- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:40.2-41.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
接续亚里士多德《论灵魂》卷二第一章开篇,梳理了实体、质料、形式、完全现实态以及具有生命的自然身体的区分与前提,以探求灵魂的定义。
Ἐπειδὴ τὰ παραδεδομένα περὶ ψυχῆς παρὰ τῶν ἄλλων, ἐφ’ ὅσον ἕκαστος ἀπεφήνατο τῶν πρότερον, εἴρηται σχεδόν, νῦν ὥσπερ ἐξ ὑπαρχῆς πάλιν ἐπανίωμεν πειρώμενοι διορίσαι ἀμωσγέπως, τί ἐστι ψυχὴ καὶ τίς ἂν εἴη κοινότατος λόγος αὐτῆς. εἰ δὲ μὴ ὁρισμὸν εὑρεῖν εὐχερές, ὡς τοῦ φύσει προτέρου καὶ ὑστέρου ἐνόντος κἀν ταῖς ψυχαῖς,1 ἀλλ’ ἡμῖν γε ἀρκέσει κἀν τῷ παρόντι τὸ δι’ ὑπογραφῆς καὶ μετρίως ἀποδοῦναί τινα λόγον τοῖς ὁμωνύμοις κοινότατον. εὐπετὲς δ’ ἂν εἴη τοῦτο, εἰ οὕτω τῇ διαιρέσει χρησαίμεθα. τῶν ὄντων τὸ μὲν οὐσία, τὸ δὲ συμβεβηκός· καὶ τοῦ συμβεβηκότος τὸ μὲν ποσόν, τὸ δὲ ποιόν, τὸ δὲ πρός τι ἢ ἄλλη τις τῶν ἀπηριθμημένων ἐννέα κατηγοριῶν. οὐκ ἂν ἔν τινι τούτων ὡς ἐν γένει εἴη ψυχή, οὐδὲ ὅλως συμβεβηκός. οὔτε γὰρ ποσόν· φθάνομεν γὰρ ἀποδεδειχότες2 μήτε τὸ συνεχὲς ἐπὶ ψυχῆς ἀληθεύεσθαι ἐν τοῖς διηπορημένοις πρὸς Τίμαιον μήτε τὸ διωρισμένον ἐν οἷς ἀντελέγομεν Ξενοκράτει. ποιὸν δὲ ἢ πρός τι πῶς ἂν εἴη; τὰ γὰρ αὐτὰ ἄν εἴποι τις κἀν τούτοις, ὅσα καὶ περὶ ἁρμονίας. εἰ δὲ μηδὲν τούτων, σχολῇ γ’ ἂν εἴη τι τῶν ἄλλων, οἷς γένεσις ἡ μετὰ τῆς οὐσίας τουτωνὶ συμπλοκή. λείπεται τοίνυν τὴν ψυχὴν ὡς εἰς γένος ἐν τῇ οὐσίᾳ ζητεῖν. ἐπεὶ δὲ καὶ αὕτη γένος ἕν τι τοῦ ὄντος οὖσα τριττὴν ἄλλως ἐδέξατο τὴν διαίρεσιν (τὸ μὲν γὰρ αὐτῆς ὡς ὕλη, ὃ καθ’ αὑτὸ μὲν οὐκ ἔστι τόδε τι, ἀρρύθμιστον ὂν καὶ ἀσύντακτον, τὸ δὲ ἕτερον τὸ εἶδος καὶ ἡ μορφή, καθ’ ἣν ἤδη λέγεται τόδε τι καὶ ἕκαστον τῶν ὄντων ὀνόματος κεκοινώνηκε καὶ τῶν ἑτέρων διώρισται ὑφεστηκὸς καθ’ αὑτό, καὶ τρίτον τὸ ἐκ τούτων, οἷον τὰ σύνθετα σώματα), ἐν τίνι τούτων ἡ ψυχή, καὶ ἐπεὶ οὐ τὸ σύνθετον, ποτέρῳ τῶν ἁπλῶν καὶ εἰ μᾶλλον εἶδος, ὧδ’ ἔσται δῆλον. ἡ μὲν οὖν ὕλη δύναμις· οὐδὲν γάρ ἐστι τῶν εἰδῶν ἀφωρισμένως, ἀλλὰ δυνάμει πάντα· καὶ οὔτε ὕλη του τὸ ἀνεπίδεκτον ἐκείνου (οὐκ ἂν γὰρ σκευῶν κεραμικῶν ὕλη λίθοι· οὐδὲ γὰρ πέφυκεν) οὔτε τὸ μηκέτι δυνατὸν τῷ ἤδη ἐνεργείᾳ τὸ εἶδος ἔχειν· ὁ κέραμος γὰρ οὔτ’ ἄλλου γένοιτ’ ἂν ὕλη οὔθ’ ἑαυτοῦ· ἔστι γάρ. λείπεται τὴν ἀληθινὴν καὶ πρώτην ὕλην ἐκτὸς τούτων καὶ δυνάμει ἐννοεῖσθαι. ἀλλ’ ὕλη μὲν τοῦτο· τὸ δὲ εἶδος ἐντελέχεια εἴτ’ οὖν τοῦ πράγματος ὡς ὑποκειμένου τελείωσις. ᾧ γὰρ ἑκάστῳ τὸ εἶναι, τοῦτο δὴ αὐτοῦ καὶ ἡ τελειότης· κατὰ δὲ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι· ἐν τούτῳ ἄρα δὴ καὶ τὸ τέλειον. διττὸν καὶ τὸ τῆς ἐντελεχείας, τὸ μὲν ὡς ἐπιστήμη τὸ δὲ ὡς θεωρία, εἴτ’ οὖν τὸ μὲν καθ’ ἕξιν, ὃ καὶ χρόνῳ καὶ φύσει πρότερον, τὸ δὲ κατ’ ἐνέργειαν ὕστερον. τριττὸν δὲ καὶ τὸ σῶμα, τὸ μὲν φυσικὸν ὡς λίθοι καὶ ἄνθρωποι, τὸ δὲ τεχνητὸν ὡς κλίνη καὶ ἱμάτιον· οὐ γάρ τι σῶμα ᾗ σῶμα τεχνητόν· ἔτι δὲ καὶ μαθηματικὰ σώματα λέγεται τρίγωνα καὶ τετράγωνα, τὰ ἐξ ἀναλήψεως καὶ ἀφαιρέσεως τῶν αἰσθητῶν ἐν τῇ ψυχῇ συνιστάμενα. τὰ μὲν οὖν ἄλλα παρείσθω· οὐσίαι δὲ μάλιστα δοκοῦσι τὰ φυσικά· ταῦτα γὰρ καὶ τῶν ἄλλων ἀρχαί. τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δ’ οὐκ ἔχει· ζωὴν δὲ λέγω τὴν δι’ αὑτοῦ τροφήν τε καὶ αὔξησιν. οὐ γὰρ ἡ πρόσθεσις αὔξησις, ἐπεὶ μηδ’ ὑφ’ αὑτοῦ μηδ’ ἠλλοίωται, οἷον εἴ τις τῷ ἐν ἀμφορεῖ ἐπιβάλοι ὕδατι καὶ αὐξήσειεν· οὐδὲ τῷ εἰς πλεῖον τὸ πῦρ αἴρεσθαι τρέφεται, ἀλλὰ τοῦτο μὲν μᾶλλον γένεσις, τρέφεται δὲ οἷς δι’ ὀργανικῶν μορίων κατὰ πᾶν μέρος ἡ τροφὴ προσφέρεται καὶ ἀλλοιουμένη προσφύεται. ὥστε πᾶν σῶμα φυσικὸν μετέχον ζωῆς οὐσία ἂν εἴη, οὐσία δὲ οὕτως ὡς συνθετή. καὶ τὰ μὲν ἁπλᾶ σώματα ἐκ τῆς ἁπλῶς ὕλης καὶ τοῦ εἴδους εἰσί, τὰ δὲ πρὸς τούτοις καὶ ἔμψυχα ὥσπερ δεύτερα ὑποκείμενα χρηματίζουσι τῆς ἐν αὐτοῖς ἐνούσης ζωῆς εἶδος οὔσης αὐτῶν.3 ἄγοντες δὲ τὴν διδασκαλίαν ἀπὸ τῶν σαφεστέρων ἐπὶ τὰ δυσληπτότερα τοσαῦτα δήπουθεν προσελάβομεν.
既然关于灵魂由他人流传下来的说法——就先前的每个人所表明的而言——几乎已讲述完毕,那么现在让我们如同从头开始那样再次返回,试图以某种方式界定灵魂是什么,以及它最普遍的说明会是什么。即使由于本性上的先后亦存在于诸灵魂之中而不易找到一个定义,但对于眼下的我们而言,通过粗略的描述而为那些同名异义的事物适度地给出一个最普遍的说明便已足够。如果我们按如下方式运用区分,这当是轻而易举的。在存在者之中,一方面是实体,另一方面是偶性;而在偶性之中,一方面是数量,另一方面是性质,另一方面是关系,或者是被列举出的九个范畴中的某种其他范畴。灵魂不可能作为在属中那样存在于这些范畴中的任何一个之中,亦绝非偶性。因为它并非数量;因为我们在针对《蒂迈欧篇》所提出的疑难中已证明了连续量对于灵魂是不真实的,并且在针对色诺克拉底的反驳中证明了分离量亦不真实。它又如何可能是性质或关系呢?因为人们在此类情形中亦可以说出关于和谐所说过的一切同样的话。如果它并非这些之中的任何一个,那么它就更不可能属于其他那些通过它们与实体的结合而得以生成的范畴了。因此,剩下的便是把灵魂作为在属中那样在实体之中加以探求。但是,既然实体自身虽作为存在的一个属,却以另一种方式接受了三重区分(因为实体的一部分如同质料,它就自身而言并非某个‘这一个’,因为它是无定形且无序的;另一部分则是形式与形态,依据它,事物便已被称作‘这一个’,且每一个存在者分有了名称,自立存在并与别的事物区别开来;第三者则是从这些而来的复合物,诸如复合的身体),那么灵魂内在于这三者中的哪一种,以及既然它并非复合物,它属于两个单纯者中的哪一个且是否更应是形式,将通过下述说明得以明晰。质料固然是潜能;因为它并非确定地是诸形式中的任何一个,而是在潜能上是一切形式;某物的质料既非不能接纳该事物之物(因为石头不可能是陶器的质料,因为石头依本性就不能如此),亦非因在现实活动中已具有形式而不再具有可能性之物(因为陶器既不可能成为别物的质料,亦不可能成为其自身的质料,因为它已经是陶器了)。因此,剩下的是必须将真正的第一质料理解为在这些之外且处于潜能之中的。质料便是如此;而形式则是完全现实态,或者说是作为基底层的实物的完成。因为每一个事物之所以存在所依赖的东西,这正是其完全性;而每一个事物依据形式而存在;因此完全性亦必定在此形式之中。完全现实态亦是双重的:一种如同知识,另一种如同沉思;也就是说,一种是依状态的,它在时间上和本性上皆在先;另一种是依现实活动的,它在后。身体亦是三重的:一种是自然的,诸如石头与人;另一种是人工的,诸如床与外衣;因为没有任何身体在其作为身体的层面上是人工的;此外,从感觉对象的摄取与抽象而在灵魂中构成的三角形与四方形,亦被称为数学身体。那么其他的且置不论;而自然身体最被看作是实体,因为这些亦是其他事物的原理。在自然身体中,一些具有生命,另一些则不具有;而我所谓的生命,是指通过自身获取滋养与生长。因为添加并非生长,因为添加既非由自身所致亦未被质变,就如同某人向双耳细颈瓶中的水里注水并使其增加那样;火亦并非因被引向更大而受到滋养,这宁可说是生成,而受到滋养的乃是那些通过器官部分将养料运送到各个部分、且经质变后与身体结合生长的东西。因此,每一个分有生命的自然身体必定是实体,且是以复合的方式作为实体。单纯的身体是由单纯而言的质料与形式构成的,但在这些之外亦具有灵魂的身体,在内在于它们之中的生命作为其形式的情况下,则宛如第二基底层而发挥作用。在将教导从较为明晰之事引向较难把握之事的过程中,我们无疑预先采纳了这许多前提。
- 3.2.1ὡς τοῦ φύσει προτέρου καὶ ὑστέρου ἐνόντος κἀν ταῖς ψυχαῖς
由 ὡς 引导的属格绝对结构,说明寻找严格“定义不易”的原因。其依据在于诸灵魂之间存在本性上的“先后”,从而无法通过单一严格的属加种差来定义。
- 3.2.1φθάνομεν γὰρ ἀποδεδειχότες
动词 φθάνω 与分词 ἀποδεδειχότες(完成时主动分词)连用的习用结构,意为“我们已经证明了”。
- 3.2.1τὰ δὲ πρὸς τούτοις καὶ ἔμψυχα ὥσπερ δεύτερα ὑποκείμενα χρηματίζουσι τῆς ἐν αὐτοῖς ἐνούσης ζωῆς εἶδος οὔσης αὐτῶν
主语为中性复数名词短语 τὰ δὲ πρὸς τούτοις καὶ ἔμψυχα[σώματα],谓语动词为 χρηματίζουσι(意为“充当/作为”),第二主格补足语为 δεύτερα ὑποκείμενα(“作为第二基底层”)。句末的 τῆς ... ζωῆς εἶδος οὔσης αὐτῶν 是属格绝对结构(“其内在的生命作为它们的形式”),补充说明了充当第二基底层的条件与背景。
