消亡〕时,两者之中的诸事物亦一同消亡。因为其他图形正如由三角形组合而成一样,亦分解为三角形,而诸灵魂亦由摄养能力维系且与之共同朽坏。因此,若这些情况是如此,而正如所言,仅仅列举定义、将其收拢并如提要般包罗事物,对于充分的讲授而言乃是不足的——不仅在同名异义的事物中如此,在其中定义更少通过本义表达,甚至在自然事物及依照属所限定的事物中亦是如此——若我们在灵魂上探求并找到了不特属于任何个别灵魂的共通定义,以某种较为粗略的方式界定了它,便自以为讲授充分而立即作罢,我们将是可笑的。相反,绝不应放弃这一共通定义,而是必须尝试使适合于各个灵魂的、依据其固有且不可分之种的个别定义,彼此相异地与始基一同得出,并在依照种进行划分时费心探究,考察各自的原因并阐释其模式。因为正如对于几何学家,对于自然学者想必亦必然如此;因为正如对前者而言,在普遍中界定了图形而忽视三角形或四边形是什么并未足够,对后者而言,除了共通地谈论灵魂之外,亦必须逐一讨论个别的灵魂。因此必须就每一个探求,每一个的灵魂是什么,例如植物的灵魂是什么,人或兽的灵魂是什么。并且必须考察,因何原因它们具有如此的相继顺序。因为没有摄养能力感觉能力便不存在,但摄养能力在植物中与感觉能力相分离。

语法注3 条
  1. 3.2.3τῶν δὲ τοιούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος

    范围属格 τῶν τοιούτων(“在这类事物中”)限定了实体化的中性分词短语 τὸ κοινῶς κατηγορούμενον(“共同被述说之物”)。它表达了亚里士多德的逻辑学命题:在具有本性先后次序的系列(如数、图形、灵魂能力)中,共同的述词并不构成真正的属。

  2. 3.2.3εἰ οὖν οὕτω ταῦτα... γελοῖοι ἐσόμεθα

    整个句子的骨干结构是由 εἰ οὖν οὕτω ταῦτα(“因此若这些情况是如此……”)引导的条件从句与主句 γελοῖοι ἐσόμεθα(“我们将是可笑的”)相呼应。条件从句内部嵌套了分词短语(συνεσπειραμένη, περιλαμβάνουσα),且主句谓语前重叠了多个状语分词(ζητήσαντες, εὑρόντες, ὁρισάμενοι, νομίσαντες)。

  3. 3.2.3ἀλλὰ μὴ τοῦτον μὲν ἀφεῖναι δεῖ

    非人称动词 δεῖ 统辖两个并列的不定式:ἀφεῖναι(“放弃”)与 πειρᾶσθαι(“尝试”)。否定词 μή 直接否定不定式 ἀφεῖναι,表达“绝不应当放弃这一[共通定义]”的义务要求。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:53.24-55.1