← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§48.5-49.19

灵魂诸能力的自立性与可分离性探讨

索福尼亚比较了植物中营养能力的自立性与动物中感觉(特别是触觉)的不可或缺性,并结合动植物被分割后的生存现象及智性的独特性,探讨了灵魂的诸种能力究竟是在空间上分离还是仅在定义与概念上可分这一疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.2#3

ταῦτά τε οὖν ἐν τοῖς φυτοῖς ὁρᾶται· τρέφεται γὰρ καὶ διὰ τέλους ζῇ, ἕως ἂν δύναται λαμβάνειν τροφήν. δύναται δὲ τὸ θρεπτικὸν τῶν ἄλλων χωρίζεσθαι καὶ καθ’ αὑτὸ εἶναι, ὡς ἐν τοῖς φυτοῖς ὁρᾶται, αἰσθήσεως ἀμοιροῦσι καὶ λόγου· τούτου δὲ τἄλλα χωρισθῆναι καὶ ταῦτα ἐν τοῖς θνητοῖς ἀδύνατον. ἐπὶ μὲν γὰρ τοῖς θείοις ἴσως καὶ ἄχρηστος παντάπασιν ἡ θρεπτικὴ δύναμις μὴ οὔσης αὐξήσεως ἢ μειώσεως· ἀπροσδεᾶ γὰρ ἐκεῖνα καὶ θνητῆς πάσης δυσχερείας ἀνώτερα. ἀνθρώποις δὲ καὶ ἀλόγοις καὶ πρὸ τούτων φυτοῖς, οἷς πολλῶν ἐπιδεᾶ,1 καὶ τὸ τῆς τροφῆς διὰ τὴν ῥοὴν καὶ ἀπορροὴν αὐτόθεν ἀναγκαιότατον, προσανυφαῖνον τὸ ἀπορρεῦσαν ἐν σώματι κἀν τῇ ὕλῃ πασχούσῃ τὰ ἑαυτῆς τὸ εἶδος συνέχον ἐν τῇ ταυτότητι. καὶ μέντοι καὶ θυμὸς καὶ ἐπιθυμία τοῖς θνητοῖς προσριφήσεται, ἐφ’ οἷς καὶ τὸ βλάπτον καὶ ὠφελοῦν, τῇ μὲν ἵνα διώκῃ τὸ σῶζον, τῷ δὲ τὸ βλαβερὸν ἀποκρούηται. τὸ μὲν οὖν ἁπλῶς ζῆν διὰ ταύτην ὑπάρχει τὴν ἀρχήν, τῆς τροφῆς λέγω, πᾶσι τοῖς ζῶσιν εἰς πάντα φθάνουσαν. τὸ δὲ ζῶον, ἐπείπερ αἱ τέλειαι τῶν προσηγοριῶν τοῖς τελειοτέροις ἐπάγονται τῶν εἰδῶν, ἐκλήθη πρῶτον διὰ τὴν αἴσθησιν, ὥστε καὶ εἴ τι μὴ κινοῖτο μηδ’ ἀλλάττοι τόπον, ἔχει δὲ αἴσθησιν, ζῷον ἂν εἶναι φαῖμεν, καὶ οὐ μόνον κατὰ τὸ ἁπλοῦν τοῦ ζῆν σημαινόμενον. φαίνεται δὲ πολλὰ τοιαῦτ’ εἶναι τῶν ζῴων μόνιμα καὶ μόνης τῆς ἁπτικῆς κοινωνοῦντα αἰσθήσεως. αὕτη γὰρ κοινοτάτη αἰσθήσεων καὶ φύσει πρώτως ἐνυπάρχει πᾶσι· τὸ γὰρ συνεισφερόμενον καὶ μὴ συνεισφέρον καὶ συναναιροῦν ἀναιρούμενον οὕτως ἂν καλοῖτο.2 ὥσπερ γὰρ τὸ θρεπτικὸν δύναται χωρίζεσθαι τῆς ἁφῆς καὶ πάσης αἰσθήσεως, 〈ὡς〉 εἶναι καθ’ αὑτό, οὕτως αὕτη πάλιν τῶν ἄλλων αἰσθήσεων· πάντα γὰρ τὰ ζῷα ἔχοντα φαίνεται τὴν ἁπτικὴν μόνην αἴσθησιν. δι’ ἣν δὲ αἰτίαν ταὐτόν τι τούτων ἑκατέροις συμβέβηκεν, ὕστερον ἐροῦμεν ἐπὶ τέλους κατὰ σχολήν· νυνὶ δ’ ἐπὶ τοσοῦτον εἰπόντες ἀρκέσομεν, ὡς ἐπείπερ τὸ σώζεσθαι τοῖς ζῶσι διὰ τὸ τρέφεσθαι, τροφὴ δὲ ὑγρὸν καὶ θερμὸν καὶ τὰ τούτοις ἐναντία, τοῖς μὲν οὖν φυτοῖς διὰ τὸ μόνιμον ἀπέχρησεν εἰς τροφὴν τὸ προστυχὸν ἔγγιον, οἰκεῖον ὄν, τὰ δὲ κατὰ τόπον κινητικὰ καὶ ἄποθεν τὸ θρέψον ἐκποριζόμενα ἐνδεᾶ τῆς κατὰ τὴν ἁφὴν διακρίσεως τοῦ ὠφελοῦντος καὶ βλάπτοντος. ταῦτ’ ἄρα τῶν ἄλλων κοινότατα καὶ ἀναγκαιότατα, τροφὴ μὲν εἰς σωτηρίαν, ταύτης δὲ ἁφῇ τὰ ζῷα μετέχουσιν. αὐτῶν δὲ τούτων καὶ τῶν ἄλλων πάντων ἀρχὴ καὶ αἰτία ψυχὴ καὶ ἐν τούτοις ὥρισται, θρεπτικῷ, αἰσθητικῷ, διανοητικῷ, κινήσει. ὃ δὲ πρότερον ἠπορήσαμεν οὐδὲν κωλύει καὶ πάλιν ἐπαπορήσασθαι τῆς ἀκολουθίας διδούσης· πότερον γὰρ τῶν ἀπηριθμημένων ἕκαστόν ἐστι ψυχὴ καὶ ἀλλήλων ἀπέσχισται, ὡς ἂν εἰ καὶ πολλαὶ ψυχαὶ ἦσαν, ἢ μιᾶς τὰ πάντα μόρια ψυχῆς; καὶ εἰ τοῦτο, πότερον ὥστ’ εἶναι χωριστὰ μόνῳ λόγῳ καὶ ἐννοήματι, ὅλα δὲ τῇ περιχωρήσει διὰ πάντων ἓν καὶ τῷ ὑποκειμένῳ ταὐτά, ἢ καὶ τόπῳ; ὥσπερ καὶ ποιεῖν ἐλέγομεν Τίμαιον, ἄλλοις ἄλλα συντάττοντα τοῖς σωματικοῖς τὰ ψυχικά. καὶ περὶ μέν τινων οὐ χαλεπὸν ἰδεῖν, ὡς οὐ τοπικῶς ἀλλήλων διῄρηνται, ἀλλὰ διὰ παντὸς ἰσομοίρως τοῦ ὑποκειμένου σώματος ἥκουσιν, οἷον τροφὴ καὶ αὔξησις ἐπὶ τοῖς φυτοῖς, αἴσθησις δὲ καὶ κίνησις ἐν τοῖς ζώοις. περὶ δὲ τῶν ἄλλων τὸ ἀληθὲς εἰπεῖν ἔχει ἀπορίαν. τὰ μὲν γὰρ φυτὰ φαίνεται διαιρούμενα ζῆν καὶ χωριζόμενα ἀπ’ ἀλλήλων, ὡς οὔσης τῆς ἐν αὐτοῖς ψυχῆς ἐντελεχείᾳ μὲν καὶ τῷ ὑποκειμένῳ μιᾶς ἐν ἑνὶ ἑκάστῳ τῶν φυτῶν, δυνάμει δὲ πολλῶν· καὶ περί τινας δὲ ἄλλας διαφόρους τῆς ψυχῆς δυνάμεις ὁρῶμεν συμβαῖνον ἐν τοῖς διατεμνομένοις τῶν ζώων τισί· καὶ γὰρ αἴσθησιν ἑκάτερον τῶν μερῶν τοῖς ἐντόμοις ἔχει διαιρεθεῖσι καὶ κίνησιν τὴν κατὰ τόπον. προσβιάσαιτο δ’ ἄν τις καὶ φαντασίαν καὶ ὄρεξιν· ὅπου μὲν γὰρ αἴσθησις, λύπη τε καὶ ἡδονὴ παρακολουθεῖ, ὅπου δὲ ταῦτα, ἐξ ἀνάγκης καὶ ἐπιθυμία. περὶ δὲ τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέ πω φανερόν, εἴτε παντὶ τῷ ὑποκειμένῳ συμπέφυκε σώματι ἢ ἑνὶ τῶν μερῶν κατακεκλήρωτο. ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεται χωρίζεσθαι ὥσπερ τοῦ φθαρτοῦ τὸ ἀίδιον.3

因此,这些现象在植物中也被观察到;因为它们只要能够摄取营养,就得以摄食并终生活着。营养能力能够与其他能力分离开来并独立存在,正如在缺乏感觉与理性的植物中所观察到的;但其他能力要与这一能力分离,且这还是在必死之物中,则是决不可能的。因为在神圣之物那里,由于不存在生长或衰退,营养能力或许完全是无用的;因为那些存在者无所欲求,超越了必死者的一切困顿。然而对于人、无理性的动物以及在它们之前的植物而言(这些存在者缺乏许多东西),营养之事由于流注与流失而是极其必要的,它在身体中织补流失之物,并在承受其自身被动状态的质料中将形式保持在同一性之内。而且,激怒与欲望亦被赋予必死之物,在它们身上既有有害之物亦有有益之物,[其具有这两者]一方面是为了让它通过后者追求保全之物,另一方面是通过前者抵御有害之物。因此,单纯地活着因遍及所有事物的这一本原——我指的是营养的本原——而属于一切活着的存在者。但是“动物”,由于完全的名称被赋予更完全的种,首先是因感觉而被称谓的,以至于即便有什么东西不运动也不改变位置,只要它具有感觉,我们也会说它是动物,而不仅仅是依“活着”这一单纯涵义而言。显而易见,许多此类动物是定着的,且仅分有触觉。因为触觉是诸感觉中最普遍的,并且在自然上首要地内在属于一切[动物];因为那被共同引入却不共同引入[他者]、且在被取消时一同取消[他者]的,当如是被称谓。正如营养能力能够脱离触觉和一切感觉而独立存在一样,触觉反过来亦能脱离其他诸感觉;因为唯有触觉这一感觉是所有动物显然都具有的。至于这两者由于何种原因具有相同的特性,我们稍后在篇末有闲时再说;现在只消说明这么多便足矣:由于活着的物类得以保全乃是借由摄食,而营养是湿与热及其相反者,因此对于植物而言,因其定着性,身旁近处的适宜之物作为营养便已足够;但对于那些能够进行空间运动、从远处觅取养料的生物而言,则需要借助触觉来分辨有益之物与有害之物。因此,这些乃是其余能力中最普遍且最必要的:为了保全的营养,以及动物借由触觉对其的分有。而这二者本身及一切其他能力的本原与原因乃是灵魂,它在这些能力中被规定:营养、感觉、思考与运动。既然论证的脉络允许,我们再次将先前所疑难的问题提出来也并无妨碍:所列举的每一项本身就是灵魂且彼此分离(仿佛有许多个灵魂一样),还是说一切皆是单一灵魂的部分?若是后者,它们究竟是仅仅在定义与概念上可分、但在整体上借由通贯万物的相互贯通而为一且在基底上同一,还是在空间位置上亦可分?正如我们所说蒂迈欧的做法那样,将不同的灵魂部分分配给不同的身体部位。对于某些能力而言,不难看出它们并非在空间上彼此分离,而是平等地通达整个基底身体,例如植物中的营养与生长,以及动物中的感觉与运动。但对于其他能力,要说出真相则具有疑难。因为植物在被分割和彼此分离后显然仍能活着,这表明它们之中的灵魂在每一个植物中依现实和基底而言虽是一,依潜能而言却是多;关于灵魂的另一些不同能力,我们亦在某些被切断的动物身上看到同样的情况发生:昆虫在被切开后,其两部分各具有感觉与空间运动。人们甚至可以勉强把表象和欲求也加上;因为凡是有感觉的地方,痛苦与快乐亦随之而来,而凡是有这些的地方,必然亦有欲望。然而关于智性与沉思能力,它究竟是与整个基底身体结合生长,还是被分配给其某个部分,迄今尚不清楚。但它似乎是另一种类的灵魂,并且唯有这一项能够被分离开来,正如永恒者脱离可毁灭者一样。

语法注3 条
  1. 3.2.2οἷς πολλῶν ἐπιδεᾶ

    关系代词与格 οἷς 的先行词是人、无理性动物与植物,中性复数形容词 ἐπιδεᾶ(源自 ἐπιδεής)在此作为谓词(省略系词),表达“对它们而言存在对诸多事物的匮乏/需求”。

  2. 3.2.2τὸ γὰρ συνεισφερόμενον καὶ μὴ συνεισφέρον καὶ συναναιροῦν ἀναιρούμενον οὕτως ἂν καλοῖτο

    这是界定“本性上的在先”(πρότερον τῇ φύσει)的标准哲学表达。分词结构对比了触觉的特性:当其他感觉被引入时它必然被一同引入(συνεισφερόμενον),但它并不必然一同引入其他感觉(μὴ συνεισφέρον);而在它自身被取消时(ἀναιρούμενον),则会将其他感觉一同取消(συναναιροῦν)。

  3. 3.2.2ὥσπερ τοῦ φθαρτοῦ τὸ ἀίδιον

    属格 τοῦ φθαρτοῦ 依附于前面的动词 χωρίζεσθαι,作表示分离的属格;此处为省略了谓词动词的比较句,即“正如永恒者脱离可毁灭者[而被分离]一样”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:48.5-49.19