- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:41.14-42.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯从具生命身体是质料与形式的复合物出发,推导出灵魂是该身体的形式与完全现实态,进而阐释了灵魂作为具备器官的自然身体的第一完全现实态之定义及其各要素,并解释了灵魂诸机能与身体器官的对应关系。
ἐπεὶ δ’ ἐστὶ σῶμα καὶ τοιόνδε σῶμα τὸ ζωὴν ἔχον (σύνθετον γὰρ ἐκ ζωῆς καὶ σώματος, καὶ τὸ μὲν ὥσπερ ὑποκείμενον καὶ ὕλη, τὸ δὲ ὡς ἐν ὑποκειμένῳ καὶ οἷον εἶδος καὶ μορφή), οὐκ ἂν φθάνοιμεν διαπορῆσαι, πότερον τούτων ψυχή, καὶ ταύτην λαβόντες εἴημεν·1 τὴν γὰρ ἐν τῷ τοιούτῳ σώματι ζωὴν ψυχὴν εἶναι ἀνάγκη. τὸ μὲν γὰρ σῶμα πῶς ἂν εἴη ψυχή; οὐ γάρ ἐστι τῶν καθ’ ὑποκειμένου καὶ ἐν ἑτέρῳ ὄντων αὐτὸ ὂν ὑποκείμενον καὶ ὕλη. λείπεται τὴν ψυχὴν οὐσίαν εἶναι προσομολογεῖν ὡς εἶδος σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος. οὐσία δὲ ἡ ἐντελέχεια. τοιούτου ἄρα σώματος ἡ ψυχὴ ἐντελέχεια καὶ εἶδος. ἔτι ᾧ διαφέρει ἀλλήλων τὰ ὁμογενῆ, τοῦτο εἶδος αὐτῶν· τὰ σώματα ὄντα ὁμογενῆ διαφέρει ἀλλήλων τῷ ἐμψύχῳ καὶ ἀψύχῳ· ἡ ψυχὴ ἄρα τοῖς ἐμψύχοις εἶδος οὖσα καὶ ἐντελέχεια.2 διττὴ δὲ ἡ ἐντελέχεια, ὡς εἴρηται, ἡ μὲν ὡς ἐπιστήμη ἡ δὲ ὡς τὸ θεωρεῖν. φανερὸν οὖν εἶναι ἐν σώματι ἐντελέχειαν τὴν ψυχὴν ὡς ἐπιστήμην. ἐν γὰρ τῷ ὑπάρχειν καὶ ὕπνος καὶ ἐγρήγορσίς ἐστιν· ἀνάλογον δὲ ἡ μὲν ἐγρήγορσις τῷ θεωρεῖν, ὁ δ’ ὕπνος τῷ ἔχειν καὶ μὴ ἐνεργεῖν. καὶ εἴδους δ’ ἄν τις ἴδοι καὶ ἐντελεχείας ἐν τούτῳ διαφοράν· πᾶν μὲν γὰρ εἶδος ἐντελέχεια, οὐκ ἔμπαλιν δέ· ἡ γὰρ ἐνέργεια ἐντελέχεια μέν, οὐκ εἶδος δέ. καὶ πρότερον μὲν καὶ ὕστερον ἐπὶ τοῦ αὐτοῦ εἶδος ἑνὸς ὄντος οὐκ ἂν εἴποις, ἐντελέχειαν δέ. προτέρα δὲ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ ἡ μὲν ἐπιστήμη τοῦ θεωρεῖν, ἡ δὲ δύναμις τῆς ἐνεργείας. ἐν ἄλλῳ μὲν γὰρ καὶ ἄλλῳ προήγησαιτ’ ἂν πολλάκις ἡ ἐνέργεια τῆς δυνάμεως,3 ὡς ἐν διδασκάλῳ καὶ μαθητῇ· προτέρα γὰρ ἡ τελεία τοῦ διδάσκοντος ἐνέργεια τῆς ἀτελοῦς δυνάμεως τοῦ μανθάνοντος· ἐπὶ τοῦ αὐτοῦ δὲ ἐν ταῖς ἐν γενέσει καὶ φθορᾷ οὐκ ἐγχωρεῖ φύσεσιν. ἐν οἷς καὶ τῆς ἕξεως χωρίζεται ἡ ἐνέργεια (οὐ γὰρ ἀεὶ θεωρεῖ ὁ γεωμέτρης), ἀλλ’ ἐν τοῖς θείοις καὶ ἀϊδίοις σύνδρομος τῇ μὲν οὐσίᾳ ἡ δύναμις, ταύτῃ δὲ ἡ ἐνέργεια, καὶ ἀλλήλων καθάπαξ ἀχώριστοι· εἰ μήπου τις κἀν τοῖς θνητοῖς πρὸς τὸ καθόλου βλέψας σύνδρομα καὶ ὧδε λέγει· ἐν γὰρ τῷ παντὶ ἕξις ἀεὶ καὶ ἐνέργεια. καὶ εἴπερ δεῖ ὡς ἐν τῷ παντὶ ὅλως ἕτερον ἑτέρου προτετιμῆσθαι, τὰ τέλεια τῶν ἀτελῶν προκέοιντο ἄν· τά τε γὰρ προακτικὰ τῶν αἰτίων κατὰ τελείαν ἑστῶτα ἐνέργειαν τὰ ὑφειμένα παράγουσιν, ἥ τε τοῦ παντὸς δημιουργία ἐκ τοῦ παντελῶς τελείου παρηγμένη συντέτακτο. τούτων οὕτως ἐχόντων ὁλοσχερώτερον ἡμεῖς τὴν ψυχὴν ὑπογράφοντες λέγομεν· ψυχή ἐστιν ἡ πρώτη ἐντελέχεια σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος· τοιοῦτον δὲ ὃ ἂν ᾖ ὀργανικόν. πρόσκειται τὸ φυσικὸν διὰ τὰ τεχνητά, τὸ δυνάμενον ζῆν διά τε τὸ ἐν ἀρχαῖς σπέρμα καὶ τὸ νεκρόν, τὸ δὲ ὀργανικὸν διὰ τὰ ἁπλᾶ καὶ φυσικά· ἦν γὰρ ἂν τῷ πυρὶ ψυχὴ ἡ θερμαντικὴ δύναμις, πρώτη οὖσα αὐτοῦ ἐντελέχεια, εἴπερ ἦν ὀργανικόν· νυνὶ δὲ ποῖα ἐν πυρὶ θερμότητος ὄργανα; ἡ γοῦν ψυχὴ ποικίλως ἐνεργοῦσα διαφόροις ὀργάνοις προσχρήσεται τοῦ σώματος· διὸ τὸ μὴ τοιοῦτον, ὁποῖον τῶν ἁπλῶν, οὐδὲ ψυχῆς μετείληφεν. ἐπεὶ δὲ διαφορὰ κἀν ταῖς ψυχαῖς, καὶ ἡ μὲν τῶν φυτῶν ἁπλουστέρα καὶ ὑφειμένη, ποικιλωτέρα δὲ ἡ αἰσθητικὴ καὶ ὑπὲρ αὐτήν, ἔτι δὲ μᾶλλον ἡ πασῶν ἀνωτάτω καὶ λογική, ἀναλογοῦσι πρὸς τὰς ἐνεργείας καὶ τοῖς σωματικοῖς ὀργάνοις προσχρήσονται. ἐντεῦθεν ἁπλούστερον μὲν καὶ ἧττον ὀργανικὸν τὸ σῶμα τῶν φυτῶν τοῦ τῶν ἀλόγων ζώων, ἧττον δὲ τοῦτο τῶν λογικῶν. ὄργανα μὲν τὰ τῶν φυτῶν μέρη τῆς φυτικῆς ψυχῆς, ἀλλὰ παντελῶς ἁπλᾶ, οἷον τὸ φύλλον περικαρπίου σκέπασμα, τὸ δὲ περικάρπιον τοῦ καρποῦ, αἱ δὲ ῥίζαι ἀναλογοῦσι τῷ στόματι· ἄμφω γὰρ ἕλκει τὴν τροφήν, ἐν μὲν τοῖς ζώοις τὸ στόμα, αἱ δὲ ῥίζαι τοῖς φυτοῖς. Τοσαῦτα περὶ τοῦ τῆς ψυχῆς ὅρου παρεκβατικώτερον εἰπόντες, ἐπαναλαμβάνοντες καὶ ὥσπερ ἐπιδιορθούμενοι σαφέστερον ἐκτίθεμεν καὶ συνοπτικώτερον. εἰ γὰρ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν, εἴη ἂν ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ· διὸ οὐ δεῖ ζητεῖν, εἰ ἓν ἡ ψυχὴ καὶ τὸ σῶμα, ὥσπερ οὐδὲ τὸν κηρὸν καὶ τὸ σχῆμα, οὐδ’ ὅλως τὴν ἑκάστου ὕλην καὶ τὸ οὗ ὕλη.
既然具有生命之物是身体且是某种特定的身体(因为它是生命与身体的复合物,一方宛如基底层和质料,另一方宛如在基底层中且如同形式与形态),那么我们便不会延迟去探究这二者中哪一个是灵魂,并且我们当会把握住它;因为内在于此类身体中的生命必然是灵魂。身体又如何可能是灵魂呢?因为身体自身作为基底层和质料,并不是依基底层而述说之物,亦非在别物之中的事物。因此,剩下的便是承认灵魂作为在潜能上具有生命的自然身体的形式乃是实体。而完全现实态是实体。因此,灵魂是此类身体的完全现实态与形式。此外,同类事物彼此区分所依凭的东西,这正是它们的形式;身体作为同类事物,凭藉有灵魂与无灵魂而彼此区分;因此,灵魂对于有灵魂之物而言乃是形式与完全现实态。正如已说过的那样,完全现实态是双重的:一种如同知识,另一种如同沉思。显而易见,灵魂在身体中是如同知识般的完全现实态。因为在它的实存中,睡眠与觉醒皆存在;而觉醒类比于沉思,睡眠则类比于具有而未活动。人们亦可由此看出形式与完全现实态的差异;因为每一个形式皆是完全现实态,反之则不然;因为现实活动固然是完全现实态,却不是形式。并且在作为单一的同一事物上,你不能说有在先和在后的形式,但可以说有完全现实态。在生成中,就同一事物而言,知识在先于沉思,潜能亦在先于现实活动。因为在不同的主体中(例如在教师与学生中),现实活动往往会先行于潜能;因为教导者的完全现实活动在先于学习者的不完全潜能;但在同一主体上,在处于生成与毁灭的诸本性中,这是不可能的。在这些事物中,现实活动亦与状态相脱离(因为几何学家并非总在沉思);但在神圣且永恒的事物中,潜能与实体并驰,现实活动与潜能并驰,且它们彼此之间绝不可分离——除非有人在必死之物中着眼于整体,亦说这里也是并驰的;因为在宇宙全体中,状态与现实活动始终存在。并且,如果确实应当如同在全体中那样将一物完全置于另一物之前予以尊重,那么完全之物应当置于不完全之物之前;因为诸原因中具有推进作用者,依凭完全的现实活动而确立,并产生从属之物;且宇宙全体的造化,亦是从完全完美者产生并得以编排的。情况既然如此,我们更为概括地勾勒灵魂而说道:灵魂是在潜能上具有生命的自然身体的第一完全现实态;而此类身体乃是凡具备器官的身体。添加‘自然’是因为人工之物,添加‘能够生活’是因为最初的种子与尸体,添加‘具备器官’则是因为单纯且自然的物体;因为,如果火确实具备器官,那么发热的潜能作为火的第一完全现实态原本就会是火的灵魂;但如今在火中何有热的器官呢?灵魂既然以多种方式活动,便利用身体的各种器官;因此,凡非此类之物(如单纯物体),便完全没有分有灵魂。既然在诸灵魂中亦存在差异,植物的灵魂较单纯且较低级,感觉灵魂较多样且在其上,而最高的一切之上的理性灵魂则更是如此,它们便亦利用相应于各自现实活动的身体器官。因此,植物的身体比无理性动物的身体更单纯且更少器官,而后者的身体又比理性之物的身体更少器官。植物的各部分固然是植物性灵魂的器官,但完全是单纯的,例如叶子是果皮的遮蔽物,果皮是果实的遮蔽物,而根则类比于口;因为二者皆汲取养料,在动物中是口,在植物中则是根。关于灵魂的界说,我们以较为离题的方式谈论了这么多之后,让我们重新拾起并仿佛校正一般,更明晰、更概括地阐述出来。因为,如果确实应当对一切灵魂说出某种共通之点,它当是‘具备器官的自然身体的第一完全现实态’;因此,不必探求灵魂与身体是否为一,就如同不必探求蜡与形态是否为一,总的来说亦不必探求各物的质料与拥有该质料之物是否为一一样。
- 3.2.1οὐκ ἂν φθάνοιμεν διαπορῆσαι, πότερον τούτων ψυχή, καὶ ταύτην λαβόντες εἴημεν
该句以惯用句式‘οὐκ ἂν φθάνοιμι + 分词’(意为‘毫不迟延地……’或‘随即……’)为骨架,此处不定词 διαπορῆσαι 紧随 φθάνοιμεν,并与祈愿语气迂回表达 καὶ ταύτην λαβόντες εἴημεν(相当于 λάβοιμεν)相并列。由于前述基底层与形式的区分已十分明确,此处表达顺理成章、不容迟延的推导结论:‘我们不会延迟探究何者为灵魂,且当会立即把握它’。
- 3.2.1ἡ ψυχὴ ἄρα τοῖς ἐμψύχοις εἶδος οὖσα καὶ ἐντελέχεια
这是省略了系动词 ἐστί 的名词性谓语充当句,分词 οὖσα 与表语名词 εἶδος ... καὶ ἐντελέχεια 一同构成谓语部分。全句理解为:‘因此,灵魂对于有灵魂之物而言乃是形式与完全现实态’。
- 3.2.1ἐν ἄλλῳ μὲν γὰρ καὶ ἄλλῳ προήγησαιτ’ ἂν πολλάκις ἡ ἐνέργεια τῆς δυνάμεως
介词短语 ἐν ἄλλῳ καὶ ἄλλῳ 意为‘在不同的主体之间’(即涉及不同个体的情形),与后文的 ἐπὶ τοῦ αὐτοῦ(‘在同一个主体上’)相对立。它表明,当涉及不同的个体时(如处于现实活动中的教师与处于潜能之中的学生),现实活动往往可以先行于潜能。
