- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:42.28-44.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索佛尼亚借用球形蜡的类比说明灵魂与身体作为形式与质料的不可分统一性,辨析了理性灵魂的超越性及其与身体结合的维度,并借锯子(人工工具)与眼睛(身体部分)两个范例论证灵魂是自然身体的本质形式与完全现实态。
ὡς γὰρ ἐπὶ τοῦ σφαιρικοῦ κηροῦ οὐ ζητοῦμεν, τί τὸ ἑνῶσαν τὸ σχῆμα καὶ τὸν κηρόν, πάθους ὄντος τοῦ σχήματος ἐν τῷ κηρῷ καὶ φύσει καὶ ἀπραγματεύτως ἐγγινομένου, ὡς δὲ καὶ ἐπὶ πάσης ὕλης ἐπιτηδείας καὶ παντὸς εἴδους, οὕτω κἀν τῷ σώματι καὶ τῇ φυσικῇ ψυχῇ. προστίθεμεν φυσικὴν τὴν λογικὴν ὑπεξαίροντες· εἰ δέ που καὶ συλλαμβάνοιτο καὶ εἶδος αὕτη καλοῖτο σώματος, ἀλλ’ οὐχ ἡ καθ’ αὑτὴν καὶ ἀπολελυμένη καὶ ἄφετος καὶ συνεστραμμένη πρὸς νοῦν, ἀλλὰ καθὸ συνδέδεται σώματι καὶ σχέσιν ἔχει. καὶ συμφθείρεσθαι δ’ ἂν εἰ λέγοιτο σώματι κατὰ τοῦτο, ὥσπερ τὸ εἶδος, τῷ οἴχεσθαι τὰς πρὸς τὸ σῶμα ἐνεργείας αὐτῆς οἰχομένου σώματος,1 ὥσπερ τὴν ἐν τῇ κιθάρᾳ παρὰ τοῦ τεχνίτου τῆς ἁρμονίας ἐγγινομένην ἐνέργειαν κατεαγεισῶν τῶν χορδῶν, οὐδὲν ἄτοπον· αὐτὴν μέντοι τὴν θεωρητικὴν αὐτῆς δύναμιν καὶ ἐνέργειαν καὶ τὴν νοερὰν οὐσίαν διεφθάρθαι λέγειν καὶ λελύσθαι σώματι, παντελῶς ἐμπλήκτων.2 ἔστιν οὖν ἡ ψυχὴ καὶ τὸ σῶμα ἕν, ὡς ἂν ὕλη καὶ εἶδος. ἐπεὶ δὲ τὸ ἓν καὶ τὸ εἶναι πλεοναχῶς λέγεται (ἢ γὰρ τῷ γένει ἢ τῷ εἴδει ἢ ἀριθμῷ ἢ δεσμῷ ἢ κόλλῃ, καὶ ὅσα ἄλλα ἐν τοῖς πρώτοις διωρισάμεθα, καὶ τὸ εἶναι δὲ καὶ τὸ ὂν ἢ δυνάμει ἢ ἐνεργείᾳ), τὸ κράτιστον ἐν τούτοις καὶ τελεώτατον ἡ ἐντελέχειά ἐστι. καθόλου μὲν οὖν καὶ ὡς ἐν κεφαλαίῳ εἰπεῖν εἴρηται, τί ἐστι ψυχή· οἱ γὰρ ὁρισμοὶ ὁλοσχερώτερον καὶ συνοπτικώτερον ἐδήλουν τὴν φύσιν αὐτῆς, ὅτι οὐσία ἡ κατὰ τὸν λόγον. τοῦτο δὲ τὸ τί ἦν εἶναι τῷ τοιῳδὶ σώματι. τοῦτο δὲ εἶδος σώματος φυσικοῦ ὀργανικοῦ δυναμένου ζῆν. εἰ δὲ δεῖ που διὰ τὸ σαφὲς καὶ ὑποδείγμασι χρήσασθαι, διπλᾶ προσθήσομεν, ἵν’ ᾖ καὶ φιλότιμον, τὸ μὲν τεχνικὸν καὶ ἐξ ἀναλογίας, τὸ δὲ φυσικὸν καὶ ψυχῆς ἐγγύτερον. ὥσπερ γὰρ εἰ ἦν ὁτιοῦν τῶν ὀργάνων φυσικὸν σῶμα οἴκοθεν ἐνεργοῦν καὶ μὴ ὡς νῦν τῷ τεχνίτῃ, οἷον ὁ πρίων, ἦν ἂν τὸ πρίονι εἶναι εἴτ’ οὖν τὸ τοιῶσδε δύνασθαι τέμνειν καὶ ἐνεργεῖν ἡ οὐσία αὐτοῦ καὶ ἡ ψυχὴ τοῦτο, ἧς ἀπελθούσης ἀργὰ ἂν ἄλλως καὶ νεκρὰ τὰ καταλελειμμένα, ξύλον τοιόνδε καὶ σίδηρος ἔμελλε λείπεσθαι καὶ οὐκέτ’ ἂν ἦν πρίων ἀλλ’ ἢ ὁμωνύμως, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς καὶ τοῦ σώματος· ὃ δὲ ἀνομοιοῖ τὸ παράδειγμα, ὅτι νῦν ὁ πρίων καὶ ψυχὴν οὐκ ἔχων καὶ μὴ ἐνεργῶν οὐδὲν ἧττόν ἐστι πρίων καὶ [οὐ] συνωνύμως,3 ζῷον δὲ οὐδαμῶς ψυχῆς ἀπολιπούσης. τοῦτο δέ, ὅτιπερ ἐκεῖνος οὐ φυσικὸν οὐδὲ κινούμενον ἐξ αὑτοῦ· οὐκ ἔστι δὲ τοιούτου σώματος ἡ ψυχὴ τὸ τί ἦν εἶναι καὶ λόγος, ἀλλὰ φυσικοῦ τοιουδὶ ἔχοντος κινήσεως καὶ στάσεως ἀρχὴν ἐν ἑαυτῷ· ὁ δὲ πέλεκυς ᾗ πέλεκυς κινεῖται οὐκ ἐξ αὑτοῦ, ἀλλ’ ἔξωθεν τῷ χρωμένῳ, ὡς καὶ πάντα τὰ τεχνητὰ ἀρχὴν ἔχοντα καὶ στάσεως καὶ κινήσεως, οὐκ ἐν αὑτοῖς μέντοι, ἐν τοῖς δημιουργήμασι δὲ ἢ ἐν τοῖς κινοῦσι. καὶ τοῦτο μὲν τοιοῦτον· τὸ δὲ ἕτερον (δεῖ γὰρ σκοπεῖν καὶ ἐπὶ τῶν μερῶν, ἔχοι γὰρ ἂν οὕτω κατά τι τὸ καθόλου)· εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῷον αὐτὸς καθ’ αὑτὸν δίχα τοῦ προσκεῖσθαι τῇ ὁλομελείᾳ τοῦ σώματος, ἦν ἂν τούτου ψυχὴ ἡ ὄψις καὶ ἡ ὁρατικὴ δύναμις καὶ ἐνέργεια· αὕτη γὰρ οὐσία ὀφθαλμοῦ ἡ κατὰ λόγον. ὁ γὰρ ὀφθαλμὸς αὐτός, τὸ ὑγρόν, τὸ λευκόν, οἱ διάφοροι χιτῶνες ὕλη ὄψεως, ἡ δ’ ὄψις καὶ ἡ ὅρασις εἶδος καὶ οὐσία, ἧς ἀπολιπούσης οὐκέτι ὀφθαλμὸς ἔσται· οὐ γὰρ ποιήσει τὰ ἑαυτοῦ· οὐκ ὄψεται γάρ. εἰ δὲ καλοῖτο, ὁμωνύμως ἂν καλοῖτο καὶ οὐ κυρίως, ὡς ἂν εἰ καὶ τὸν λίθινον ὀφθαλμὸν φαῖμεν ἢ τὸν ἐν χρώμασιν. οὕτω τοι καὶ χεὶρ καὶ ποὺς καὶ εἴ τι ἄλλο μέρος τοῦ σώματος, ὅταν μὴ τὴν οἰκείαν καθ’ ἣν ἔστιν ἐνέργειαν ἀποδίδωσιν, ἢ οὐδὲ κοινωνήσειε τοῦ ὀνόματος ἢ οὐ κυρίως. ὃ οὖν ἐπὶ ἑνὸς μέρους, τοῦτο δεῖ λαβεῖν καὶ ἐπὶ ὅλου τοῦ ζῶντος σώματος· ἀνάλογον γὰρ ἔχει ὡς τὸ μέρος πρὸς τὸ μέρος, ἡ ὅλη αἴσθησις πρὸς ὅλον τὸ αἰσθητικὸν ᾗ τοιοῦτον.
正如就球形蜡而言,我们并不探究是什么使形态和蜡合而为一,因为形态是蜡中的一种变异性状,且是自然而毫不费力地产生的;亦正如对每一种适宜的质料与每一种形式而言皆是如此,在身体与自然灵魂中亦然。我们排除了理性灵魂而添加上‘自然’;但即使在某处理性灵魂亦被涵盖并被称为身体的形式,这亦不是作为其自身独立的、被解脱的、自由的且回转向智性的存在,而是就其与身体相联结并具有关联而言。如果就此而言,如同形式一样,随着身体的消逝,灵魂朝向身体的各项现实活动亦随之消逝,因而说灵魂与身体一同毁灭,这并无荒谬之处;这正如同当琴弦断裂时,技艺人使和谐在齐特拉琴中所产生的现实活动消逝一样。然而,若说灵魂自身的沉思潜能与现实活动以及其理智实体本身随身体一同毁灭并消解,这完全是精神错乱之人的说法。因此,灵魂与身体是一,宛如质料与形式是一样。既然‘一’与‘存在’是在多种意义上被述说的(或依属,或依种,或依数目,或依联结,或依粘合,以及我们在最初诸卷中所界定的其他诸种方式;且‘是’与‘存在者’亦或依潜能或依完全现实态),那么在这些之中最优越且最完全的乃是完全现实态。因此,普遍地、概括地说,灵魂是什么已被阐明;因为那些界定更粗略且更综合地指明了它的本性:即灵魂是依定义的实体。而这就是此类身体的‘本质(形式与本质存在)’。这也就是能够生活的具备器官的自然身体的形式。但若有必要为了明晰起见而亦使用范例,我们当会添加双重范例,以便亦显出精益求精之意:其一是技艺性的且出于类比,其二则是自然的且更接近灵魂。因为正如各种工具中若有任何一种(例如锯子)是自发活动而不是如现今这般由技艺人推动的自然身体,那么锯子的存在(或者说能够以此种方式切割并活动)原本就会是它的实体,且这原本就会是它的灵魂;若灵魂离去,留存之物便徒然无用且如同死去一般,特定的木头和铁便会留下来,且不再是锯子,除非仅依同名异义;在灵魂与身体中亦是如此。然而使范例不完全相同的是:现今的锯子即便没有灵魂且不活动,亦同样是锯子且同义地是锯子,而动物一旦灵魂离去便绝非如此。其原因在于:锯子既非自然之物,亦非由自身运动;灵魂并不是此类身体的本质与定义,而是自身中具有运动与静止本原的此类自然身体的本质与定义。然而斧头作为斧头而言,并非由自身运动,而是由使用者从外部运动,正如一切人工之物皆具有静止与运动的本原,却不在其自身之内,而是在制作物中或在运动者之中。这一范例乃是如此;而另一个范例则是这样(因为亦应当在各部分上考察,因为如此亦当在某种程度上适用于普遍者):因为如果眼睛自身单独就是一个动物,而不附属于身体的完整整体,那么视力,即视觉的潜能与现实活动,原本就会是它的灵魂;因为这正是依定义的眼睛的实体。眼睛自身,即眼液、眼白、各种膜壁,乃是视力的质料,而视力与看则是形式与实体;若形式离去,它便不再是眼睛;因为它将不再履行自身的职责,因为它将看不见。如果它被称作眼睛,亦当是同名异义地被称呼,而非在严格意义上,正如我们谈论石眼或图画中的眼一样。由此,手、脚以及身体的任何其他部分,当不履行它借以存在的固有现实活动时,或者根本不分有该名称,或者不在严格意义上分有。因此,在单个部分上成立的事情,在活着的整个身体上亦必须如此把握;因为正如部分相对于部分,整个感觉亦成比例地相对于作为此类的整个感觉身体。
- 3.2.1τῷ οἴχεσθαι τὰς πρὸς τὸ σῶμα ἐνεργείας αὐτῆς οἰχομένου σώματος
表示原因的带冠词与格不定式结构(τῷ οἴχεσθαι),其内嵌了一个独立属格结构(οἰχομένου σώματος)。短语 τὰς πρὸς τὸ σῶμα ἐνεργείας αὐτῆς 充当不定式 οἴχεσθαι 的宾格逻辑主语,意为“由于当身体消逝时其朝向身体的各项活动亦随之消逝”。
- 3.2.1παντελῶς ἐμπλήκτων
伴随系动词 ἐστί 省略的表语属格(特征或归属性属格),意为“属于/完全是精神错乱之人的作为”。它作为谓语,支配着前面作为主语的不定式短语(αὐτὴν μέντοι τὴν θεωρητικὴν αὐτῆς δύναμιν ... διεφθάρθαι λέγειν καὶ λελύσθαι σώματι)。
- 3.2.1καὶ [οὐ] συνωνύμως
在校勘本中,οὐ 被编者置于方括号内予以删削。由于抄本读法 οὐ συνωνύμως(“非同义地”)与上文锯子即使不活动也“同样是锯子”(οὐδὲν ἧττόν ἐστι πρίων)及动物死后绝非动物(ζῷον δὲ οὐδαμῶς)的对照相矛盾,编者删去 οὐ,读作 καὶ συνωνύμως(“且同义地”)。
