- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:3.11-4.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
依照亚里士多德《论灵魂》开篇(402a1起),阐述了关于灵魂的研究基于其底层的非质料性、严密性及对人的切近性而在诸学科中最为尊贵,论证了其对哲学三分科(神学、伦理学、自然学)的助益,并为探究其实体而提出了定义方法究竟是单一还是多样的难题。
Ἡ περὶ ψυχῆς πραγματεία οὐ μόνον ὅτι καλλίστη καὶ θειοτάτη, ἀλλ’ οἷς1 καὶ διαφερόντως ἀνθρώποις τῶν ἄλλων οἰκεία καὶ τοῖς λογικοῖς πρεπωδεστάτη πασῶν, προὔργου πρὸς τὴν σκέψιν ἐπαίρει τοὺς φιλοπόνους καὶ τῶν ἀρίστων φιλοθεάμονας. τῶν γὰρ καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες,2 μᾶλλον δ’ ἑτέραν ἑτέρας ἢ κατ’ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ θαυμασιωτέρων εἶναι, εἰ δι’ ἀμφότερα ταῦτα τὴν περὶ ψυχῆς ἱστορίαν ἐν πρώτοις θείημεν, εὐλόγως ἂν ποιοῖμεν. διαφερουσῶν γὰρ τῶν ἐπιστημῶν πρὸς ἀλλήλας κατά τε τὸ εἶδος τῆς γνώσεως ἢ τὴν τοῦ ὑποκειμένου ποιότητα ἢ καὶ δι’ ἄμφω ταῦτα, κρείττων μὲν ἡ ἀύλῳ χρωμένη τῷ ὑποκειμένῳ τῆς ὑλικῷ, καὶ τῆς φθαρτῷ ἡ ἀφθάρτῳ, ἥ τε τοὺς λόγους ἀκριβοῦσα καὶ ἄρχουσα τῆς κινουμένης καὶ τὰς ἀρχὰς ἐχούσης ἑτέρωθεν, καὶ ἡ κατ’ ἄμφω νικῶσα τῆς κατ’ ἄμφω λειπομένης κρείττων. αὐτίκα ἀστρονομία μὲν ἰατρικῆς πολλῷ βελτίων· τῇ μὲν γὰρ ἀίδιόν τι τὸ ὑποκείμενον καὶ ἄφθαρτον, ὁ οὐρανός, τῇ δὲ φθαρτόν, τὰ ἀνθρώπινα σώματα· οἵ τε λόγοι τῶν λόγων ὀρθότεροι. ταὐτὸν δὲ πεπόνθασι καὶ μηχανικὴ πρὸς γεωμετρίαν καὶ πρὸς ἀριθμητικὴν ἁρμονική· αἱ ἀρχαὶ γὰρ αὐταῖς ἐκεῖθεν, καὶ ὡς σωματικαὶ καὶ ὑλικαὶ ὑπὸ τὰς ἀΰλους καὶ ἀσωμάτους τετάχαται. τρίγωνα γὰρ καὶ τετράγωνα τῷ μὲν γεωμέτρῃ ἀύλως θεωρηθήσεται, σωματικῶς δὲ τούτοις ὁ μηχανικὸς προσχρήσαιτο. ἡ γοῦν περὶ ψυχῆς θεωρία τῇ τε σεμνότητι τοῦ ὑποκειμένου (νοητὸν γάρ τι τοῦτο καὶ ἄυλον καὶ ἀθάνατον) τῷ τε ἀκριβοῦσθαι τὰς αἰτίας, καὶ διὰ καιρίων ταύτῃ τοὺς λόγους προέρχεσθαι, καὶ πρὸ τούτων τῷ ἡμῶν αὐτῶν εἶναι καὶ συγγενῆ, τιμιωτάτη ἐπιστημῶν καὶ οἰκειοτάτη πασῶν. δοκεῖ δὲ καὶ πρὸς ἀλήθειαν ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθαι, μάλιστα δὲ πρὸς τὴν φύσιν καὶ τὰ φυσικὰ σώματα. ἔστι γὰρ οἷον ἀρχὴ τῶν ζώων καὶ αἰτία, καὶ τὸ τελέως φιλοσοφῆσαι ταύτῃ κατορθοῦται μόνῃ. τριττῆς γὰρ οὔσης τῆς φιλοσοφίας, θεολογικῆς, ἠθικῆς καὶ φυσικῆς, ἐν μὲν τῇ θεολογικῇ καὶ ἠθικῇ αὐτόθεν τοῦ προκειμένου ἐστὶ θεωρία ἡ περὶ ψυχῆς θεωρία· ζητοῦσα γὰρ περὶ τοῦ οἰκείου νοῦ εἰ χωριστός, εἰ ἀθάνατος, εὐθὺς ἐπιστρέφει καὶ πρὸς τὰ νοητὰ καὶ θεῖα εἴδη (πρός τι γὰρ νοῦς καὶ νοητόν) καὶ ζητεῖ τὰς ἐκεῖ τάξεις θεολογοῦσα· τῷ τε περὶ τῶν οἰκείων διεσκέφθαι δυνάμεων, ὁπόσαι τε καὶ ποῖαι, περὶ τῆς ἠθικῆς ἀρετῆς ἐστι πραγματεύεσθαι, εἴπερ ἀρετὴ κόσμος ψυχῆς, τοῦτο δ’ εὐταξία τῶν ταύτης δυνάμεων, εὖ δὲ τάξαι ταύτας ἀδύνατον τὸν μὴ τὴν φύσιν ἐπεσκεμμένον αὐτῶν. πρὸς δὲ τὴν φυσικήν, ὅτιπερ ἀρχὴ τοῖς ζώοις καὶ ὡς ποιητική (κινεῖ γὰρ ταῦτα μόνῃ βουλήσει καὶ οὐ διὰ μοχλείας τινός) καὶ ὡς εἰδική (κατὰ ψυχὴν γὰρ εἰδοπεποίηνται καὶ τοῦθ’ ὅπερ εἰσὶν ἔμψυχα λέγονται) καὶ ὡς τέλος· ἕνεκα γὰρ τῆς ψυχῆς τὸ σῶμα· ταύτῃ τοι καὶ ὀργανικὸν πρὸς τὰς ἐκείνης ἐνεργείας ἀπετελέσθη. ἐπιζητοῦμεν οὖν θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσίαν, εἶθ’ ὅσα συμβέβηκεν ἐξ ἀνάγκης περὶ αὐτήν· ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκεῖ, τὰ δὲ δι’ ἐκείνην καὶ τοῖς ζώοις ὑπάρχειν, οἷον θυμός, θάρρος, αἴσθησις, νόησις καὶ τὰ ὅμοια. ἀναγκαία γὰρ ἡ περὶ αὐτῶν ἐνταῦθα σκέψις πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ. ἐπεὶ δ’ ἅπαξ ὅρῳ περιλαβεῖν τὴν τῆς ψυχῆς οὐσίαν προτεθυμήμεθα, δεῖ πρότερον ἀμηγέπη καθόλου περὶ ὁρισμῶν ἐπισκέψασθαι· ἧττον γὰρ ἂν παρέλκον δόξοι καὶ περιττόν, εἴ τι χρήσιμον ἐκεῖθεν τοῖς προκειμένοις φανήσεται. ἀγαπητὸν γάρ, εἰ καὶ ἰδίας τούτου τυχόντος πραγματείας ἀλλὰ μὴ κατὰ πάρεργον ἄν τις εἶχεν εὐκρινές τι λαβεῖν.3 πάντη γὰρ καὶ πάντως ἐστὶ χαλεπώτατον καὶ κοινῶς ἐπὶ πάντων τῶν ὄντων καὶ ἰδίως ἐπὶ ψυχῆς ἡ τῆς ὁριστικῆς μεθόδου σκέψις καὶ τὸ γνῶναι δὴ τὴν οὐσίαν ἑκάστου καὶ ὅ τι ἐστίν. ὧδε δ’ ἐπιοῦσι δῆλον· πότερον μία τίς ἐστι μέθοδος, καθ’ ἣν δυνατόν ἐστι πάντων τῶν ὄντων τοὺς ὁρισμοὺς λαβεῖν καὶ ἀποδοῦναι, ἢ πολλαί; τάχα γὰρ ἄν τῳ δόξειε μία τις εἶναι κατὰ πάντων περὶ ὧν βουλόμεθα γνῶναι τὴν οὐσίαν, ὥσπερ καὶ τῶν κατὰ συμβεβηκὸς ἰδίων ἀπόδειξις, ἣν ἀποδεικτικὴν ὀνομάζομεν. καὶ εἰ τοῦτο, ζητητέον ταύτην ἥτις ποτέ ἐστιν. εἰ δὲ μὴ μία τις καὶ κοινὴ μέθοδος ἀλλὰ πολλαί, ἔτι χαλεπώτερον γίνεται τὸ πραγματευθῆναι· δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον, τίς ὁ τρόπος τῆς διαφορᾶς καὶ πόσαι καὶ τίνες τὸν ἀριθμὸν καὶ ποῖαι.
关于灵魂的研究不仅因为极为美好且最属神圣,更因其格外与人自身切近胜过其他事物、且对理性存在而言在一切之中最为合宜,故而正当地激励着勤勉者与至善之物的热爱者投身于这一考辨。因为我们认为知识属于美好与尊贵之列,且因其精确性或因其关涉更优异、更令人惊叹的对象,而认为一种知识胜过另一种知识;倘若由于这两方面的缘故,我们将关于灵魂的探讨置于首要地位,便是合乎情理的作为。因为诸学科彼此之间既在认知的形态、或底层的性质、或二者兼备上有所差异,则运用非质料性底层的学科便优于运用质料性底层的学科,关涉不朽者的学科便优于关涉可朽者的学科,使论据精确并居于主导地位的学科便优于被推动且从他处获取原理的学科,而在两方面皆胜出的学科便优于在两方面皆逊色的学科。例如天文学远胜于医学;因为对于前者而言底层是某种永恒且不灭之物,即天体,而对于后者而言底层是可灭之物,即人的身体;且前者的论据比后者的论据更为确凿。力学之于几何学、声律学之于算术亦处于同样的关系;因为前者的原理皆来自后者,且因属身体性与质料性,故被置于非质料性与非身体性者之下。实际上,三角形与四角形在几何学家眼中是以非质料的方式受到审视,而力学家则在身体性层面上运用它们。总之,关于灵魂的思辨,既凭借其底层的尊崇(因为这是一种理智的、非质料的且不朽之物),又凭借其原因被确切界定且论证借由合宜的途径展开,更在此之前凭借其属于我们自身且与我们同类,因而是诸学科中最尊贵的,且在一切之中与我们最为切近。而且对它的认知似乎亦对全部真理大有裨益,尤其是对自然与自然物体。因为灵魂可谓是动物的始基与原因,唯有借由它,彻底的哲学探究方得成就。因为哲学分为三类:神学、伦理学与自然学;在神学与伦理学中,关于灵魂的思辨直接就是对主题本身的思辨;因为它探寻自身的理智是否可分离、是否不朽,便立即转向理智的与神圣的相(因为理智与可知者乃是相对概念),并在探求神学的同时考查那里的秩序;且通过考察自身的能力有几何、属何种性质,便是在探讨伦理德性,倘若德性是灵魂的秩序,而这又是其诸能力的条理性,那么未曾审视其本性的人便不可能将这些能力妥善编排。而在自然学方面,则在于灵魂对于动物而言既是动力因(因为它仅凭意愿而非通过任何杠杆作用来推动它们),又是形式因(因为动物依据灵魂而获得形式,并被称为正是它们之所是的有生命者),也是目的因;因为身体是为了灵魂而存在的,正因如此身体被构造成为了实现灵魂的现实活动的工具。因此,我们寻求审视并认知灵魂的本性与其自身实体,继而审视必然伴随于它的诸特性;在这些特性中,有些似乎是灵魂固有的感受,有些则是通过灵魂而亦存在于动物之中,如愤怒、胆量、感觉、知解及类似者。因为在此处对它们的考辨对于获得定义而言乃是必需的。然而,既然我们决意借由定义来统摄灵魂的实体,就必须首先以某种方式普遍地考查关于定义之事;因为倘若由此能显露出对当前论题有益之物,这考查便显得较少拖沓与多余。因为倘若即便此事获得了独立的专门研究而非作为副产物,人若能从中把握某种明晰之物,便是值得庆幸的。因为定义方法的考辨以及认知每一事物的实体与本质,无论对于全部存在者普遍而言,还是对于灵魂特殊而言,在各方面、在一切意义上皆是极难之事。对于如下进行思考的人而言这更是显而易见的:究竟是否存在某种单一的方法,能够借此获得并给出一切存在者的定义,还是存在多数种方法?因为或许有人会认为,就我们欲知其实体的一切事物而言,存在着某种单一的方法,正如对于偶性固有特性的证明那样——我们称之为证明学。若果真如此,便当探寻这方法究竟为何。但若非单一而普遍的方法而是存在多数种,则这一研究将变得更加困难;因为必须针对每一事物把握其差异的方式为何,以及其在数目上有多少、是哪些、属何种性质。
- 2.1.1οὐ μόνον ὅτι καλλίστη καὶ θειοτάτη, ἀλλ’ οἷς
该句为一个并列因果结构,引导原因从句的 οὐ μόνον ὅτι 与与格短语 ἀλλ’ οἷς(= ἀλλὰ τούτοις οἷς)相对称。οἷς 作为表原因的与格,连同后文的形容词 οἰκεία 和 πρεπωδεστάτη 一并构成修饰,指明了灵魂探究值得重视的双重依据(学科本身的卓越性,以及对人而言的切近与合宜性)。
- 2.1.1τῶν γὰρ καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντες
转述自亚里士多德《论灵魂》402a1-4。分词 ὑπολαμβάνοντες 充当后文条件句(εἰ ... θείημεν, εὐλόγως ἂν ποιοῖμεν)的前提或原因状语。句中省略了表语补足成分 καλὴν καὶ τιμίαν,并直接承接压缩的比较句结构 μᾶλλον δ’ ἑτέραν ἑτέρας(“且一种知识胜过另一种知识”)。
- 2.1.1ἀγαπητὸν γάρ, εἰ καὶ ἰδίας τούτου τυχόντος πραγματείας ἀλλὰ μὴ κατὰ πάρεργον ἄν τις εἶχεν εὐκρινές τι λαβεῖν
ἰδίας τούτου τυχόντος πραγματείας 为表示让步的属格独立结构(“即使此事获得了独立的探究”)。条件从句 εἰ ... ἄν τις εἶχεν 带有 ἄν,含有潜在/假设意味,修饰主句中省略了系词的表语 ἀγαπητόν [ἐστι](“是令人欣慰的/值得庆幸的”)。ἀλλὰ μή 则强化了与 κατὰ πάρεργον(附带副产物)的对比。
