← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§38.19-39.34

驳灵魂部位分配说与精气的中介作用

索福尼亚斯反驳了将灵魂的不同部分分配给特定身体部位的观点,借助植物和昆虫的切断实例论证灵魂是同种地分处的,同时阐明在较完备动物中,生命、运动与感觉是通过脑中精气的中介疏导至身体各部分的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.5#6

συννεύει γὰρ ὁ λόγος τὰ πάντα πρὸς ἑαυτὸν καὶ λογοποιεῖ ἐλλάμπων τὰς ὑποβεβηκυίας ζωάς, καὶ διοικεῖ καὶ συνέχει τῷ σώματι ὡς ἐπὶ τῆς Ἡρακλείας λίθου, ἐξ ἧς καὶ ἀλλήλων ἤρτηνται τὰ σιδήρια. ἀπορήσειε δ’ ἄν τις καὶ περὶ τῶν μορίων, τίνα ἔχει ἕκαστον δύναμιν ἐν τῷ σώματι. εἰ γὰρ ἡ ὅλη ψυχὴ τὸ ὅλον σῶμα συνέχει, πλείους δὲ ὤφθη αὕτη τὰς δυνάμεις ἔχειν καὶ τὰ μέρη διάφορα, προσήκει καὶ τῶν μορίων ἕκαστον συνέχειν τι τῶν τοῦ σώματος μερῶν ἢ μελῶν, ὡς καί τινες τῶν πρὸ ἡμῶν διωρίσαντο διανείμαντες ἄλλοις ἄλλα μορίοις μόρια τὰ τῆς ψυχῆς τοῖς τοῦ σώματος, ὥσπερ ὁ Τίμαιος ἐν ἐγκεφάλῳ μὲν ἐγκατοικίζει τὸ λογιστικόν, τῇ δὲ καρδίᾳ τὸ θυμικόν, ἐν ἥπατι δὲ τὸ ἐπιθυμητικόν. τοῦτο δὲ ἀδύνατον· ποῖον γὰρ μέρος τοῦ σώματος ὁ νοῦς ἢ πῶς συνέξει, χαλεπὸν καὶ πλάσαι. θυμῷ μὲν γὰρ καὶ ἐπιθυμίᾳ καὶ ἄλλῳ τινί, οὗ κινουμένου κινεῖταί τι καὶ τοῦ σώματος,1 κἄν τις ἀληθῆ τὸν λόγον ὑπονοήσειε· νοῦς δὲ μηδενὶ προσχρώμενος ἐν τῇ ἐνεργείᾳ μορίῳ τοῦ σώματος ἅτε χωριστὸς καὶ ἀνώλεθρος πῶς συνέξει σῶμα; ἔτι δὲ μᾶλλον ἐντεῦθεν ἔσται κατάδηλον· οὐ μόνον γὰρ μορίῳ μόριον οὐκ ἀποκεκληρωμένον ἐσεῖται τῷ τῆς ψυχῆς τὸ τοῦ σώματος, ἀλλὰ καὶ πάντα ἢ καὶ τὰ πλεῖστα διὰ πάντων ἥκειν φανήσεται. τό τε γὰρ θρεπτικὸν καὶ αὐξητικόν, ἔτι δὲ καὶ αἰσθητικὸν καὶ κινητικὸν ἐν παντὶ τῷ σώματι· τούτων γὰρ καὶ ποὺς καὶ χεὶρ μετέχει καὶ κεφαλή· καὶ τὰ μὲν τοῖς ἐμψύχοις πᾶσι, τὰ δὲ μόνοις τοῖς ζώοις. φαίνεται γοῦν καὶ τὰ φυτὰ διαιρούμενα ζῆν, καὶ τῶν ἐντόμων ζώων διαιρουμένων σύνεστι κἀν τοῖς μορίοις ἡ αἰσθητικὴ καὶ κινητικὴ ψυχή, πλὴν διαφόρως ἡνωμένοις ἢ διῃρημένοις· ἐκεῖ μὲν γὰρ μία ἡ ψυχή, ὥσπερ τῷ εἴδει, οὕτω καὶ τῷ ἀριθμῷ καὶ τῇ συνεχείᾳ· νυνὶ δὲ εἴδει μὲν ταὐτὸ τοῖς τμήμασι, τῷ δὲ ἀριθμῷ συνδιέσχισται· ἑκάτερον γοῦν τῶν μορίων αἴσθησιν ἔχει καὶ κινεῖται κατὰ τόπον ἐπί τινα χρόνον. εἰ δὲ μὴ διὰ τέλους, οὐδὲν ἄτοπον· ὄργανα γὰρ οὐκ ἔχουσι τὰ ταῖς ψυχικαῖς ὑπηρετοῦντα δυνάμεσι καὶ τροφῆς εἰσαγωγὰ καὶ δεκτικὰ καὶ πεπτικά, στόμα τυχόν, κοιλίαν, ἧπαρ, οἷς τὸ ἀπορρέον τοῦ σώματος ἀνυφαίνεται, καὶ διὰ τοῦτο τὴν φύσιν οὐ σώζουσιν· ἀλλ’ οὐδὲν ἧττον ἐν ἑκατέρῳ τῶν μορίων τοῦ σώματος ἅπαντα ἐνυπάρχει τὰ τῆς ψυχῆς, καὶ ὁμοειδῆ εἰσιν ἀλλήλοις τὰ διαιρεθέντα σωμάτια καὶ τῇ ὅλῃ, ἀλλήλοις μὲν ὡς οὐ χωριστὰς τὰς ψυχικὰς δυνάμεις συνούσας ἔχοντα, ἀλλὰ πάσας ὅλα, τῆς δὲ πρότερον καὶ ὅλης ψυχῆς ὡς διαιρετῆς εἰς ὁμοειδῆ. μήποτε δὲ καὶ ὁ λόγος ἔχει τι πρόσαντες· ἐπὶ μὲν γὰρ τῶν φυτῶν καί τινων ζῴων, ἴσως εὐθυπορῶν προέβαινεν· ὅτε δὲ τὰς ἐν τοῖς τελειοτέροις τῶν ζῴων αἰσθήσεις καὶ κινήσεις προχειριζόμεθα, μὴ μᾶλλόν τι τὸν ἐγκέφαλον ἰδίως τῶν ἄλλων ἐπαιτιώμεθα, μὴ οὐχ ἧττον ἄτοπα λέγειν δόξαιμεν.2 εἰ γοῦν τις διαφορὰ κἀκείνων πρὸς ταῦτα φανείη, αὕτη καὶ τοῖς ἠπορημένοις ἔσται λύσις· ἄλλως ἐπὶ τῶν φυτῶν καὶ ἑτέρως ἐπὶ τῶν ζῴων καὶ τούτων ἐν τοῖς τελειοτέροις ἡ ψυχὴ ἑνοῦται τῷ σώματι. ἐκείνοις μὲν γὰρ ἡ οἰκεία ψυχὴ ὡς ὑποκειμένοις ἀμέσως ἐχρήσατο, καὶ ὅλῳ τῷ φυτῷ, ῥίζῃ καὶ στελέχεσι καὶ κλάδοις, ἰσομοίρως ἑαυτὴν ἡ φυτικὴ ψυχὴ ἐγκατέμιξε καὶ διένειμε, τοῖς ζῴων δὲ σώμασι καὶ μᾶλλον τῷ ἀνθρωπίνῳ μεσότητι χρησαμένη τῷ ἐν ἐγκεφάλῳ πνεύματι· καὶ παντὶ μὲν ἐκείνῳ καὶ δι’ ὅλου πάσας τὰς δυνάμεις ἐνέθετο πρώτως, δι’ ἐκείνου δὲ δευτέρως μετοχετεύει τῷ σώματι δι’ ὀργάνων σωματικῶν, τῶν νεύρων ἴσως, τὴν ζωήν, τὴν κίνησιν καὶ τὴν αἴσθησιν. εἴ που γοῦν ἐν τῷ μέσῳ βλαβείη τὸ πνεῦμα ἐπιπορευόμενον, τὰ ἐφεξῆς τῆς ἐνδιδομένης καὶ καταλλήλου ἐνεργείας ἀφίησιν ἔρημα, ὡς οὐ πρώτως ἐνούσης αὐτοῖς τῆς ψυχικῆς δυνάμεως. ὥστε τὰ μὲν μετὰ τοῦ ἐγκεφάλου καὶ ἃ συνέχεται τῷ πνεύματι μόρια τῶν ψυχικῶν κατακορῆ τυγχάνουσιν μεταδόσεων,3 τὰ δὲ διασπασθέντα νενέκρωται· διὰ ταῦτα τοῖς διαιρεθεῖσι τῶν φυτῶν ἡ ψυχὴ σύνεστιν, ἐνίοις δὲ τῶν ζῴων οὔ. οὐ καινοτομοῦμεν δὲ κἀν τοῖς φυτοῖς ψυχὴν ἐνεῖναι ἰσχυριζόμενοι· τί γὰρ ἄν τις τὸ ἄρχον ἐν ἑκάστῳ καὶ κρατοῦν ὀνομάσειε; φανερὸν δὲ ὅτι καὶ ταύτης μόνης ὡς καθολικωτέρας καὶ ζῷα κοινωνεῖ καὶ φυτά, καὶ τῆς μὲν αἰσθητικῆς ἀρχῆς αὕτη χωρίζεται, οὐδὲν δὲ ταύτης ἄνευ μετέχει αἰσθήσεως.

因为理性将一切引向自身,照耀着处于下位的诸种生命并使之理性化,正如在赫拉克勒斯石的情形中,铁环悬挂于其上并彼此相悬那样,理性统理并维系着身体。但人们关于诸部分亦可能产生疑难,即每一个部分在身体中具有何种潜能。因为如果整个灵魂维系着整个身体,且它显现为具有较多的潜能且诸部分相异,那么其每一个部分维系身体的某些部分或肢体亦是适宜的,正如我们前代的一些人通过把灵魂的不同部分分配给身体的不同部分而做出的规定那样——正如《蒂迈欧篇》将推理部分安置于脑,将气概部分安置于心,而将欲望部分安置于肝。但这绝无可能;因为理智究竟维系身体的哪个部分,或者如何维系,甚至难以想象。因为在气概、欲望以及当其被运动时身体的某个部分亦被运动的其他某种能力的情形中,人们或许也会猜想这一说法是真实的;但理智在现实活动中根本不使用身体的任何部分,它既是可分离的又是不可毁灭的,它又如何能维系身体?此外,从下述考量将更为清楚:不仅身体的部分不会被单独指派给灵魂的部分,而且全部或绝大部分潜能亦将显现为贯穿于所有部分。因为滋养与生长的潜能,乃至感觉与运动的潜能,皆存在于整个身体之中;因为足、手与头亦分有这些潜能——前者属于一切有灵魂者,后者则仅属于动物。无论如何,植物在被切断后显现为依然活着,昆虫类动物在被切断时,感觉和运动灵魂亦内在于其切片之中,只是在结合时与在切分时的内在方式不同;因为先前灵魂不仅在形式上为一,在数量与连续性上亦为一;而现在对于各个切片而言,在形式上是相同的,但在数量上则一同被割裂。总之,其两个部分中的每一个都具有感觉,并在一定时间内在空间上运动。即使不能始终维系到底,亦绝无荒谬之处;因为它们不具有服务于灵魂诸潜能并引入、接纳和消化食物的器官,诸如口、胃、肝,身体流失之物正是由这些器官重新织造的,且因这一缘故它们不能保全其本性。尽管如此,在身体两个部分的每一个之中,灵魂的一切皆内在于其中,被切分的小身体彼此同种,且与整体同种:它们彼此同种,是因为它们并非把共在的灵魂潜能作为分离之物来具有,而是各自整体地具有全部潜能;它们与先前的整体灵魂同种,是因为整体灵魂可被切分为同种之物。然而,这一论证或许亦有某种艰涩之处;因为在植物和某些动物的情形中,论证或许是顺畅推进的;但当我们处理更为完备的动物中的感觉与运动时,或许我们反而应当把原因专门归之于脑甚于其他部分,以免我们显得说出同样荒谬的话。无论如何,如果那些[植物及不完全动物]与这些[更完备动物]之间的某种差异显现出来,这亦将成为那些疑难者的解答:在植物的情形中,以及在动物的情形中,以及在动物中那些更为完备者的情形中,灵魂与身体结合的方式是不同的。因为其本己灵魂将前者直接作为基底层加以使用,植物性灵魂将自身均等地混合并分配于整个植物、根、茎和枝干;但对于动物的身体,尤其是人类的身体,它是借助脑中的精气作为中介。它首先将一切潜能完全植入于那整个精气之中,其次通过它借助身体的器官(或许是神经)将生命、运动与感觉疏导至身体。无论如何,如果在中间某处运行的精气受损,它就会使接续的部分丧失被赋予的相应现实活动,因为灵魂的潜能并非首要地内在于它们之中。因此,那些随同脑部且由精气所维系的部分充分享有着灵魂的传递,而那些被断开的部分则已坏死;因这些缘故,灵魂内在于植物被切分的部分中,而在某些动物中则不然。我们坚称在植物中亦内在着灵魂,这并非在标新立异;因为人们还能将各物之中的统治者与主宰者称为什么呢?显然,唯独这一灵魂作为更普遍者,动物与植物皆共同分有它,且这一灵魂虽与感觉原则相分离,但在没有它的情况下,没有任何事物能够分有感觉。

语法注3 条
  1. 2.1.5οὗ κινουμένου κινεῖταί τι καὶ τοῦ σώματος

    οὗ κινουμένου 是以关系代词 οὗ 为主语的属格绝对结构,回指先行词 ἄλλῳ τινί(并延伸指气概与欲望等)。整个短语意为“当其被运动时,身体的某个部分亦被运动”,表明在气概或欲望等情念中伴随着身体部分的运动。

  2. 2.1.5μὴ μᾶλλόν τι τὸν ἐγκέφαλον ἰδίως τῶν ἄλλων ἐπαιτιώμεθα, μὴ οὐχ ἧττον ἄτοπα λέγειν δόξαιμεν

    包含双重 μή 的句式。前一个 μὴ ... ἐπαιτιώμεθα 是表达委婉断定的虚拟式(“或许我们反而应当把……归因于”),后面的 μὴ οὐχ ἧττον ἄτοπα λέγειν δόξαιμεν 是带有祈愿式 δόξαιμεν 的从属从句,表示担忧的结果(“以免我们显得说出同样荒谬的话”)。

  3. 2.1.5τὰ μὲν μετὰ τοῦ ἐγκεφάλου καὶ ἃ συνέχεται τῷ πνεύματι μόρια τῶν ψυχικῶν κατακορῆ τυγχάνουσιν μεταδόσεων

    主语为 τὰ μὲν ... μόρια(随同脑部且由精气所维系的部分)。主要动词 τυγχάνουσιν 带有表语形容词 κατακορῆ(充盈的、饱足的),该形容词进一步支配宾格性属格 τῶν ψυχικῶν ... μεταδόσεων(灵魂的传递/分配)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:38.19-39.34