← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§50.33-52.10

理性灵魂的分离自存与固有身体的关系

索福尼亚斯基于实体的三分法,将灵魂规定为器官性身体的现实,论证了植物性与感觉性灵魂随身体一同毁灭,而理性灵魂则如同船客与船的比喻一样在解体后仍可分离自存。接着他驳斥了认为灵魂可进入任意身体的轮回说,强调固有的形式唯独生发于固有的质料与器官中,并由此开启对灵魂各部分与诸能力的考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.2#5

ἔτι τριχῶς λεγομένης τῆς οὐσίας, ὧν τὸ μὲν ὕλη, τὸ δὲ εἶδος, τὸ δὲ ἐξ ἀμφοῖν τούτων καὶ σύνθετον, ἡ μὲν ὕλη δύναμις, ὡς ἐλέγετο πρότερον, τὸ δὲ εἶδος ἐντελέχεια. ἀλλ’ αὕτη σώματός τινος· οὐ γὰρ τοῦ ἁπλῶς, ἀλλὰ τοῦ τοιοῦδε τοῦ ὀργανικοῦ. ἐπεὶ δὲ τρία εἴδη τῶν ψυχῶν ἐν τῇ ὅλῃ φύσει τῶν ἐμψύχων κατενοήσαμεν κατὰ τὸ φύσει πρότερον καὶ ὕστερον διαφέροντα, καὶ τὸ μὲν πᾶσι, τὸ δὲ τισί, τὸ δὲ ἑνὶ μόνῳ τῷ ἀνθρώπῳ νοῦς καὶ λόγος ἐγγίνεται, κατὰ κοινοῦ μὲν ἐντελεχείας τῶν ὑποδεδεγμένων σωμάτων αὐτὰς ὠνομάκαμεν, ὁ τρόπος δὲ διαφέρει. τὴν μὲν γὰρ φυτικὴν καὶ αἰσθητικήν, ὡς ἄν εἰ καὶ τὸ ἁπλῶς εἶδος τὸ φυσικὸν ἢ τεχνητὸν ἐν τῇ προστυχούσῃ ὕλῃ ἐγγίνεσθαι εἴποιμεν, οἷον τὸ τοῦ λίθου καὶ ἀνδριάντος, οὕτως εἴδη καὶ ἐντελεχείας καὶ ταύτας διοριζόμεθα συγγεννωμένας τοῖς ὑποκειμένοις καὶ συναπολλυμένας· τὴν δὲ λογικὴν ψυχὴν ἑτέρως, εἴπερ τοῦ πλωτῆρος μεμνήμεθα χωριστοῦ ὄντος κἀν τῇ νηὶ μὴ μέρους ὄντος αὐτῆς. ὅθεν καὶ ὥσπερ ἐκείνης ἀπολλυμένης οὐδὲν ἧττόν ἐστιν ἄνθρωπος, πλὴν μέντοι ἄλλως τὸ εἶναι αὐτῷ πλωτῆρι1 ἔφθαρτο συνεχόμενον τῇ νηὶ καὶ ταῖς περὶ τὸν πλοῦν ἐνεργείαις αὐτοῦ, αἷς καὶ κυβερνήτης ἐτύγχανε, μόνας δὲ τὰς οἰκείας ὑπολείπεται ἔχων καὶ φυσικάς, καθ’ ἃς ἄνθρωπος, οὕτω τοι καὶ περὶ τῆς λογικῆς ψυχῆς λέγομεν μένειν μὲν καὶ μετὰ τὴν διάλυσιν οὐδὲν ἧττον καθ’ αὑτήν, μὴ μέντοι ψυχὴν κυρίως ἢ ἐντελέχειαν τυγχάνειν σώματος· φθείρεται γὰρ αὐτῆς τοῦτο· τί γὰρ ζωοποιήσει, ἢ τίσιν ὀργάνοις αἴσθησιν ὀρέξει καὶ κίνησιν συμφθαρεῖσι τῷ σώματι; ἔσται δὲ νοῦς ὅλη τῶν οἰκείων καὶ συγγενῶν ἀντιλαμβανομένη τρανέστερον. δεῖ γὰρ αὐτήν ποτε, ἃ νῦν περιφαντάζεται καὶ ἐν σκιαῖς ὁρᾷ καὶ ὥσπερ οἱ χειμαζόμενοι σκοπουμένη πόρρωθεν, τὰ θεῖα λέγω καὶ νοητά, καὶ συγγενέσθαι τούτοις ἀμέσως καὶ κατὰ νοῦν ἐνεργῆσαι, καὶ μὴ μάτην τοῦτο αὐτῇ δεδόσθαι παρὰ τῆς φύσεως. διὰ τοῦτο καλῶς ὑπολαμβάνουσιν, οἷς δοκεῖ ὅτι οὔτε ἄνευ σώματος ἡ ψυχή, καθὸ εἶδος καὶ ἐντελέχεια, εἴπερ μηδὲ ἁπλῶς εἶδος ἄνευ ὕλης ἢ κυβερνήτης ἄνευ νηός, οὔτε σῶμά τι ἡ ψυχή· ἀλλὰ σῶμα μὲν οὐκ ἔστι, σώματος δέ τι· εἶδος γὰρ αὐτοῦ καὶ οὐσία ἡ κατὰ λόγον· καὶ διὰ τοῦτο ἐν σώματι τοιούτῳ ὀργανικῷ καὶ δυνατῷ ζῆν καὶ τὸ ὅλον εἰπεῖν ψυχικῷ, ἀλλ’ οὐχ ὥσπερ οἱ πρότερον εἰς σῶμα τὸ τυχὸν ἐνήρμοζον αὐτήν, οὐδὲν προσδιορίσαντες, ἐν τίνι καὶ ποίῳ τὴν ποίαν, ὡς μὴ δέον κατάλληλον ταῖς διαφόροις ἐνεργείαις καὶ εἴδεσιν ἀποδιδόναι τὰ ὄργανα· ἄλλο μὲν γὰρ ἔσται τὸ τῆς λογικῆς ὄργανον τοῦ τῆς ἀλόγου καὶ ἀμφοτέρων τὸ τῆς φυτικῆς, αἵ τε χρησόμεναι ταῖς ἐνεργείαις καὶ ταῖς φύσεσιν ἕτεραι· τά τε ὑπουργήσοντα τοσοῦτον πρὸς ἄλληλα τὸ διάφορον ἕξουσιν, ὅσον τὸ οἰκεῖον πρὸς τὰς συγγενεῖς ψυχὰς καὶ κατάλληλον. φύρουσι δὲ ταῦτα οἱ τὰς μετεμψυχώσεις καὶ τὰς παλιγγενεσίας εἰσάγοντες· καὶ ἧττον μὲν οἱ μόνοις τοῖς ὁμοειδέσι τὴν μετάβασιν ὁριζόμενοι2 καὶ τὴν αὐτὴν λογικὴν διάφορα μὲν ἀλλάττειν σώματα, ἀνθρώπινα δέ· ὅσοι δὲ καὶ πρὸς τὴν ἄλογον ἢ ἀναίσθητον ἀποικίζουσιν, ὥσπερ ἵππον καὶ βοῦν τὸν ποτὲ ἄνθρωπον γίνεσθαι, μᾶλλον δοκοῦσιν ἄλογοι καὶ ἀναίσθητοι, οὕτω πρὸς τὰ ἐναργῆ παντελῶς ἐσκοτωμένοι. οὐδὲ γὰρ φαίνεται τὸ τυχὸν εἶδος πρὸς τὸ τυχὸν ἐγγίνεσθαι ὑποκείμενον· οὔτε γὰρ ὄψις γεύσεται οὔτε γλῶσσα ὄψεται οὔτε ὀσμαῖς ἀκοὴ ὑποκείσεται οὔτε φωνῶν ἡ ὄσφρησις αἰσθανθήσεται. ἀλλ’ οὐδ’ ὁ χαλκὸς οὗτος ὄστρακον ἢ τὸ ἀνάπαλιν ἔσεται. τοῦτο δὲ γίνεται καὶ κατὰ λόγον· ἑκάστου γὰρ ἡ ἐντελέχεια ἐν τῷ δυνάμει ὑπάρχοντι τοιούτῳ καὶ τῇ οἰκείᾳ ὕλῃ ἐγγίνεσθαι πέφυκεν. Ὅτι μὲν οὖν ἐντελέχειά τις ἐστὶν ἡ ψυχὴ τοῦ δυνάμει ἔχοντος εἶναι τοιούτου σώματος, καὶ διότι, φανερὸν ἐκ τούτου· νυνὶ δέ που καιρὸς καὶ περὶ τῶν μερῶν ἐπελθεῖν, ὅπως ἕκαστον ἐντελέχεια ἑκάστῳ τῶν τοῦ σώματος λέγεται. οὐ γὰρ καθάπαξ ἐπὶ τῷ καθόλου ἵστασθαι δεῖ, ἀλλὰ καὶ τὰ μέρη ζητεῖν καὶ διαιρούμενον ἐφοδεύειν κατ’ εἴδη· οὐκοῦν τίνες τε αἱ δυνάμεις τῆς ψυχῆς καὶ τίσι καὶ πόσαι ὑπάρχουσι καὶ δι’ ἥντινα τὴν αἰτίαν, καὶ πῶς διαλαβεῖν ἀναγκαῖον, ποῖαί τε χωρισταὶ καὶ τίνων καὶ ποῖαι ἀχώριστοι· καὶ ὅτι ταῖς μὲν κρείττοσιν αἱ χείρους ἕπονται, τὸ ἀνάπαλιν δ’ οὔ.

此外,既然实体以三种方式被言说,其中之一是质料,另一是形式,第三者则是由这两者构成的复合体,而质料正如先前所说,是潜能,形式则是现实。然而这种现实是属于某种身体的:并非属于一般的身体,而是属于这样一种器官性的身体。既然我们在有灵魂之物的整个自然本性中观察到三种灵魂,它们依本性上的先后而各异,一者属于一切,另一者属于某些,第三者即智性与理性则唯独生发于人,我们便统称它们为承接〔它们〕的诸身体的现实,但其方式各不相同。因为正如我们若说一般的形式(无论是自然的还是人工的)生发于随遇的质料中,例如石头或雕像的形式,我们就这样将植物性灵魂与感觉性灵魂规定为与基底同生同灭的形式与现实;但理性灵魂则不然,如果我们还记得船客是可分离的,且即使在船中也不是船的一部分。由此,正如当船毁坏时,他丝毫不少于作为人,只不过他作为船客的存在(即与船以及他关于航行的活动相连的存在,借着这些活动他也曾碰巧是舵手)被毁坏了,而他仅保留着他据以作为人的固有且自然的活动;同样,关于理性灵魂,我们也说它即使在消解之后亦丝毫不少于自存,但不再恰好严格地作为身体的灵魂或现实而存在:因为它的这个身体已毁灭了;它还能使什么获得生命,或者还能向已随身体一同毁坏的何种器官提供感觉与运动呢?相反,它将整个成为智性,更加明晰地把握其固有且同类的对象。因为它必定要在某个时刻,对于它如今仅能朦胧想象、在阴影中注视、犹如遭遇风暴者从远处眺望的那些事物——我指的是神圣且可理解的事物——既直接与之交通,又依照智性而活动,而这不应是由自然本性徒然赋予它的。因此,那些认为灵魂就其作为形式与现实而言既不能脱离身体(既然既不存在脱离质料的单纯形式,亦不存在没有船的舵手),灵魂又非某种身体的人,其理解是正确的:灵魂并非身体,而是身体的某种东西;因为它是身体的形式与依理性的实体。正因如此,它存在于这样一种器官性的、能够活着且总而言之是属灵魂的身体中,而不像先前的人们将它随意装配进碰巧的身体中,未曾进一步规定何种灵魂存在于何物及何种身体之中,仿佛无需将合适的器官分配给相异的活动与形式一样。因为理性的器官不同于非理性的器官,这两者的器官又不同于植物性的器官,而将使用〔器官〕的〔诸灵魂〕在活动与自然本性上亦各异;而那些将提供服役的器官彼此之间的差异,将与其对同类灵魂的固有与合适程度相当。然而,那些引入轮回与再生的学说者却将这些混淆了:那些仅在同类物之间限定这种迁跃,认为同一理性灵魂转入相异身体、但仍是人类身体的人,还算较少失去理性;但凡是将灵魂甚至迁徙至非理性或无感觉之物中,以致曾经是人者成为马或牛的人,则显得更加缺乏理性与无知觉,对显明的事实竟如此彻底地盲目。因为显然并非碰巧的形式生发于碰巧的基底之中:视觉既不会品尝,舌头亦不会观看,听觉不会作为气味的基底,嗅觉亦不会感知声音。甚至这块青铜亦绝不会成为陶片,反之亦然。而这亦是符合理性的:因为每一事物的现实,本性上就适合于生发在潜能上如此之物及其固有的质料之中。因此,灵魂是潜能上具有如此存在之身体的某种现实,以及为何如此,由此已显而易见。现在想必也是逐一考察诸部分的时候了,即各个部分如何被称为身体各部分的现实。因为绝不可一劳永逸地停留在普遍者上,而是亦应当寻求诸部分,并依形式进行划分与探索:即灵魂的诸能力究竟为何,存在于何种事物中,共有多少,因何缘故,应当如何区分,哪些是可分离的且与何物分离,哪些是不可分离的;以及较劣者随顺较优者,反之则不然。

语法注2 条
  1. 3.2.2τὸ εἶναι αὐτῷ πλωτῆρι

    带冠词的不定式 τὸ εἶναι 与与格 αὐτῷ πλωτῆρι(领有与格与表语与格)结合,表示“他作为船客之所是(其作为船客的存在状态或本质)”,承袭了亚里士多德表示本质的 τὸ τινὶ εἶναι 句式。

  2. 3.2.2καὶ ἧττον μὲν οἱ μόνοις τοῖς ὁμοειδέσι τὴν μετάβασιν ὁριζόμενοι

    根据下文 μᾶλλον δοκοῦσιν ἄλογοι καὶ ἀναίσθητοι(“显得更加缺乏理性与无知觉”)的对比,此处省略了谓词(如 ἄλογοί εἰσιν 等),构成“仅在同种之间限定迁跃者[受非难的程度/缺乏理性的程度]较少”的对比结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:50.33-52.10