- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:45.12-46.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在重新开始对灵魂的探究之际,作者阐明了从事实(‘是什么’)推进至原因(‘为什么’)的教学次序,并通过与三段论的类比论证了完满的定义不仅应当包含作为结论的事实,亦必须包含原因。
Πειρατέον δὲ οὕτω γε πάλιν ἐπελθεῖν περὶ αὐτῆς. διδασκαλικώτερον δὲ τὴν τῆς ψυχῆς ἱστορίαν μετιόντες καὶ δήπου τοῖς διδασκαλικοῖς τῶν τρόπων ἑπόμενοι (τὸ δὲ ἄρχεσθαι ἐκ τῶν ἀσαφῶν μὲν τῇ φύσει, φανερωτέρων δὲ ἡμῖν· τοῦτο γὰρ σαφὲς καὶ κατὰ τὸν λόγον γνωριμώτερον γίνεται) τοῦ διότι τὸ ὅτι προεκτεθείκαμεν.1 ὅτι μὲν γάρ ἐστι ψυχὴ δεδειγμένον ἔχομεν· ἐντελέχεια γὰρ σώματος φυσικοῦ ὀργανικοῦ· διότι δὲ καὶ ὅπως ἐντελέχεια, λείπεται προσεξετάζειν τοῖς ἐφεξῆς. οὐ γὰρ μόνον τὸ ὅτι δεῖ ἔχειν τὸν ὁριστικὸν λόγον, ὥσπερ οἱ πλεῖστοι τῶν ὅρων ἔχουσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ὑπάρχειν δεῖ. τοῖς δυσὶ δὲ τούτοις κἀκεῖνα τὰ τέτταρα τῶν προβλημάτων ὑπάγεται, εἰ ἔστι, τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι· τά τε γὰρ πρῶτα τρία ὡς περὶ τὴν τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ στρεφόμενα εὕρεσιν τῷ ὅτι περιελήφθησαν, ταὐτὸν δὲ τῷ διότι τὸ διὰ τί ἐστι τὸ τάξει τελευταῖον καὶ ἔσχατον. οὐχ ὥσπερ δὲ τὸ ὅτι διὰ τοῦ βραχυτάτου ἐνδειξάμενοι ἀπηλλάγημεν, οὕτω καὶ περὶ τοῦ διότι ὀλίγα εἰπόντες ἀρκέσομεν· ἀλλ’ εἰ καὶ ἐν ὅλοις τοῖς ἐφεξῆς δυσὶ βιβλίοις περὶ αὐτοῦ πραγματευομένοις γένοιτό τι διαλαβεῖν ἱκανόν, ἀγαπᾶν χρή. εἰ γὰρ τὴν ὅλην ψυχὴν ἑρμηνεῦσαι δεῖ, ὅπως ὅλου τοῦ σώματος ἐντελέχεια, καὶ ὅπως τὰ μέρη τῶν μερῶν, πρότερον δεῖ. εἰ δὲ ταῦτα τριττά, τὰ μὲν λογικὰ τὰ δὲ αἰσθητικὰ τὰ δὲ φυτικά, δεήσει περὶ τοῦ καθ’ ἕκαστον ἰδίως ἐπελθεῖν· καὶ πρῶτον περὶ τῶν φυτικῶν, τί θρεπτικὸν καὶ τίνων καὶ ὅπως, καὶ πρὸ τούτων τί τὸ τρέφον, τί τὸ γεννητικὸν καὶ τίνων καὶ διὰ τί· οὕτω καὶ περὶ τοῦ αὐξητικοῦ. εἶτα ὁ τῶν αἰσθήσεων καὶ αἰσθητηρίων ἀνακύψει λόγος διεξιόντων, πῶς καὶ τούτων ἡ ψυχὴ ἐντελέχεια, ὑπὲρ ὧν ὅσον μὲν ἐργῶδες καὶ σαφὲς καὶ δι’ ὀλίγων εἰπεῖν, προϊοῦσι γνωσθήσεται· αἵ τε λογικαὶ δυνάμεις ὅλον τὸ τρίτον καὶ τελευταῖον τοῦ συντάγματος ἰδιώσαντο. καὶ ὡς πρὸς μὲν τὴν διδασκαλίαν, ὥσπερ εἴρηται, καὶ τὴν τῆς γνώσεως ἀναγωγὴν ἀρίστη τάξις ἡ ἀπὸ τῶν σαφεστέρων καὶ συντρόφων τῇ αἰσθήσει ἐπὶ τὰ δυςληπτότερα προοδεύουσα· ἐπεὶ ἄλλως γε τίς οὐκ οἶδεν ἐν τῷ παντὶ προηγεῖσθαι μὲν τὰ τέλεια τῶν ἀτελῶν καὶ τὰ ἀρχηγικώτερα καὶ μᾶλλον αἴτια τῶν ἐκεῖθεν ἠρτημένων; οὐκοῦν πρότερον νοῦς, εἶτα αἴσθησις, εἶτα φυτικόν, ἃ τοῖς ζῴοις ἀνάπαλιν συντετάχαται. οὕτω κἂν τὸ διότι τοῦ ὅτι πρότερον λέγοιτ’ ἂν ἐν τοῖς τῆς φύσεως λόγοις· ὧν γὰρ ἐκείνη ποιεῖ, τοὺς λόγους, καθ’ οὕς, φθάνει προαποκειμένους ἔχουσα· τύχη γὰρ καὶ αὐτόματον πρὸς τὴν φύσιν ἀντιδιέσταλται. δεῖ δὲ μὴ λανθάνειν καὶ καθ’ ὅσους τρόπους τὸ σαφὲς καὶ τὸ ἀσαφὲς ἡμῖν ἐκλαμβάνεται. ἔστι μὲν γὰρ τὸ καθόλου καὶ συγκεχυμένον, ὡς ἐν τῇ Φυσικῇ λέγεται, τοῦ μερικοῦ καὶ διηρθρωμένου μᾶλλον γνωριμώτερον ἡμῖν καὶ σαφέστερον, οἷον τὸ ἁπλῶς εἰδέναι σῶμα τοῦ ὅτι τοιόνδε, οἷον οὐράνιον ἢ ἐπίγειον καὶ τοίως ἢ τοιῶσδε κέκραται, καὶ τὸ ἁπλῶς ζῷον τοῦ τοιοῦδε. ἔτι σαφέστερον καὶ τὸ τῇ αἰσθήσει πρῶτον, ὕστερον δὲ τῇ φύσει, ὡς τὰ μερικὰ τῶν καθόλου καὶ τὰ κατὰ σύνθεσιν τῶν ἁπλῶν· καὶ τρίτον τὸ ὅτι τοῦ διότι. καὶ γὰρ ὅτι ἔχομεν ψυχὴν καὶ ὅτι ἀθάνατος εὐχερέστερον τοῖς πολλοῖς εἰδέναι, παρακολουθῆσαι δὲ τῷ ταῦτα κατασκευάζοντι λόγῳ ἔστιν οἷς καὶ τῶν ὑπὲρ τοὺς πολλοὺς ἐργωδέστατον. τούτων οὕτω διαιτηθέντων πάλιν ἐπαναλαβόντες λέγομεν, ὡς δεῖ τῷ ὅρῳ προσκεῖσθαι καὶ τὴν αἰτίαν τοῦ πράγματος καὶ μὴ ὥσπερ νῦν οἱ πλεῖστοι τῶν ὅρων ἔχουσιν· ὥσπερ γὰρ συμπεράσματα τὸ ὅλον οἱ λόγοι τῶν ὅρων εἰσὶ καὶ πλέον οὐδέν. λαμβανομένων γὰρ τῶν ὅρων τῶν μὲν ἐκ τῆς ὕλης, ὡς κἀν ταῖς ἀρχαῖς διωρίσθη, τῶν δὲ ἐκ τοῦ εἴδους τῶν δὲ ἐκ τοῦ συναμφοτέρου κρείττων μὲν τοῦ ἐξ ὕλης ὁ εἰδικός (τελεώτερος γὰρ διὰ τὴν αἰτίαν), κρείττων δ’ ἀμφοτέρων ὁ ἐξ ἀμφοῖν· τελεώτατος γάρ, τό τε πρᾶγμα ἔχων καὶ τὴν αἰτίαν αὐτοῦ. μεταγόμενοι δὲ πρὸς συλλογισμὸν ὁ μὲν ἔσται συμπέρασμα, ὁ δὲ μέσος ὅρος, ὁ δὲ παρὰ τοσοῦτον συλλογισμὸς τέλειος καὶ αὐτάρκης ἀπόδειξις, παρ’ ὅσον τῇ θέσει παρήλλακται.2 ἄλλως γὰρ ὑφ’ ἑνὸς ὁ ὅρος συνείρεται καὶ ἑτέρως ἡ ἀπόδειξις ἐκδιαλελυμένων τῇ ἐκθέσει τῶν ὅρων ἐν τῷ συλλογισμῷ πλέκεται, ἥ τε τάξις τῆς ἀγωγῆς ἑτέρα.
因此,我们必须尝试以此种方式重新探讨灵魂。当我们以更具教学性的方式进行关于灵魂的探究,并且自然遵循教学方法时(即从本性上不清晰但对我们而言更明显的事物出发;因为这在理性上会变得清晰且更易认识),我们在‘为什么’之前先提出了‘实然’。因为关于灵魂存在,我们已经作了证明;因为它是具有器官的自然身体的完全现实态;但它为何以及如何是完全现实态,尚有待在接下来的讨论中进一步考察。因为定义性的言述不仅应当包含‘实然’,如大多数定义那样,而且原因也必须在场。在这两项之下,那四个探寻问题亦被归入其中:是否存在、是什么、是何种事物,以及因何存在。因为前三者围绕着名称与定义的发现而展开,被包涵在‘实然’之中;而在次序上处于最后与终极的‘因何存在’,则与‘为什么’同一。而且,并不像我们以最简短的方式指明了‘实然’便可了事那样,对于‘为什么’我们亦不能仅略说数语便觉满足;相反,即便在接下来的整整两卷中探究它并能获得某种充分的理解,我们便应当感到满意。因为如果必须阐明整个灵魂如何是整个身体的完全现实态,那么也必须先阐明各部分如何是各部分的完全现实态。如果这些部分是三重性的,即理性的、感觉的和植物性的,就必须对每一部分进行专门探讨:首先关于植物性部分,什么是摄食的、针对何物且如何进行,而在这些之前,什么是滋养之物,什么是生殖的、针对何物且因何缘故;关于生长的部分亦是如此。接着,随着我们阐明灵魂如何亦是感觉与感觉器官的完全现实态,关于它们的言述便会呈现;关于这些,要说得既清晰又简短是何等费力,随后的探究者自会知晓;而理性潜能则占据了本著作整个第三卷也是最后一卷。就教学而言,正如所言,以及就认识的提升而言,最好的次序是从对感觉更清晰、更亲近的事物推进到更难把握的事物;否则,谁不知道在宇宙中完全者优先于不完全者,首要的与更具原因性的事物优先于依存其上的事物呢?因此,智性在先,其次是感觉,再次是植物性,而这些在动物身上则是逆序排列的。同样,在自然学言述中,‘为什么’亦会被说成优先于‘实然’;因为自然在造就其所造之物时,早已预先具备了依之而造的诸理据;因为偶性与自发性是与自然相对立的。但我们亦不可忽视,清晰与不清晰对我们而言是在多少种意义上被理解的。因为正如在《物理学》中所言,普遍与混融的事物比起特殊的与分节的事物,对我们而言更可知、更清晰,例如单纯知道是身体,比起知道它是何种身体(如属天的还是地上的,以及以何种方式混合)更为清晰;单纯知道是动物,比起知道特定种类更为清晰。此外,对感觉在先但依本性在后者亦更为清晰,如个别事物相对于普遍事物,复合事物相对于单纯事物;第三,‘实然’相对于‘为什么’亦是如此。因为对于大众而言,知道我们拥有灵魂且它是不死的更容易,但要紧随确立这些的论证,即便对于超越大众的某些人而言也是极费力的。在对这些作了如此区分之后,我们再次重申:在定义中必须附上事物的原因,而不应像如今大多数定义所呈现的那样;因为作为整体的定义性言述宛如结论,别无其他。因为如在开篇时所确定的那样,定义若有的取自质料,有的取自形式,有的取自两者的结合体,那么依形式的定义优于依质料的定义(因为它因原因而更完全),而依两者的定义则优于这两者中的任何一个;因为它是最完全的,既包含事物又包含其原因。当它们被转换到三段论中时,前者将是结论,中者是中项,而后者仅仅在陈设与排列上有所不同,便是一个完全的三段论和自足的证明。因为定义是以单一的词句连缀在一起,而证明则是在三段论的陈述中通过解开并陈设诸词项而编织起来的,其推导的次序亦有所不同。
- 3.2.2τοῦ διότι τὸ ὅτι προεκτεθείκαμεν
属格 τοῦ διότι 由复合动词 προεκτεθείκαμεν 中的前缀 πρό- 所支配,表示先后次序:“在‘为什么’之前先提出了‘实然’”。τοῦ διότι 与 τὸ ὅτι 均作为带冠词的中性名词性从句在此形成对举。
- 3.2.2παρὰ τοσοῦτον συλλογισμὸς τέλειος καὶ αὐτάρκης ἀπόδειξις, παρ’ ὅσον τῇ θέσει παρήλλακται
由 παρὰ τοσοῦτον ... παρ' ὅσον 构成的相关结构,意为“除……这一点外便是……”。此处表明源于两者结合体的完满定义在实质上与一个完全的三段论和论证无异,二者仅仅在词项的排列与陈置位置(τῇ θέσει)上有所差异。
