- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:35.23-37.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚将通过对立的一方认识另一方的原理应用于相反性质与元素以揭示前人见解的疏漏,随后借助灵魂同类或不同类的两难推论,驳斥了主张灵魂遍布于全宇宙或元素之中(泰勒斯与斯多亚派)的观点。
καὶ γὰρ τῷ εὐθεῖ καὶ τὸ εὐθὺ γνωρίζεται τῷ ἐφαρμόζειν καὶ τὸ μὴ εὐθὺ τῷ μὴ ἐφαρμόζειν· κριτὴς γὰρ ὁ κανὼν ἀμφοῖν· τὸ δὲ καμπύλον οὔθ’ ἑαυτοῦ οὔτε τοῦ εὐθέος γνωστικὸν διὰ τὴν ἀοριστίαν. οὕτως ἐπὶ ὄψεως καὶ τυφλότητος, ἀγνοίας καὶ γνώσεως, νόσου καὶ ὑγείας· οὐ γάρ ἐστιν ἀγνοίας ἢ τυφλότητος ἢ νόσου ἑτέρα τις μάθησις ἢ ἡ τῶν ἀντικειμένων κατάληψις. ἀλλ’ ἐν μὲν τοῖς καθ’ ἕξιν καὶ στέρησιν ὡς τὰ εἰρημένα, αὐτόθεν δῆλον καὶ ὁ λόγος ἀδήριτος· ἐν δὲ τοῖς ἐναντίοις, ἃ καὶ ἄμφω εἴδη καὶ διάφορα πράγματα καὶ οὐ τόδε τοῦδε μᾶλλον ὕπαρξις, τίς ἂν ἐκ τοῦ ἑνὸς καὶ τοῦ θατέρου γνῶσις ἐγγένοιτο; οἷον χρώμασι μὲν λευκὸν καὶ μέλαν, χυμοῖς δὲ γλυκὺ καὶ πικρόν, ἐν δὲ τοῖς στοιχείοις ὑγρὸν καὶ ξηρόν, θερμὸν καὶ ψυχρόν· οὐδὲν γὰρ τούτων τοῦ ἑτέρου στέρησις ἢ ἀπόπτωσις. ἢ ἐπείπερ τῶν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη, ταῖς δὲ ἀντικειμέναις ποιότησιν ἢ δυνάμεσιν, ἔτι δὲ ἐνεργείαις καὶ ἕξεσι πρὸς ἄλληλα καὶ τὰ εἰρημένα συνέστηκεν, ὁ τὸ ἓν τῶν ἀντικειμένων γνοὺς καὶ τὸ ἕτερον εἴσεται. ὁ γὰρ τὸ λευκὸν εἰδὼς διάκρισιν ὄψεως καὶ τὸ μέλαν σύγκρισιν αὐτῷ τούτῳ γνώσεται, ὅ τε τὴν ὑγείαν συμμετρίαν τῶν χυμῶν ὁρισάμενος καὶ τὴν νόσον ἀσυμμετρίαν ἅμα συνελογίσατο· ὥστε κἀν τοῖς στοιχείοις, ἐπεὶ τὰ μὲν αὐτῶν δραστικὰ καὶ ποιητικὰ καὶ εἴδους ἐπέχει λόγον, τὸ πῦρ ὁ ἀήρ, τὰ δὲ παθητικὰ καὶ ὑλικά, ὕδωρ καὶ γῆ, ἠναντίωνται δήπου καὶ ταῖς ποιότησιν, ὃς τὸ πῦρ οἶδεν ὅτι θερμὸν καὶ ξηρὸν δυνάμει, καὶ τὸ ὕδωρ νενόηκεν ὑγρὸν καὶ ψυχρόν·1 οὕτως ὁ ἀέρα καὶ γῆν. ἀλλὰ καὶ ὁ ἓν γνοὺς τὰ πάντα εἴσεται, ὡς πάσας τῶν στοιχείων ἑκάστου ἔχοντος τὰς παρ’ ἄλλοις ποιότητας ἢ ἐνούσας ἢ ταῖς οὔσαις ἀντικειμένας. Ἐσχάτη δὲ δόξα καὶ τελευταία περὶ ψυχῆς ἥδε· ἐν γὰρ τῷ ὅλῳ τινὲς αὐτὴν μεμῖχθαί φασι, καὶ ἅπαν σῶμα ἔμψυχον εἶναι ὑπέλαβον, ὅθεν καὶ Θαλῆς ᾠήθη πάντα πλήρη θεῶν. εἰς τοῦτο δ’ ἄν τις ἕλξοι καὶ τοὺς Στωικοὺς σῶμα τὸ θεῖον ὑπολαβόντας καὶ πανταχοῦ παρεῖναι καὶ σωματικῶς, ἀλλ’ οὐ μόναις ταῖς ἐνεργείαις. κἀκεῖνο δὲ πρὸς τοῦτο τείνει· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,2 πᾶσαι δ’ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες. πάντες γὰρ οὗτοι θεὸν ἢ θεῖόν τι τὴν ψυχὴν ὑπειλήφασι. τοῦτο δὲ ἔχει ἀπορίας τινάς· τί δήποτε ἐν παντὶ σώματι ψυχῆς ἐνούσης τὰ μέν ἐστι ζῷα τὰ δὲ οὔ, ἀλλ’ ἐν μὲν τῷ ἀέρι οὖσα ἡ ψυχὴ οὐ ποιεῖ ζῷον, ἐν δὲ τοῖς μικτοῖς ποιεῖ, καὶ ταῦτα βελτίων εἶναι ἐν τούτοις δοκοῦσα. ἐπιζητήσειε δ’ ἄν τις καὶ τοῦτο, διὰ τίνα αἰτίαν ἡ ἐν τῷ ἀέρι ψυχὴ τῆς ἐν τοῖς ζώοις βελτίων τε καὶ ἀθανατωτέρα ὑπ’ αὐτῶν λέγεται, καίπερ ὁμοίως τοῖς ἐν συνθέσει καὶ τῶν ἁπλῶν ἀλλοιουμένων καὶ φθειρομένων. συμβαίνει δὲ ἀμφοτέρως ἄτοπον καὶ παράλογον· καὶ γὰρ ζῶον ἢ τὸ πῦρ ἢ τὸν ἀέρα λέγειν ἐμπλήκτων, καὶ τὸ μὴ λέγειν ζῷα ψυχῆς ἐνούσης παραλογώτατον. ὑπολαβεῖν δ’ ἐοίκασιν εἶναι τὴν ψυχὴν ἐν τούτοις, ἐπεὶ τὰ μέρη τῶν στοιχείων ὁμοειδῆ τοῖς ὅλοις· ταῦτα δὲ 〈εἰ〉 ἔμψυχα3 (συντεθέντα γὰρ ποιεῖ ζῶον), καὶ τὰ ὅλα ἔμψυχα. οὐχ οὕτω δὲ ἔχει. ἀνάγκη γὰρ τὴν ἐν τῷ ὅλῳ τῷ ἀέρι ψυχὴν ἢ ὁμοειδῆ εἶναι ἑαυτῇ ἢ ἀνομοιοειδῆ. ὁ δὲ ἀὴρ διασπώμενος ὁμοειδής. εἰ μὲν οὖν ὁμοειδής, ἐπειδὴ τῷ ἀπολαμβάνεσθαί τι τοῦ ἀέρος ἐν τοῖς ἐμψύχοις ἔμψυχα γίνεται, ἔδει πάντα τῆς αὐτῆς ψυχῆς μετέχειν. ἀλλὰ μὴν τοῦτο ψεῦδος. ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις· οὐ γὰρ ταὐτὸν τὸ θρεπτικὸν τῷ αἰσθητικῷ. εἰ δὲ ἀνομοιομερὴς εἴη, ἢ πάντα τὰ μόρια αὐτῆς διὰ παντὸς διήκει τοῦ ἀέρος, ἢ ἕκαστον μέρος τι τοῦ ἀέρος ἐμπεριείληφεν. εἰ μὲν οὖν πάντα τὰ ψυχικὰ μόρια ἐν ὁτῳοῦν μορίῳ ἀερίῳ εἰσίν, ἔδει πάντα ὁμοίως ἔμψυχα εἶναι καὶ πάντα μετέχειν καὶ λόγου καὶ αἰσθήσεως καὶ θυμοῦ καὶ ἐπιθυμίας. ἀλλ’ οὐ τὸ δεύτερον· οὐδὲ τὸ πρῶτον ἄρα. εἰ δὲ ἕκαστον μόριον τῆς ψυχῆς μέρος τι τοῦ ἀέρος ἀπείληφεν, ἔδει ἄλλο ζῶον ἄλλης ψυχῆς μετέχειν, τὸ μὲν τῆς θυμικῆς μόνον, τὸ δὲ τῆς ἐπιθυμητικῆς, τὸ δὲ τῆς λογικῆς καὶ ἄλλο ἄλλης, εἴπερ τῷ ἀπολαμβάνεσθαί τι τοῦ ἀέρος ψυχὴν ἔχει. νυνὶ δὲ ὁρῶμεν τινὰ μὲν πασῶν τῶν ψυχικῶν δυνάμεων μετέχοντα, τὰ δὲ πλειόνων, τὰ δὲ μιᾶς.
因为直确实既借由契合而使直被认识,亦借由不契合而使非直被认识;因为规矩是两者的判定者;然而弯曲之物因其不定性,既不能认识自身,亦不能认识直。在视力与盲目、无知与知识、疾病与健康上亦是如此;因为关于无知、盲目或疾病,除了对其对立面的把握之外,别无其他认识。然而,在状态与匮乏的事物中,如前所述,这是显而易见且无可争辩的;但在相反者中,由于二者皆是形式与不同的事物,且此者绝不比彼者更具存在性,那么对一方的认识如何能由另一方产生呢?例如颜色中的白与黑,滋味中的甘与苦,元素中的湿与干、热与冷;因为这些都不是另一方的匮乏或衰颓。或者毋宁说,由于关于对立者的知识是相同的,且上述事物亦因对立的性质或潜能、进而因现实活动和状态而彼此建立,因此认识对立的一方者,亦将认知另一方。因为认识白为视力的扩散者,恰以此认识黑为凝聚;定义健康为体液均衡者,亦同时推导出疾病为不均衡;因此在元素中亦然,既然它们有的具动能和创造性且起形式的作用(火与气),有的具被动性和质料性(水与土),并且显然在其性质上亦彼此对立,那么认识火为热且潜能上为干者,亦理解了水为湿且冷;同样,〔认识〕气者亦〔理解了〕土。而且,认识其一者亦将认识全部,因为诸元素的每一者都具有其他元素中所具有的全部性质,要么内在具有,要么与内在的性质相对立。 关于灵魂的最终且最后的见解乃是这一种:因为有人声称灵魂混合在宇宙整体之中,并认为每一个物体皆有灵魂,泰勒斯亦由此认为万物充满神明。人们亦可将斯多亚派归入这一观点,他们认为神圣之物是物体,且在空间物体上遍在,而不仅在现实活动中遍在。那首诗亦指向这一点:“全充满宙斯的是一切道路,以及人类的一切广场,充满的亦有大海与港口。”因为这些人皆认为灵魂是神或某种神圣之物。然而这包含某些疑难:究竟为何在每一物体中皆有灵魂内存的情况下,有些是动物而有些则不是?为何灵魂存在于气中并不造就动物,存在于混合物中却造就动物,而且灵魂在这些[简单元素]中显现为更为优越,却依然如此?人们亦可探究这一点:究竟出于何种原因,气中的灵魂被他们说成比动物中的灵魂更优越且更不朽,尽管简单物体与处于合成中的物体一样承受着变化与毁灭?无论作何回答,皆会导致荒谬与背理:因为把火或气称为动物乃是疯狂之举,而在灵魂内存于其中时却不称其为动物,则是极不合理的。他们似乎是因元素的各部分与整体同类,从而认为灵魂存在于这些元素之中;如果这些部分是有灵魂的(因为它们合成后便造就动物),那么整体亦是有灵魂的。然而事实并非如此。因为整个气中的灵魂必然要么与自身同类,要么不同类。而被分割的气是同类的。如果灵魂是同类的,那么既然有灵魂之物是因某部分气被封闭在其内部而成为有灵魂的,所有事物便应分有同一灵魂。然而这显然是错误的。因此该假设亦是错误的;因为营养能力与感觉能力并非同一。如果灵魂是由不同类部分组成的,那么要么其所有部分皆贯穿于全部的气中,要么每一部分皆包纳了气的某一局部。如果灵魂的所有部分存在于气的任何部分之中,所有事物便应同样具有灵魂,且皆分有理性、感觉、激情与欲望。然而后一结论并不成立;因此前一命题亦不成立。如果灵魂的每一部分皆占据气的某一局部,那么不同的动物便应分有不同的灵魂——一种仅分有激情的灵魂,另一种分有欲望的灵魂,再一种分有理性的灵魂,不同的动物分有不同的灵魂——如果它们确实是借由气的某一部分被封闭而拥有灵魂的话。然而事实上,我们看到有些事物分有全部的灵魂能力,有些分有较多,有些则仅分有一种。
- 2.1.5ὃς τὸ πῦρ οἶδεν ὅτι θερμὸν καὶ ξηρὸν δυνάμει, καὶ τὸ ὕδωρ νενόηκεν ὑγρὸν καὶ ψυχρόν
由关系代名词 ὃς 引导的从句充当主句的主语兼条件前提:“知晓火为热且潜在为干者,亦理解了水为湿且冷”。宾格 τὸ πῦρ 属于前置先取句式(prolepsis),在从属的 ὅτι 从句之前被提至主谓词 οἶδεν 的直接宾语位置。
- 2.1.5μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί
此处直接引用了阿拉托斯《天象》第2–4行的诗句,用以印证斯多亚派等主张万物皆充满神(或灵魂)的泛神论与遍在说。该引文是前文 κἀκεῖνο δὲ πρὸς τοῦτο τείνει(“那首诗亦指向这一点”)的所指对象。
- 2.1.5ταῦτα δὲ 〈εἰ〉 ἔμψυχα (συντεθέντα γὰρ ποιεῖ ζῶον), καὶ τὰ ὅλα ἔμψυχα
依照校勘者补入的 〈εἰ〉,此句构成假言推理结构:“如果这些[部分]是有灵魂的……整体亦是有灵魂的”。括号内的 συντεθέντα γὰρ ποιεῖ ζῶον 是插入的理由说明句,用以支持条件句中赋予部分以灵魂的前提。
