← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§44.2-45.11

潜在具有生命的身体与智性的可分离性

本段基于亚里士多德《灵魂论》第二卷第一章,借助部分与整体的关系阐明了身体“潜在地具有生命”的含义,论证了灵魂的各个器官性潜能不可脱离身体,而智性(理性灵魂)则可能像水手离开船只一样脱离身体而独立存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.1#4

ἐπεὶ γὰρ τῶν αἰσθητηρίων ἕκαστον κατά τινα τῆς ψυχῆς αἰσθητικὴν χαρακτηρίζεται δύναμιν, ἐξαιρουμένης τῆς ἁφῆς δι’ ὅλου ἡκούσης τοῦ σώματος, ὡς ἂν ἑκάστη αἴσθησις πρὸς τὸ ὑποκείμενον αὐτῇ αἰσθητήριον ἔχοι, οὕτως ἡ ὅλη ψυχὴ πρὸς ὅλον τὸ σῶμα ἕξει, καθὸ αἰσθητικόν· οὐ γάρ, καθὸ βαρὺ ἢ κοῦφον ἢ τοσόνδε ἐστὶν ἢ τοιόνδε χρῶμα ἢ σχῆμα ἔχει ἢ ποῦ ὂν ἢ ποτέ, εἰδοποιεῖται ὑπὸ ψυχῆς, ἀλλὰ καθὸ φυσικὸν δυνάμει ζωὴν ἔχον. ἔστι δὲ τὸ δυνάμει ὂν σῶμα ὥστε ζῆν οὔτε τὸ πρότερον ἔχον ψυχὴν καὶ ἀποβεβληκὸς νῦν, ὥσπερ τὸ νεκρωθέν, οὔτε τὸ κατ’ ἐπιτηδειότητα δυνατόν, μήπω δέ, ὥσπερ τὸ σπέρμα καὶ ὁ καρπός, ἀλλὰ τὸ ἤδη ἔχον ζωὴν καὶ ἐνεργόν, ὡς τὰ τῶν ζώων σώματα. ἀπορήσειε δ’ ἄν τις, πῶς δυνάμει τὸ ἐνεργείᾳ ζῶν.1 λέγομεν δέ, ὥσπερ ὁ ὀφθαλμὸς δυνάμει ἐστὶν ὁρατικὸς αὐτὸς καθ’ ἑαυτόν, οὐχ ὁρᾷ δὲ ἐνεργείᾳ ἄνευ τῆς τοῦ φωτὸς ἐλλάμψεως, καὶ εἴ τις δὲ ὁρῶντος ἐνεργείᾳ τοῦ ὀφθαλμοῦ λέγει ὁρατικὸν εἶναι δυνάμει, ἀληθεύει (αὐτὸς γὰρ κατὰ τὴν ἑαυτοῦ οὐσίαν μόνην τὴν εἰς τὸ ὁρᾶν ἔχει ἐπιτηδειότητα, τῆς ἐνεργείας ἐξ ἑτέρου τοῦ φωτὸς παραγινομένης), οὕτω τοι καὶ ἐπὶ τοῦ ὅλου σώματος καὶ τῆς ψυχῆς αὐτὸ μὲν τὸ σῶμα, ὅσον ἀφ’ ἑαυτοῦ, τὴν ἐπιτηδειότητα μόνην ἔχει, ἡ μέντοι κατ’ ἐνέργειαν ζωὴ ὡς τελείῳ ὀργάνῳ ἐκ τῆς ψυχῆς παραγίνεται. ἐπεὶ δὲ διττὴν ἄνω τὴν ἐντελέχειαν ἐμανθάνομεν, τὸ μὲν αὐτῆς ἕξιν τὸ δὲ ἐνέργειαν ὀνομάζοντες, ἄμφω δὲ τῷ σώματι, καὶ ὕπνος καὶ αἴσθησις, ψυχῆς ἐνούσης ἐγγίνεται, εἴη ἂν ὡς μὲν ἐκεῖ ἡ πρίσις καὶ ἡ ὅρασις ἐντελέχειαι κατ’ ἐνέργειαν, ἡ μὲν τοῦ πρίονος ἡ δὲ τοῦ ὀφθαλμοῦ, οὕτως ὧδε ἡ ἐγρήγορσις ἐντελέχεια· ὡς δ’ αὖ ἡ ὄψις καὶ ἡ δύναμις τῆς εὐκαίρου χρείας τοῦ ὀργάνου κατὰ δύναμιν ἐκεῖ, οὕτως ἐν τῷ σώματι ὧδε τῷ δυνάμει ὄντι ἡ ψυχή· καὶ ὥσπερ ὁ ὀφθαλμὸς οὐχ ἡ κόρη μόνη μετὰ τῶν χιτώνων καὶ ὑγρῶν ἐστιν οὐδ’ αὖ ἡ ὄψις μόνη, ἀλλ’ ὁμοῦ τὸ ἅπαν ὁ ὀφθαλμός, οὕτως ἡ ψυχὴ καὶ τὸ σῶμα οὐδὲν ἀνὰ μέρος ζῶον, ἀλλὰ τὸ συνάμφω. τούτων οὕτω διωρισμένων οὐκ ἄδηλον ὡς ἤτοι μέρη τῆς ψυχῆς τῆς ἐν θνητοῖς ζώοις ἢ καὶ ὅλη, εἰ μὴ μεριστή, οὐκ ἔστι χωριστὴ τοῦ σώματος, οὗ ἐστι ψυχή. ἔνια γὰρ τῶν τῆς ψυχῆς μορίων ἐντελέχειαι αὐτῶν τῶν μερῶν ἐστι τοῦ σώματος· ἡ γὰρ θρεπτικὴ δύναμις αὐτοῦ τοῦ τρεφομένου ἐστὶ τελειότης σώματος, ὁμοίως καὶ ἡ αὐξητικὴ καὶ ἡ γεννητική. ἔτι μέντοι καὶ ἡ αἰσθητικὴ αἰσθητηρίου τινὸς τυγχάνει τελείωσις, καὶ τὸ ὀρεκτικὸν αὐτὸ συνέχει τι μόριον σώματος. εἰ οὖν οὕτω ταῦτα καὶ τελειωτικά πώς εἰσιν, οὐκ ἂν χωρισθήσονται. τί δὲ καὶ χωρισθέντα ἐνεργήσουσιν; τί γὰρ ἡ θρέψις θρέψει ἢ αὐξήσει ἡ αὔξησις ἢ ἡ αἴσθησις αἰσθανθήσεται; ἀλλ’ ὥσπερ ταῦτα καὶ τὰ τούτοις ὅμοια, ὧν αἱ ἐνέργειαι ἀχώριστοι καὶ εἴδη τῶν ὑποκειμένων τυγχάνει καὶ τελειότητες, ἀχώριστά εἰσι σώματος, οὕτως οὐδὲν κωλύει ἔνια χωριστὰ εἶναι, οἷον ἴσως τὸν νοῦν αὐτόν, ὅ τί ποτε καὶ ἔστι, τὴν θεωρητικὴν καὶ οὐσιώδη δύναμιν καὶ ἐνέργειαν. οὐ γὰρ δοκεῖ γε οὗτος σώματος ἐντελέχεια οὐδενὸς οὐδὲ καθάπαξ μεμῖχθαι σώματι. μὴ καὶ δοκῶμεν ἀφιλοσόφως τῷ λόγῳ προσφέρεσθαι2 καὶ τὴν σκιὰν αὐτῶν ὃ λέγεται δεδοικότες, τῇ λογικῇ ψυχῇ οὐχ ὁλοτελῶς αὐτόθεν ἀποφαινόμενοι τὸ ἀθάνατον, ἀλλὰ δειλιῶμεν καὶ ἐνδοιάζωμεν τῷ τῆς ἐντελεχείας ὀνόματι προστριβόμενοι. τὸ δέ ἐστιν ἄδηλον, εἰ μᾶλλον οὕτως ἡ ἀνθρωπίνη ψυχὴ ἐντελέχεια σώματος, ὥσπερ ὁ πλωτὴρ τοῦ πλοίου, ἢ ὥσπερ ἐλέγετο πρότερον. καὶ τῶν μὲν ἐνεργειῶν, αἷς ἐπὶ τῶν οἰάκων καθημένη τοῦ σώματος διῴκει τοῦτο καὶ χειμαζόμενον συνεῖχεν, ἀπολυθεῖσα τοῦ βυθοῦ τῆς γενέσεως παύσαιτο, αὐτὴ δὲ ἔσται πρὸς αὐτὴν ἄσχετος καὶ ἀπόλυτος, ἑστῶσα ἐν ἀκυμάντῳ λιμένι γαληνιῶσα, θεωροῦσα τὸ ὂν ἐν αἰῶνι τὴν οὐσίαν ἔχουσα καὶ τὴν νόησιν. ὡς μὲν οὖν εἰπεῖν τύπῳ περὶ πάσης ψυχῆς εἰρήσθω τὸν τρόπον τοῦτον.

因为既然除了遍及整个身体的触觉之外,每个感觉器官都由灵魂的某种感觉潜能所表征,那么正如每一感觉相对于其底层感觉器官那样,整个灵魂相对于就其作为能感觉的而言的整个身体,亦将如此;因为身体并非就其作为沉重或轻盈、或者具有如此的大小、或者具有如此的颜色或形状、或者在某处、或在某时而由灵魂所赋形,而是就其作为潜在地具有生命的自然身体而言被赋形。而‘足以生活的潜在身体’既不是先前具有灵魂而现已失去它的身体(如死尸),亦不是依适应性而可能但尚未成型的身体(如种子和果实),而是已经具有生命并处于活动之中的身体(如动物的身体)。然而有人可能会产生疑难:现实地活着的东西怎么会是‘潜在的’?我们则说:正如眼睛就其自身而言是潜在能见的,但若没有光的照耀便不能现实地看,即便有人在眼睛现实地看时说它‘潜在地具有视力’,他亦说的是真话(因为眼睛依其自身实体仅具有看的适宜性,而现实活动则来自外部的另一者,即光),在整个身体与灵魂的情形中亦确实如此:身体自身就其自身而言仅具有适宜性,然而现实活动中的生命则是作为施加于完全工具之上而从灵魂产生的。既然我们在前面已得知完全现实态是双重的,将其一称为状态,另一称为现实活动,且睡眠与感觉这两者都是由于灵魂在场而在身体中产生的,那么便会是:正如在那里,锯切与看是现实活动意义上的完全现实态(前者属于锯子,后者属于眼睛),在这里醒觉亦同样是完全现实态;又正如在那里,视力以及合宜使用工具的潜能是依潜能而言的完全现实态,在这里,在那潜在存在的身体中,灵魂亦同样是完全现实态;正如眼睛既不仅仅是带有眼膜与眼液的瞳孔,亦不仅仅是视力,而是整个整体才是眼睛,灵魂与身体亦同样各自单独并不是动物,而是两者的结合体才是动物。这些事情既然已如此确定,显而易见的是:凡人动物中的灵魂的各部分,或者若灵魂不可分的话其全体,与其作为其灵魂的身体是不可分离的。因为灵魂的部分中,有些正是身体那些部分的完全现实态;因为摄食潜能是被滋养的身体本身的完满,同样生长潜能与生殖潜能亦是如此。再者,感觉潜能亦是某种感觉器官的成全,而欲望潜能本身亦维系着身体的某个部分。因此,如果这些潜能是如此并且以某种方式是使之完满的,它们便不会分离。而且它们即便分离开来又能从事什么活动呢?因为摄食将滋养什么,生长将使什么增大,感觉又将感知什么呢?然而,正如这些以及与此相似者(其现实活动不可分离,且正是底层的形式与完满)与身体不可分离一样,没有任何东西阻止某些部分是可分离的,例如或许智性自身(无论它到底是什么),即那沉思性的、实体性的潜能与现实活动。因为智性至少不被看作是任何身体的完全现实态,亦根本未曾与身体相混合。我们可不要显得以不合哲学的方式对待论证,并且害怕所谓的自己的阴影,因而不直截了当地宣告理性灵魂是不朽的,反倒在完全现实态的名义下受到纠缠而胆怯并犹豫不决。然而,人类灵魂究竟是像船上的水手那样作为身体的完全现实态,还是如先前所说的那样,这一点尚不清楚。而且,灵魂借以坐在身体的舵旁统御身体并在遭遇风暴时维系身体的那些现实活动,在它从生成的深渊中解脱之后或许会停止,但它自身将独立且不受系缚地朝向自身,驻立在无浪的港湾中安享宁静,在永恒中保有其本质与理知,沉思着存在本身。因此,概括地说,关于全体灵魂便以此种方式陈述完毕。

语法注2 条
  1. 3.2.1ἀπορήσειε δ’ ἄν τις, πῶς δυνάμει τὸ ἐνεργείᾳ ζῶν

    在 πῶς 之后省略了系动词 ἐστί(或 εἴη),其中 τὸ ἐνεργείᾳ ζῶν 作主语,δυνάμει 作表语(即“现实地活着的东西怎么会潜在地[存在/活着]”)。这是简练地提出针对亚里士多德关于身体是“潜在地具有生命者”这一界定所引发的表面疑难的紧缩构文。

  2. 3.2.1μὴ καὶ δοκῶμεν ἀφιλοσόφως τῷ λόγῳ προσφέρεσθαι

    由 μή + 现在时虚拟式(δοκῶμεν)构成的表示警惕或自我劝诫的独立句,意为“可不要让我们显得……/免得我们被看作……”。后文的两个分词短语 δεδοικότες 与 ἀποφαινόμενοι 修饰 δοκῶμεν 中的主体态度,随后句子并列推进至带有 προστριβόμενοι 的虚拟式动词 δειλιῶμεν καὶ ἐνδοιάζωμεν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:44.2-45.11