- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:46.27-48.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯以愤怒和求方的定义为例,说明依质料、形式与结合体的定义如何分别对应于三段论的结论、中项与全体,进而基于生命的诸种意义(摄食、生长、感觉等)开始探讨具灵魂之物与无灵魂之物的区分。
σαφηνιεῖ δὲ τεθὲν τὸ παράδειγμα· θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως. οὗτος ἐκ τοῦ συνάμφω· ὃν εἰ διαλύσαιμεν, ὁ μὲν ἔσται ὕλης, ζέσις τοῦ περὶ καρδίαν αἵματος, ὁ δὲ μόνον εἶδος, θυμός ἐστιν ὄρεξις ἀντιλυπήσεως. συλλογιζομένων δὲ οὕτω θέσεως ἕξουσιν·1 ὁ θυμούμενος ὀρέγεται ἀντιλυπῆσαι, τοῦ τοιούτου δὲ ζεῖ τὸ περὶ καρδίαν αἷμα· τοῦ θυμουμένου ἄρα ζεῖ τὸ περὶ καρδίαν αἷμα. ὅλος μὲν ὁ συλλογισμὸς ὅρος καὶ ἀπόδειξις, τῶν μερῶν δὲ ὁ μὲν μέσος ὁρισμός, ὃν ἐξ αἰτίας καὶ εἴδους ἐλέγομεν, ὁ ἐξ ὕλης δὲ τὸ συμπέρασμα. καὶ καθόλου δέ, ὡς κἀν τοῖς Ἀναλυτικοῖς λέγεται, πᾶς ὅρος ἢ ἀπόδειξις θέσει διαφέρουσα ἢ ἀρχὴ ἀποδείξεως, εἰ μέσος καὶ αἴτιος, ἢ συμπέρασμα ἀποδείξεως, εἴπερ ὕλη καὶ ὑποκείμενον. οὕτω δὲ σαθρῶς ἔχει καὶ τοῖς ἐκείνως ὁριζομένοις, τί ἐστι τετραγωνισμός, τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι ἰσόπλευρον·2 οὗτος γὰρ ἐκ μόνης τῆς ὕλης ὢν συμπέρασμά ἐστι τῆς ὅλης ἀποδείξεως. ἀλλ’ ὁ λέγων, τί ἐστι τετραγωνισμός, ὅτι μέσης εὕρεσις, τούτου μὲν κρείττων, ὅτι τοῦ πράγματος λέγει τὸ αἴτιον, χερείων δὲ τοῦ συνάμφω καὶ τῆς τελείας ἀποδείξεως, οἷον τετραγωνισμός ἐστι τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον ποιῆσαι δι’ εὕρεσιν μέσης ἀναλόγου. καὶ τέλειος μὲν ὅρος τοῦτο, ἀπόδειξις δὲ ὁ αὐτὸς οὕτως· ὁ τετραγωνίσαι βουλόμενος μέσην ἀνάλογον ζητεῖ εὑρεῖν· ἡ μέση εὑρεθεῖσα ἴσον ἑτερομήκει ὀρθογώνιον καὶ ἰσόπλευρον ποιεῖ· ὁ ἄρα τετραγωνίζων ἴσον ἑτερομήκει ὀρθογώνιον καὶ ἰσόπλευρον ποιεῖ. ἡμεῖς δ’ ἂν τοῦτο καὶ πρῶτον ἐθήκαμεν τὸ παράδειγμα καὶ μόνῳ ἠρκέσθημεν ἀκριβοῦντι τὴν τῶν κειμένων διάνοιαν, εἰ μὴ ἐκεῖνο δήπουθεν εὐλαβήθημεν θορυβῆσαι καὶ ξενοφωνῆσαι τοῖς ἀγεωμετρήτως ἡμῖν ἐντυγχάνουσιν· ὅθεν τῷ θυμῷ τὸν τάραχόν πως προκαταστέλλομεν. ἔτι δὲ καὶ ταῖς ἐπαγωγαῖς ἐπάσοντες διαλυσόμεθα τέλεον. ἔστι δὲ τετράγωνον μὲν ὃ ἰσόπλευρόν τέ ἐστι καὶ ὀρθογώνιον, ἑτερόμηκες δὲ ὃ τετράπλευρον μὲν καὶ ὀρθογώνιον, οὐκ ἰσόπλευρον δέ. πλευρὰ δὲ ἐν τούτοις ἐπὶ πλευρὰν πολλαπλασιασθεῖσα, ἡ πλάγιος πρὸς τὴν κατ’ εὐθεῖαν, τὸ ὅλον γίνεται. οἱ γοῦν τὸ ἑτερόμηκες τετραγωνίσαι βουλόμενοι μέσην ἀνάλογον ζητοῦσι· καὶ ἐπεὶ ἑτερόμηκές ἐστι τὸ τὰς ἀπαντικρὺ πλευρὰς ἴσας ἀλλήλαις ἔχον, ἀνίσους δὲ πρὸς τὰς ἑτέρας καὶ θέσει διαφόρους, εἰ τὰς μὲν αὐτοῦ ἀνὰ ηʹ πηχῶν φέρε θήσομεν τὰς δὲ ἀνὰ βʹ, τὴν μέσην τῶν ηʹ καὶ βʹ εὑρεθεῖσαν ἀνάλογον εὐθεῖαν ἐκείνην εἶναι τὴν μέσην ὑποληπτέον, ἣν ζητοῦμεν. αὕτη δὲ τὰ δʹ· ὡς γὰρ τὰ δʹ πρὸς τὰ ηʹ, τὰ βʹ πρὸς τὰ δʹ. τὸ γοῦν ἀπὸ ταύτης ἀναγραφὲν τετράγωνον ἴσον ἔσται τῷ προρρηθέντι ἑτερομήκει. δὶς γὰρ ηʹ ιςʹ· οὕτω γὰρ ἐκείνῳ αἱ πλευραὶ εἶχον· καὶ τετράκις δʹ ιςʹ, ὅπερ ἦν τὸ ἐκ τῆς ἀναλόγου τετράγωνον. ἀλλ’ αὕτη μὲν ἡ ἀναλογία ἐν διπλασίονι λόγῳ· ἐν ἡμιολίῳ δὲ οὕτω. τετράκις θʹ λςʹ· τοῦτο ἑτερόμηκες. μέσος δὲ ἀνάλογος τῶν θʹ καὶ δʹ ὁ ςʹ· ἐλήφθη γὰρ ἀπὸ μὲν τῶν δʹ τὸ ἥμισυ, ἀπὸ δὲ τῶν θʹ τὸ τρίτον, καὶ συγκραθέντα πρὸς ἄλληλα τὸν ςʹ πεποιήκασι μέσον ὄντα καὶ ἀνάλογον. ὅταν γὰρ τρεῖς ἀριθμοὶ ἀνάλογοι ὦσι, τὸ ἀπὸ τῶν ἄκρων ἴσον ἔσται τῷ ἀπὸ τοῦ μέσου.3 Τοσαῦτα παρειπόντες διὰ σαφήνειαν πάλιν ἐπανιόντες λέγομεν, τὴν ἀρχὴν ἐντεῦθεν τῆς σκέψεως ποιησάμενοι. τὸ ψυχὴν ἔχον σῶμα πρὸς τὸ μὴ ἔχον οὐκ ἄλλῳ ἢ τῷ ζῆν διορίζομεν. τὸ δὲ ζῆν εἰς πλείω τὸν ἀριθμὸν βλέψαντες εἴποιμεν· κἂν εἰ μόνον ἓν ὑπάρχει τι τούτων, ζῆν αὐτὸ λέγομεν. καὶ γὰρ ζωαὶ καὶ αἴσθησις καὶ νοῦς καὶ ἡ κατὰ τόπον κίνησις καὶ στάσις, ἔτι δὲ καὶ ἡ κατὰ τὸ τρέφειν καὶ αὐξάνεσθαι καὶ φθίνειν κίνησις· διὸ καὶ τὰ φυόμενα πάντα ζωῆς τινος δοκεῖ μετέχειν· αὐτὰ γὰρ ἐν αὐτοῖς φαίνεται τοιαύτην δύναμιν ἔχοντα καὶ ἀρχήν, δι’ ἧς αὔξησίν τε λαμβάνει καὶ φθίσιν κατὰ τοὺς ἐναντίους τόπους. οὐ γὰρ ἄνω μὲν τρέφεται, κάτω δ’ οὔ, ἀλλὰ καὶ κάτω καὶ ἄνω καὶ πάντη. τούτῳ γὰρ τὴν πρόσθεσιν τῆς αὐξήσεως διεστέλλομεν, ὅτι ἡ μὲν εἰς πᾶν τὸ σῶμα καὶ κατὰ πάσας τὰς διαστάσεις, ἡ δὲ ἐν μέρει καὶ ἐφ’ ἑνί, ὥσπερ ἐν τῷ σωρῷ ἐπιβαλὼν σῖτον ἕτερον οὐχ ἅπαντα ηὔξησας, ἀλλ’ ἐκεῖνο τὸ μέρος τὸ δεδεγμένον τὴν πρόσθεσιν.
所给出的例子将使之明晰:“愤怒是由于报复的欲望而产生的在心脏周围血液的沸腾”。这是由两者结合而成的。如果我们把它分解,依质料的将是“在心脏周围血液的沸腾”,而单依形式的则是“愤怒是报复的欲望”。当它们被组合为三段论时,其排列如下:“发怒者欲望报复;在这样的人身上,心脏周围的血液沸腾;因此,在发怒者身上,心脏周围的血液沸腾”。三段论的整体是定义与证明,而在其诸部分中,中项是定义(即我们所说的依原因与形式的定义),而依质料的则是结论。总而言之,正如在《分析篇》中所说,每一个定义要么是在排列上有所不同的证明,要么是证明的本原(若它是中项与原因),要么是证明的结论(若它确是质料与基底)。同样,对于那些以那种方式将求方定义为“与长方形相等的直角四边形是等边的”的人来说,也是站不住脚的;因为这一定义仅取自质料,是整个证明的结论。而那个说求方是“寻找中项”的人,比前者更优,因为他说出了事物的原因,但比起由两者结合而成的定义以及完全的证明则逊色,例如“求方是通过寻找比例中项而造就与长方形相等的直角四边形”。这是完全的定义,而同样的论证作为证明则如下:“想要进行求方的人寻求找到比例中项;所找到的比例中项造就了与长方形相等且等边的直角四边形;因此,进行求方的人造就了与长方形相等且等边的直角四边形”。若不是我们确实顾虑让那些未经几何学训练而读我们著作的人感到困惑与生疏,我们本会将这个例子置于首位,并且仅满足于它准确阐明文本的思想;因此我们借由愤怒的例子先在某种程度上平息了混乱。此外,我们还将通过附加归纳性的阐述来彻底化解它。正方形是既等边又直角的四边形,而长方形是四边且直角但非等边的。在这些图形中,边乘以边——即横边乘以直边——便成为整体。无论如何,想要使长方形求方的人寻求比例中项;由于长方形是相对的诸边彼此相等,而与另一组边不等且在位置上不同的图形,假设我们将其一组边定为各8肘尺,另一组边定为各2肘尺,那么作为8与2的比例中项所求得的那条直线,必须被理解为我们所寻求的中项。而这是4;因为正如4之于8,2亦之于4。因此,由这条直线所作的正方形将等于先前所述的长方形。因为2的8倍是16(那个长方形的边便是如此),4的4倍亦是16,这正是由比例中项所得的正方形。但这只是在二倍比中的比例;而在一点五倍比中则如下:4的9倍是36;这是长方形。而9与4的比例中项是6;因为从4取了一半,从9取了三分之一,二者结合便产生了作为中项与比例的6。因为当三个数成比例时,两极之[积]将等于中项之[方]。为了清晰起见在旁支中说了这么多之后,我们再次折回,从这里开始探究:我们将具灵魂的身体与不具灵魂的身体区分开来,不依凭别的,唯凭活着。而在谈到活着时,我们可以着眼于更多的方面;即使这些之中仅有一项存在,我们亦说它活着。因为感觉、智性、空间运动与静止亦是生命,此外依摄食、生长与衰退的运动亦是生命;因此所有生长的植物似乎亦分有了某种生命;因为它们自身显现出在自身之内具有这样一种潜能与本原,借由此潜能向相反的空间位置接受生长与衰退。因为并不是向上摄取营养而向下不摄取,而是向下、向上并在各个方向皆然。因为我们正是借此将增补与生长区分开来:后者及于整个身体且依所有维度,而前者是局部的且在一处,正如将另一些谷物投于堆上,你并没有使整体生长,而只是使接纳了增补的那一部分增加。
- 3.2.2συλλογιζομένων δὲ οὕτω θέσεως ἕξουσιν
分词 συλλογιζομένων 用作带不定主语的属格绝对结构(“当人们构成三段论时”或“当它们被三段论化时”),主句中省略的主语与动词 ἕξουσιν 搭配属格 θέσεως(“它们将处于如此的排列状态”)。
- 3.2.2οὕτω δὲ σαθρῶς ἔχει καὶ τοῖς ἐκείνως ὁριζομένοις, τί ἐστι τετραγωνισμός, τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι ἰσόπλευρον
非人称结构 οὕτω σαθρῶς ἔχει(“同样是站不住脚的/有缺陷的”)支配与格 τοῖς ὁριζομένοις(“对于那些……下定义的人而言”)。间接疑问句 τί ἐστι τετραγωνισμός 之后同格地跟随着冠词附带不定词短语 τὸ ... εἶναι ἰσόπλευρον,具体指明其定义的具体内容。
- 3.2.2τὸ ἀπὸ τῶν ἄκρων ἴσον ἔσται τῷ ἀπὸ τοῦ μέσου
此处理论指连比例(a:b = b:c)中两外项之积等于中项之平方的几何/算术定理。通常外项所构成的长方形写作 τὸ ὑπὸ τῶν ἄκρων,但此处为了与中项的正方形(τῷ ἀπὸ τοῦ μέσου)保持对称,统一使用了介词 ἀπό 来表示“由……所得的面积/乘积”。
