- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:49.19-50.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者确认灵魂的各部分在定义上而非空间位置上有所区别,指出生物的优劣差异取决于灵魂能力的多少,并通过分析“我们赖以认知和生存者”的双重含义,论证了灵魂在复合体中是形式与现实,而非质料或基底。
ὅτι μὲν οὖν οὐκ ἔστι ταῦτα οὕτω μόρια τῆς ψυχῆς, ὥστ’ εἶναι χωριστὰ καθάπερ φασί τινες, δῆλα ἐκ τούτων καὶ τῶν πρότερον εἰρημένων· τῷ δὲ λόγῳ ὅτι ἕτερα, φανερόν· αἰσθητικῷ γὰρ εἶναι καὶ δοξαστικῷ ἕτερον,1 εἴπερ καὶ τοῦ αἰσθάνεσθαι τὸ δοξάζειν, ὁμοίως δὲ καὶ τῶν ἄλλων τῶν εἰρημένων ἕκαστον. ὃ δὲ περὶ τῶν ἄλλων αἰσθήσεων ὑποθράττει, ὡς οὔτε ἐν σώματι παντὶ καὶ ἴδιον ἑκάστῃ τὸ συγγενὲς αἰσθητήριον ἢ πάσαις κατὰ κοινοῦ μόνος ὑπέστρωται ὁ ἐγκέφαλος, ὅθεν προέρχονται διαιρούμεναι καὶ πρὸς ὃν ἐπιστρέφουσι κατὰ τὸ ἀμερὲς συναπτόμεναι, ὑπερβαίνομεν ἐπειγόμενοι.2 ἐκεῖνο δὲ λέγομεν ὃ καὶ πολλάκις εἰρήκαμεν, ὡς ἐνίοις μὲν τῶν ζώων ὑπάρχει τὰ ψυχικὰ μέρη πάντα, ἐνίοις δὲ ἐλάττω, τοῖς δὲ ἓν μόνον. τὸ δὲ αὐτὸ τοῦτο συμβάν ἐστι καὶ περὶ τὰς αἰσθήσεις· τὰ μὲν γὰρ ἔχει πάσας, τὰ δὲ ἐλάττους, τὰ δὲ μίαν, ὡς εἴρηται, τὴν ἀναγκαιοτάτην, ἁφήν. ταῦτα γοῦν καὶ τὴν διαφορὰν τοῖς ζῶσιν ἐποίησε καὶ τὸ βέλτιον καὶ τὸ χεῖρον καὶ τὸ τιμιώτερον καὶ τὸ ἀτιμότερον ἐπεισήγαγε κεφάλαιον. ὥσπερ 〈γὰρ〉 νῷ πᾶσα τῶν ὄντων ἡ τάξις καὶ πρόοδος (πᾶν γὰρ τὸ καλῶς ἔχον ἢ ὂν ὀρθός ἐστι λόγος, οὗτος δ’ ἐκεῖθεν), οὕτω τοι καὶ τοῖς ζῶσι ψυχῇ. φανερὸν οὖν ἄλλως, ὅτι νοῦς καὶ ψυχῆς καὶ ὄντος ὑπερεκτέταται. Ἐπεὶ δὲ ὥσπερ ᾧ ἐπιστάμεθα λέγεται διχῶς (τὸ μὲν γὰρ ἐπιστήμην εἶναι φαμέν, τὸ δὲ ψυχήν· καὶ γὰρ καὶ τῇ ἐπιστήμῃ καὶ τῇ ψυχῇ ἐπίστασθαι λέγομεν, καὶ τὸ μὲν ὡς ὕλη καὶ ὑποκείμενον, τὸ δὲ ὡς εἶδος· ὁμοίως δὲ καὶ ᾧ ὑγιαίνομεν τὸ μὲν ὑγεία καὶ εἶδος, τὸ δὲ τοῦ σώματός τινι μορίῳ, οἷον ὀφθαλμῷ, ἢ καὶ ὅλῳ τῷ σώματι), οὕτω καὶ ᾧ ζῶμεν καὶ αἰσθανόμεθα διττόν, τὸ μὲν τῇ ψυχῇ, τὸ δὲ τῷ ὀργανικῷ σώματι, φανερὸν οὖν ὅτι ὡς εἶδος ἡ ψυχὴ ἐν τῷ συνθέτῳ καὶ οὐχ ὡς ὑποκείμενον καὶ ὕλη, καὶ καλῶς οὕτως αὐτὴν ἐν τοῖς ἄνω ἡμεῖς ὡρισάμεθα εἶδος προσειπόντες καὶ ἐντελέχειαν τοῦ φύσει ὀργανικοῦ σώματος. τῶν γὰρ πραγμάτων ἐξ ὕλης καὶ εἴδους συνεστώτων ἢ ἀνάλογόν γε εἴδει καὶ ὕλῃ τὴν σύστασιν ἐχόντων, διπλῶς καὶ τῷ σημαινομένῳ τῶν αὐτῶν ὀνομάτων πολλάκις ἐν τοῖς τοιούτοις προσχρώμεθα, τὸ μὲν πρὸς τὴν ὕλην, τὸ δὲ πρὸς τὸ εἶδος ἀποσκοπούμενοι. ἀλλὰ κύριον μὲν τὸ τοῦ εἴδους καὶ πρῶτον, δεύτερον δὲ τὸ τῆς ὕλης· τῷ γὰρ τοῦ εἴδους μετεσχηκέναι λέγεται τοῦθ’ ὅπερ λέγεται. οἷον λευκοὶ καὶ τῇ λευκότητι λεγόμεθα καὶ τῇ ἐπιφανείᾳ, καὶ θερμοὶ καὶ ψυχροὶ ταῖς τοιαῖσδε ποιότησι καὶ τῷ σώματι, καὶ ὑγιεῖς καὶ ἐπιστήμονες ὡσαύτως· ἀλλὰ τούτων ἡ μὲν λευκότης καὶ θερμότης καὶ ὑγεία καὶ ἐπιστήμη εἶδός τι καὶ μορφὴ καὶ λόγος, τὸ δὲ θερμὸν σῶμα καὶ λευκὸν καὶ ψυχρὸν καὶ ὑγιαῖνον καὶ ἡ ψυχὴ οἷον ὑποκείμενα καὶ ὕλη· καὶ αἱ μέν πως οἷον ἐνέργειαι καὶ τελειότητες τῶν δεκτικῶν, ἡ μὲν ἐπιστήμη τοῦ ἐπιστημονικοῦ, ἡ δὲ ὑγεία τοῦ ὑγιαστοῦ καὶ αἱ λοιπαὶ ὁμοίως, τὰ δὲ οἷον τὰ δεδεγμένα καὶ διατιθέμενα, τὸ σῶμα καὶ ἡ ψυχή· δοκεῖ γὰρ ἐν τῷ πάσχοντι καὶ διατιθεμένῳ τὴν τῶν ποιητικῶν ἐνεῖναι ἐνέργειαν. καίπερ μιᾶς οὔσης τῆς τοῦ ποιοῦντος καὶ πάσχοντος ἐνεργείας, ἀρχομένης μὲν ἀπὸ τοῦ ποιοῦντος, στηριζομένης δὲ ἐν τῷ πάσχοντι, ὅμως τῷ τὸν μὲν ἐπὶ τῆς οἰκείας μένειν ἀκίνητον τελειότητος, τὸν δὲ ἀλλοιοῦσθαι καὶ μεταβάλλειν ἀγόμενον πρὸς τὸ τέλειον, μᾶλλον τὸ κινεῖσθαι προστίθεμεν.3 οὐ γὰρ ὁ ὑγιάζων ἢ διδάσκων ἰατρὸς καὶ ἐπιστήμων, καθὸ ὑγιάζει ἢ διδάσκει, ὁ μὲν κινεῖται πρὸς ὑγείαν, ὁ δὲ πρὸς ἐπιστήμην, ἀλλ’ ὁ νοσῶν καὶ ὁ μανθάνων πρὸς τὰς οἰκείας ἄγονται ἐξαλλαττόμενοι καὶ μεταποιούμενοι τελειότητας, καθ’ ἃς δυνάμει εἰσίν, ὑπὸ τῶν ἐνεργείᾳ ὄντων· ὥσθ’ ὑγείαν ἐνταῦθα καὶ ἐπιστήμην οὐ τὴν ἐν τοῖς κινοῦσι καὶ πρώτοις, ἀλλὰ τὴν ἐν τοῖς διατιθεμένοις καὶ πάσχουσι λέγομεν. εἰ οὖν οὕτω ταῦτα, ἡ δὲ ψυχὴ τοῦτο ᾧ ζῶμεν καὶ αἰσθανόμεθα καὶ κινούμεθά ἐστι πρώτως, ἡ ψυχὴ ἄρα ὡς εἶδός τι καὶ λόγος ἐστὶν ἐν τῷ συνθέτῳ, ἀλλ’ οὐχ ὡς ὑποκείμενον καὶ ὕλη, ὥσπερ εἴρηται.
因此,这些能力并非如某些人所说的那样以彼此可分离的方式作为灵魂的部分,这从这些论证以及先前所言中已显而易见;然而它们在定义上是各异的,则是显然的:因为具有感觉能力之本质与具有意见能力之本质是不同的,既然持有意见亦确实不同于感知,而所言的其他每一项能力亦同样如此。至于关于其余诸感觉所引起的疑难——即它们并非存在于整个身体之中且各自具有同类的固有感官,还是说唯有大脑作为共有的基底为所有感觉奠基,诸感觉从那里被分割而生发出来,又以无部分的方式相联结而折返朝向它——我们因赶赴后文而略过不谈。但我们仍要陈述那屡次言及之事:在动物中,有些具备所有的灵魂部分,有些具备较少的部分,而另一些则仅具备一个部分。这完全同样的情况亦发生在诸感觉上:有些动物拥有全部感觉,有些拥有较少,而另一些正如所说,仅拥有一种最必要的感觉,即触觉。正是这些在活着的存在者中造成了差异,并引入了更优与更劣、更高贵与更低贱这一首要分别。因为正如一切存在者的秩序与演进皆归于智性(因为凡处于完好状态或真正存在者皆是正确的理性,而这理性来自智性),对于活着的存在者而言,亦同样归于灵魂。由此从另一角度显而易见,智性超越并铺展于灵魂与存在之上。 然而,正如“我们赖以认知者”依两种方式被言说(因为我们说其一为知识,其二为灵魂;因为我们说既借由知识亦借由灵魂而认知,且其一作为质料与基底,其二作为形式;同样,“我们赖以健康者”一方面是健康与形式,另一方面则是借由身体的某个部分,如眼睛,或者借由整个身体),同样,“我们赖以活着与感知者”亦是双重的,一方面借由灵魂,另一方面借由器官性的身体;因此显然,灵魂在复合体中作为形式而存在,并非作为基底与质料;我们在前文中将它规定并称之为自然器官性身体的形式与现实,是完全正确的。因为诸事物既是由质料与形式构成,或至少具有与形式和质料相当的构造,故在这些事物中,我们在同一名称的涵义上亦常常双重地加以使用,一方面着眼于质料,另一方面着眼于形式。然而依形式者乃是首要且权威的,依质料者则是第二位的;因为正是借由分有形式,被言说之物才被称为其所被称者。例如,我们既因白度亦因表面而被称为白的,既因如此的性质亦因身体而被称为热的和冷的,对于健康者和具知识者亦同样如此;但是在这些之中,白度、热度、健康与知识是某种形式、形态与定义,而热的、白的、冷的、健康的身体以及灵魂则犹如基底与质料;前者可以说是接受者的现实与完满,知识是可受知识者之主体的,健康是可恢复健康者之主体的,其余亦同样如此;而后者则犹如接受了并且被规定、被处置者,即身体与灵魂;因为主动者的活动似乎就存在于承受与被处置者之中。尽管主动者与承受者的活动是单一的,发端于主动者而植根立足于承受者,然而,由于前者留驻于其自身固有的完满中而不动,后者则在被引向完满时发生质变与转变,我们宁可将“被运动”归于后者。因为施治的医者或施教的学者,就其施治或施教而言,并非一者被运动向健康,另一者被运动向知识;相反,是患病者与受教者,在现实存在者的作用下,发生转变与重塑,被引向他们潜能所及的自身固有的完满。因此,在此处我们所说的健康与知识,并非存在于原初的发动者之中的,而是存在于被处置与承受者之中的。因此,若这些情况确是如此,且灵魂是我们赖以活着、感知与运动的原初之物,那么正如所说,灵魂在复合体中乃是某种形式与定义,而非基底与质料。
- 3.2.2αἰσθητικῷ γὰρ εἶναι καὶ δοξαστικῷ ἕτερον
此结构将 τὸ εἶναι 与与格 αἰσθητικῷ 和 δοξαστικῷ 结合,用以表达本质(“具有感觉能力的本质”与“具有意见能力的本质”)。省略了定冠词的 τὸ αἰσθητικῷ εἶναι 整体充当主语,ἕτερον 为谓语形容词。
- 3.2.2ὃ δὲ περὶ τῶν ἄλλων αἰσθήσεων ὑποθράττει, ὡς ... ὑπερβαίνομεν ἐπειγόμενοι
由关系代词 ὃ 引导的整个关系从句被倒置于句首,充当主句动词 ὑπερβαίνομεν 的直接宾语。关系从句内的动词 ὑποθράττει 采取非人称用法(或以 ὡς 引导的解释性从句为主语),意为“……令人不安/生疑之事”。
- 3.2.2ὅμως τῷ τὸν μὲν ἐπὶ τῆς οἰκείας μένειν ἀκίνητον τελειότητος, τὸν δὲ ἀλλοιοῦσθαι καὶ μεταβάλλειν ἀγόμενον πρὸς τὸ τέλειον, μᾶλλον τὸ κινεῖσθαι προστίθεμεν
由与格定冠词 τῷ 引导的不定式短语(τὸν μὲν ... μένειν ... τὸν δὲ ἀλλοιοῦσθαι ...)整体用作原因与格。主句为 μᾶλλον τὸ κινεῖσθαι προστίθεμεν(“我们宁可将‘被运动’归于[后者]”)。
