← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§37.5-38.19

灵魂的单一性与各部分的形式质料结合

本节阐发亚里士多德《论灵魂》411a24–411b30,整理了主张灵魂为一与主张灵魂由多部分构成这两种学说所包含的疑难,进而提出灵魂的各部分通过类似质料与形式的层级结合关系而达成真正的一性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.5#5

ὥστ’ εἰ πάντα ἐπιοῦσιν1 ἀδύνατον φαίνεται, καὶ τὸ οὕτω λέγειν περὶ ψυχῆς ψεῦδος. φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὡς οὔτε τὸ γινώσκειν ὑπάρχει τῇ ψυχῇ τῷ ἐκ τῶν στοιχείων εἶναι οὔτε τὸ κινεῖσθαι αὐτὴν οὕτω καλῶς που καὶ ἀληθῶς λέγεται. Ἐπεὶ δὲ τῆς ψυχῆς ἐστι τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαί τε καὶ δοξάζειν, ἔτι καὶ τὸ ἐπιθυμεῖν καὶ τὸ βουλεύεσθαι καὶ ὅλως αἱ ὀρέξεις, γίνεται δὲ καὶ ἡ κατὰ τόπον κίνησις τοῖς ζώοις ὑπὸ ψυχῆς (κινεῖ γὰρ ταῦτα ὥσπερ ἂν εἰ καὶ κυβερνήτης τὴν ναῦν), ἔτι δὲ αὔξη τε καὶ ἀκμὴ καὶ φθίσις ὑπ’ αὐτῆς, πότερον ὅλῃ τῇ ψυχῇ τούτων ἕκαστον ὑπάρχει καὶ πάσῃ νοοῦμέν τε καὶ κινούμεθα καὶ τῶν ἄλλων ἕκαστον ποιοῦμέν τε καὶ πάσχομεν, ὡς εἶναι μὲν ὅ τί ποτε τὴν φύσιν καὶ τὴν οὐσίαν μίαν καὶ τὴν αὐτὴν ἁπλῆν καὶ ἀμέριστον, διαφόρους δὲ ποιεῖσθαι τὰς ἐνεργείας, ἢ πολυμερῆ καὶ διοικεῖν μορίοις ἑτέροις ἕτερα; καὶ δὴ πότερον τὸ ζῆν ἔν τινι τούτων ἐστί, καὶ τοῦτό ἐστι τὸ φυτικόν, ἢ καὶ ἐν πλείοσιν ἢ καὶ ἐν πᾶσιν, ἢ καὶ ἄλλο τι τὸ αἴτιον; ἴσον δὲ ἀμφοτέρως τῷ λόγῳ τὸ ἄπορον. εἴτε γὰρ μίαν εἴπομεν φέρε εἰπεῖν τὴν ἐν ἀνθρώπῳ πᾶσαν, διαφόρους δὲ ἔχειν τὰς ἐνεργείας, καὶ τοῦτό ἐστιν αὐτῇ τὸ θυμοῦσθαι καὶ λογίζεσθαι καὶ αἰσθάνεσθαι καὶ τἄλλα πάσχειν τε καὶ ποιεῖν, τῷ πολυδύναμον εἶναι, ὡς καὶ τὸ πῦρ εἴποις φωτίζειν καὶ ξηραίνειν καὶ καίειν καὶ ἄνω φέρεσθαι, ἑνὸς ὄντος αὐτοῦ τὴν φύσιν καὶ τὴν οὐσίαν, καὶ τὸ μῆλον εὐῶδες ἐρυθρὸν καὶ γλυκύ, καὶ τοιόνδε σχῆμα ἔχει καὶ ἄλλ’ ἄττα διάφορα, αὐτὸ δὲ τῇ οὐσίᾳ ταὐτόν, πῶς ὁ νοῦς χωριστός, πῶς φθαρτὸν τὸ αἰσθάνεσθαι; καὶ πρὸ τούτων πῶς λογικὴ καὶ ἄλογος, καὶ τὸ μὲν ἄρχει τὸ δὲ ἄρχεται; εἰ δὲ μὴ μίαν ἀλλὰ μεριστήν, ὡς ἄλλῳ μὲν νοεῖν ἄλλῳ δὲ ἐπιθυμεῖν, πῶς ἔσται τὸ ζῶον ἕν; πῶς ἑαυτῷ συνεχές τε καὶ συμπαθές; εἰ δὲ τοῦτο, ἀνάγκη καὶ τὰ εἰδοποιοῦντα μόρια τῆς ψυχῆς αὐτὰ ἡνῶσθαι πρότερον· εἰ δὲ ἥνωνται, τί τὸ ἑνῶσαν καὶ τί τὸ συνέχον τὴν φύσιν, εἰ μεριστή; ἀλλ’ ἆρα μὴ τὸ σῶμα; πολλοῦ δεῖ, ὃ ψυχῆς μᾶλλον δεῖται συνέχεσθαι· ἐξελθούσης γὰρ διαπνεῖ τε καὶ σήπεται. ἢ γοῦν ὑφ’ ἑτέρου τὰ μόρια ἥνωνται ἢ ὑφ’ αὑτῶν· ὑφ’ αὑτῶν μὲν ἀδύνατον, ὅτι τὰς φύσεις διάφορα· εἰ δ’ ὑπ’ ἄλλου, ἢ ἓν τοῦτο πάλιν ἀνάγκη εἶναι ἢ πολυμερές. καὶ εἰ πολυμερές, ὑπόλοιπον ζητεῖν πάλιν, τί τὸ ἐκεῖνο ἑνοῦν καὶ ὅπως, κἀκεῖνο τί· καὶ οὕτως ὁ λόγος βαδιεῖται εἰς ἄπειρον. εἰ δὲ τὸ συνέχον ἕν, ἐκεῖνο μάλιστα ἂν εἴη ψυχή. εἰ δὲ τοῦτο, τί δήποτε μὴ καὶ τὴν ψυχὴν αὐτόθεν ἓν λέγομεν; εἰ γὰρ τὸ ἑνοῦν τὰ διακεκριμένα ἓν δεῖ εἶναι αὐτίκα, ἑνοῖ δὲ ψυχὴ τὸ σκεδαστὸν τοῦ σώματος, πῶς οὐκ αὐτόθεν εὔλογον μίαν αὐτὴν ὑποτίθεσθαι καὶ μὴ δεῖσθαι τρίτου τοῦ καὶ ταύτην συνέχοντος; οὕτω μὲν οὖν ὁ λόγος δυσχερὴς ἑκατέρωθεν. ἢ μήποτε φύσει μὲν καὶ οὐσίᾳ οὐχ ἓν ἀλλήλοις τὰ μόρια, ἑνώσει δὲ ἄκρᾳ καὶ σχέσει καὶ συμπαθείᾳ. διαβαίνει γάρ τι καὶ ἐκ τοῦ λόγου πρὸς τὰ πάθη καὶ τοῖς πάθεσιν ὁ λόγος συνδιατίθεται· τό τε γὰρ εἴκειν τῷ λόγῳ καὶ ὑποτετάχθαι τὰ πάθη ἐκεῖθεν ἥκει τῇ συλλήψει ἐλλάμποντος, τό τε πρὸς τὰς οἰκείας ἐνεργείας τὸν νοῦν ἐμποδίζεσθαι τῇ κοινωνίᾳ τῶν παθῶν ἐπιγίνεται· καὶ οὕτως ἡ ψυχὴ μία, ὡς εἰ καὶ τὸν ὅλον ἄνθρωπον μιᾶς οὐσίας λέγοιμεν, καὶ ἁπλῶς ὡς τὰ ἐξ ὕλης καὶ εἴδους τὸ ἓν ἔχουσιν. ὕλης γὰρ κἀντεῦθεν πρὸς τὴν λογικὴν ἐπέχει λόγον ἡ ἄλογος, καὶ πρὸς ταύτην ἡ φυτική, καὶ πρὸς ἐκείνην τὸ σῶμα· καὶ ὥσπερ ἐν τοῖς ἐξ ὕλης καὶ εἴδους οὐ δεῖ ζητεῖν, τί τὸ ἑνῶσαν φύσει τὸ ἡνῶσθαι καὶ οἴκοθεν ἔχοντα, ὡς αὐτομάτως καὶ ἐξ οὐδεμιᾶς προσεχεστέρας αἰτίας τὸ εἶδος τὴν ὕλην δέχεσθαι,2 ὁπόταν καὶ ἐπιτήδειος γένηται, οὕτω τοι κἀν ταῖς ψυχαῖς εἶδος μὲν ἡ λογικὴ καὶ μορφή, ὕλη δὲ ταύτης προσεχὴς καὶ ὡς ὑποκείμενον ἔγγιον ἡ ἄλογος, τῆς δὲ ἡ φυτική, εἶτα τὸ σῶμα. καὶ τὸ μὲν φύσει πρότερον καὶ τὸ ὕστερον οὐκ ἐκβεβήκασιν, ἔχονται δὲ ἀλλήλων ἐν ταῖς συναγωγαῖς καὶ τὸ ὅλον ἕν, τῆς ἀνωτάτω τὸ κῦρος καθάπαξ ἐχούσης ἐν τῷ συνθήματι, ὡς ἐπὶ τῆς ἀνθρωπίνης ἔχει.

因此,如果对于考察了一切的人而言这显现为不可能,那么如此谈论灵魂亦是错误的。由上述可知,显然,认识既非因灵魂由元素构成而属于它,如此谈论它的运动亦决非在任何地方都妥当且真实。既然认识、感觉、形成信念属于灵魂,而且欲望、深思以及一般的欲求皆属于灵魂,动物由灵魂引起的空间运动亦是由其产生(因为灵魂运动动物,正如舵手[运动]其舟楫),加之生长、鼎盛和衰颓亦由灵魂引起,那么这些中的每一项是属于灵魂的整体,并且我们是用其全部来思想、运动以及作用和承受其他每一项,以至于无论其本性和实体是什么,它皆是单一且相同的、简单而不可分的,却产生出不同的现实活动;还是说它是多部分的,以不同的部分统理不同的事物?而且,究竟活着是存在于这些[能力]中的某一种内(而这就是植物性能力),还是存在于较多数中,或存在于全部中,抑或是其他某种事物是其原因?就论证而言,无论取哪一种,疑难皆是等同的。因为如果我们说,比方说,人身上的整个灵魂是一,但具有不同的现实活动,由于它具有多重潜能,故发怒、推理、感觉以及承受和作用其余诸事皆属于它——正如人们可以说火在其本性和实体为一的情况下发光、干燥、燃烧并向上运动,苹果芳香、红艳且甘甜,具有这般的形状以及其他若干不同的特性,其自身在实体上却是同一的——那么理智如何能是可分离的,感觉又如何能是可毁灭的?在这些之前,它又如何既是理性的又是无理性的,一者统治而另一者受统治?但如果它不是单一的而是可分的,以至于以一部分思想,以另一部分欲望,那么动物如何能成为一?它自身如何能是连续的且休戚相关的?如果是这样,使灵魂获得形式的各部分自身必然事先已结合在一起;如果它们已经结合,那么如果它是可分的,究竟是什么使这种本性结合在一起,又是什么维系着它?难道是身体吗?差得远呢,身体反而更需要灵魂来维系;因为灵魂离去后,身体便消散并腐烂。无论如何,这些部分要么由他物结合,要么由自身结合。由自身结合是不可能的,因为它们在本性上互不相同;但如果是由他物结合,这一他物必然再次要么是一,要么是多部分的。如果是多部分的,便仍需再次探究究竟是什么使那一事物结合以及如何结合,而那结合者又由什么结合;如此论证将走向无穷。但如果维系者是一,那最当是灵魂。如果是这样,究竟为何我们不直接说灵魂是一呢?因为如果结合分离之物者自身必须随即是一,且灵魂结合了身体的涣散本性,那么直接假设灵魂自身为一,且不需要维系灵魂自身的第三者,岂非完全合乎情理?因此,无论从哪一方面看,论证皆是困难的。或者,莫非各部分在本性和实体上彼此非一,但借由极度的联合、关联与共感而成其为一?因为确实有某种东西从理性传递到情念,理性亦与情念共同处于某种状态;因为情念之顺从并服从于理性,来自于理性在摄受中对它们的照耀,而理智在其本己现实活动中受阻,则是因与情念的交往而相随产生的;如此,灵魂是一,正如我们亦可说整个人具有单一实体,且简言之正如由质料与形式构成的事物拥有一性那样。因为在此亦然,无理性灵魂相对于理性灵魂具有质料的比例,植物性灵魂相对于无理性灵魂亦然,身体相对于植物性灵魂亦然;正如在由质料与形式构成的事物中,不应探求是什么结合了那在本性上且由其本源就具有结合状态的事物(因为每当变得适宜时,质料接纳形式乃是自发的,且不源自任何更为邻近的原因),在灵魂中亦完全是如此,理性灵魂是形式与形态,而无理性灵魂是其邻近的质料以及更为邻近的基底层,植物性灵魂对于无理性灵魂亦然,继而身体亦然。在本性上居先者与居后者并未逾越各自的等次,而是在联合中彼此维系,且整体为一,至高者在结合体中一劳永逸地掌握着绝对权威,正如在人类的情形中所呈现的那样。

语法注2 条
  1. 2.1.5ἐπιοῦσιν

    现在时主动态分词阳性复数与格(源自 ἔπειμι),作“评判者与格”(dativus iudicantis),在条件从句中表示“对于依次考察一切各点的人而言”这一视角或基准。

  2. 2.1.5τὸ εἶδος τὴν ὕλην δέχεσθαι

    在“对格加不定式”结构中(宾—主—谓语序),阴性单数对格 τὴν ὕλην 为不定式 δέχεσθαι 的逻辑主语,前置的中性单数对格 τὸ εἶδος 为其直接宾语(“质料接纳形式”)。紧随其后的从句 ὁπόταν καὶ ἐπιτήδειος γένηται 中,二词尾形容词主格 ἐπιτήδειος(阳阴同形,中性须作 ἐπιτήδειον)延续以阴性名词 ἡ ὕλη 为主语,亦印证了这一句法关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:37.5-38.19