← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§34.6-35.23

恩培多克勒学说的困境与植物机能的被忽视

索福尼亚驳斥了恩培多克勒的主张(指出骨骼等无感觉组织的存在、神明的无知、泛心论的荒谬推论,以及统摄诸元素合成的理智的必要性),进而批判以往诸家仅着眼于空间运动和感觉,从而忽视了植物性机能(营养、增长与生殖)及非呼吸生物的灵魂理论缺陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.5#3

μάλιστα γὰρ ὅσα ἐστὶν ἐν τοῖς τῶν ζώων σώμασιν ἁπλῶς γῆς, οἷον ὀστᾶ, νεῦρα, τρίχες, οὐδὲν αἰσθάνεσθαι δοκεῖ, ὥστε οὐδὲ τῶν ὁμοίων. καίτοι προσῆκεν· εἰ γὰρ διὰ τοῦτο γαίῃ γαῖαν ὀπώπαμεν, ὅτι τὸ ὅλον ὑπὸ τοῦ ὁμοίου γινώσκεται, τὰ μᾶλλον ἐγγίζοντα τῇ γῇ μᾶλλον αὐτὴν ἔδει γινώσκειν. ἔπειτα δὲ καὶ ἑκάστῃ τῶν ἀρχῶν ἄγνοια πλέον ἢ σύνεσις ὑπάρξει· γνώσεται μὲν γὰρ ἓν μόνον ἑκάστη τὸ συγγενές, πολλὰ δὲ ἀγνοήσει, τάς τε ἑτέρας ἀρχὰς καὶ τὰ σύνθετα. συμβαίνει δὲ καὶ Ἐμπεδοκλεῖ ἀφρονέστατον εἶναι τὸν παρ’ αὐτῷ θεόν· μόνος γὰρ τῶν στοιχείων οὐ γνωριεῖ τὸ νεῖκος, μηδὲν ἔχων ἐκείνου, τὰ δὲ θνητὰ πάντα· ἐκ πάντων γὰρ ἕκαστον. καὶ πρότερον ὅλως διὰ τίνα αἰτίαν οὐχ ἅπαντα ψυχὴν ἔχει τὰ ὄντα, εἴπερ πᾶν ἢ στοιχεῖον, ὡς γῆ ὕδωρ ἀήρ, ἢ ἐκ στοιχείου ἑνός, ὥσπερ ὁ κρύσταλλος ἐκ μόνου τοῦ ὕδατος, ἢ ἐκ πλειόνων ἢ καὶ πάντων, ὡς λίθοι καὶ ζῷα καὶ φυτά· ἀναγκαῖον γάρ ἐστι πᾶν ἢ ἕν τι γινώσκειν ἢ τινὰ ἢ πάντα. ἔτι εἰ ἐκ τῆς τῶν στοιχείων συνδρομῆς ἡ ψυχή, ταῦτα δὲ διεκέκριτο πρότερον καὶ ὕλης ἐπεῖχε λόγον, ἀπορήσειεν ἄν τις, τί τὸ ἑνοποιοῦν τὰ στοιχεῖα συνιόντα εἰς τὴν τῆς ψυχῆς γένεσιν· κυριώτατον γὰρ ἐκεῖνο τὸ συνέχον, ὅ τί ποτ’ ἂν φανείη, καὶ πρῶτον. ψυχῆς δ’ εἶναί τι κρεῖττον καὶ ἄρχον ἐν τῇ συνθέσει ἀδύνατον· αὕτη γὰρ ἡ καὶ τὰ διεστῶτα συνάψασα· ἀδυνατώτερον δ’ ἔτι τοῦ νοῦ. τοῦτον γὰρ εὔλογον, ὅτι χωριστός, καὶ προγενέστερον καὶ κατὰ φύσιν κύριον εἶναι· καὶ εἴπερ τὸ τίμιον ἐν τοῖς πρώτοις, τὸ μάλιστα τιμιώτατον ἐν τοῖς μάλιστα πρωτίστοις. φανερὸν οὖν ὅτι νοῦς ἀρχή, τῶν μὲν πάντων ὁ ἐξῃρημένος καὶ δημιουργὸς καὶ ἀΐδιος, τῶν δὲ συνθέτων ὁ ψυχικός. Ὡς μὲν οὖν ἄν τις ἰδίως πρὸς ἕκαστον τῶν ἀποφηναμένων περὶ ψυχῆς ἐπισκέψαιτο τοσαῦτα· κοινὸν δὲ πάντων παρόραμα, ὅτιπερ ἑξῆς καὶ οἱ διὰ τὸ γνωρίζειν καὶ αἰσθάνεσθαι τὴν ψυχὴν τὰ ὄντα ἐκ τῶν στοιχείων ποιοῦντες καὶ οἱ τὸ κινητικώτατον αὐτὴν εἶναι λέγοντες οὐ περὶ ἁπάσης ψυχῆς τὸν λόγον προάγουσι. καίτοι γε ἐχρῆν τοὺς φιλοσοφεῖν ἐσπουδακότας μὴ ἐν μέρει ζητεῖν τῶν ὄντων τὴν ἀλήθειαν. κίνησιν γὰρ τὴν κατὰ τόπον μόνην τῶν ἄλλων καὶ αἴσθησιν ὑπολαβόντες περὶ ψυχῆς, οἷς μὴ ταῦτα παρῇ, ἐλλελοίπασιν. καὶ ἴσως κατά τι οὐκ ἀπὸ λόγου· καὶ γὰρ αὔξησιν μὲν καὶ ἀλλοίωσιν οὐδὲ κυρίως ἄν τις εἴποι ψυχῆς κινήσεις ὡς κἀν τοῖς ἀψύχοις ἐνούσας. λίθοι γὰρ αὔξονται καὶ τὰ ὑπὸ γένεσιν καὶ φθορὰν πάντα ἀλλοιώσεως μέτοχα. εἰ δέ ποτε καὶ κατ’ αὐτὰς κινοῦνται τὰ ἔμψυχα, ἀλλ’ οὐχὶ καὶ ὑπὸ ψυχῆς οὐδὲ προαιρετικῶς ἢ κατ’ οἰκείαν ὁρμήν τε καὶ βούλησιν (οὔτε γὰρ αὔξεταί τις ἑκὼν οὔτ’ ἀλλοιοῦται, ἀλλ’ ὑπό τινων ἔξωθεν ἢ αἰσθητῶν ἢ νοητῶν καὶ ὑπὸ τοῦ πρώτου καὶ προσκρινομένου καὶ αὔξοντος), τὴν δὲ τοπικὴν μόνην καὶ καθὸ ἔμψυχα καὶ παρὰ ψυχῆς. ταύτῃ τοι δήπου περὶ μόνης τῆς αἰσθητικῆς καὶ κατὰ τόπον κινητικῆς ἐπ’ ἴσης τοῖς πᾶσι διείληπται. φανεῖεν δ’ ἂν καὶ κατὰ τοῦτο ὑστερηκέναι αὐτό. οὔτε γὰρ τὰ αἰσθανόμενα πάντα κινητικά· φαίνεται γὰρ εἶναί τινα μόνιμα τῶν ζώων καὶ μεταβατικῆς ἐστερημένα κινήσεως, καὶ παρερχόμεθα τὰ φυτὰ ὡς μετὰ τῆς αἰσθήσεως καὶ τὴν τοπικὴν ἀφῃρημένα κίνησιν. ἀλλὰ τῶν κατὰ τόπον κινητικῶν ζώων τὰ πολλὰ διάνοιαν οὐκ ἔχει. εἰ δέ τις καὶ ταῦτα συγχωρήσειε καὶ τὸν νοῦν μὴ ἕτερόν τι λέγειν ψυχῆς μηδὲ τοῦ αἰσθητικοῦ, ἀλλὰ μέρος μὲν ἐκείνης, ταὐτὸν δὲ τούτῳ, οὐδ’ οὕτως ἂν εἶεν περὶ πάσης διειληφότες ψυχῆς οὐδὲ περὶ ὅλης οὐδὲ περὶ μιᾶς. οἱ γὰρ τὰς καθολικωτάτας καὶ διὰ πάντων ἡκούσας ἐμψύχων δυνάμεις, θρεπτικήν, αὐξητικὴν καὶ γεννητικήν, πρῶτον ἐν τοῖς φυτοῖς ἐνούσας παραδραμόντες (μία δ’ ἐν ἑκάστῳ τῶν ἀτόμων ψυχὴ πλείοσι δυνάμεσιν ἢ μορίοις κεχρημένη, περὶ ὧν διαλαβεῖν παρήκασι) πῶς ἂν ἢ περὶ μόνης τῆς ἀνθρωπίνης ἢ ὅλως διαλαβόντες εἶεν αὐτῆς;1 τοῦτο δὲ πέπονθε καὶ ὁ ἐν τοῖς Ὀρφικοῖς ἔπεσι καλούμενος λόγος· φησὶ γὰρ τὴν ψυχὴν ἐκ τοῦ ὅλου εἰσιέναι ἀναπνεόντων,2 φερομένην ὑπὸ τῶν ἀνέμων. οὐχ οἷόν τε δὲ τοῖς φυτοῖς τοῦτο συμβαίνειν οὐδὲ τῶν ζώων ἐνίοις, εἴπερ μὴ πάντα ἀναπνεῖ· τὰ ἔντομα γὰρ οὐκ ἀναπνεῖ καὶ τὰ ἔνυδρα. ἔτι καὶ τοῦτο λέληθε τοὺς τὴν ψυχὴν διὰ τὸ γνωστικὸν ἐκ τῶν στοιχείων ποιοῦντας, ὡς οὐ δεῖ ἐξ ἁπάντων· ἱκανὸν γὰρ θάτερον μέρος τῆς ἀντιθέσεως ἑαυτό τε κρίνειν καὶ τὸ ἀντικείμενον.3

因为尤其在动物的身体中纯粹属于土的事物,例如骨骼、筋腱和毛发,似乎完全不具感觉,因而在同类事物上也[不具感觉]。然而这本应如此;因为如果我们之所以借由土看见土,是因为整体由同类所认识,那么更接近土的事物本应更加认识土。其次,对每一原理而言,无知将多于理解;因为每一原理仅认识与自身同类的单一事物,却对诸多事物一无所知,即对其他原理和复合事物无所知。恩培多克勒所设定的神也由此成为最愚蠢的;因为只有它不能认识诸元素中的争斗,因为它完全没有争斗,而凡俗之物却认识一切;因为每一凡俗之物皆由万物构成。而且在更根本的层面上,究竟出于何种原因并非所有存在之物都具有灵魂呢?只要每一事物要么是元素(如土、水、气),要么源于单一元素(正如冰仅源于水),要么源于较多乃至所有元素(如石头、动物和植物);因为每一事物必然要么认识一个,要么认识若干,要么认识全部。此外,如果灵魂源于诸元素的汇合,而这些元素原先是彼此分离的并充当质料的角色,那么人们可能会提出疑难:究竟是什么使汇聚以生成灵魂的诸元素合而为一?因为无论显现出的那是什么,维系者乃是最关键且居首位的。然而,在合成中有任何高于灵魂且起统摄作用的事物乃是不可能的;因为正是灵魂将彼此分离的事物结合在一起;而高于理智则更为不可能。因为合乎情理的是,由于理智是分离的,它既较先产生,亦在自然本性上居于首位;而且如果尊贵之物处于最初之列,那么至尊者亦处于至首之列。因此显而易见,理智是一项原理,其中超然的、创世且永恒的理智是万物的原理,而属于灵魂的理智则是复合之物的原理。 对于就灵魂发表见解的每一派别,若要个别加以考察,便仅止于此;然而他们全体共有的疏忽是,紧接着,无论是因灵魂认识并感觉存在之物而将其由元素构成的人,还是主张灵魂最具运动能力的人,皆未对全部的灵魂推进其论述。然而,热心于从事哲学思考的人本不应仅在存在之物的部分中寻求真理。因为他们对灵魂只设定了诸运动中的空间运动以及感觉,从而遗漏了不具有这些特性的事物。这在某种程度上或许并非无理;因为事实上,人们甚至无法严格地将增长和变化称为灵魂的运动,因为它们亦存在于无灵魂之物中。因为石头亦会增长,凡处于生成与毁灭之下的事物皆分有变化。即便有灵魂之物有时依照它们运动,但这亦非源于灵魂,亦非出于抉择或依据其固有的冲动与意志(因为没有任何事物是出于自愿而增长或变化的,而是受到某些外在的感觉或理智对象的作用,并受最初附着且促成增长之物的作用),唯有空间运动才既作为有灵魂之物亦源自灵魂而属于它们。正是因此,他们全体显然才同样仅对感觉的灵魂和空间运动的灵魂作了论述。然而他们在这方面亦显出不足。因为并非所有具有感觉之物皆能运动;因为某些动物显现为静止且被剥夺了位移运动,而我们亦将植物视为连同感觉一并被剥夺了空间运动之物而略过。然而在空间运动的动物中,多数并不具有思想。即便有人承认这些,并声称理智并非不同于灵魂或感觉能力之物,而是前者的部分且与后者同一,他们亦绝未论及全部的灵魂,亦未论及作为整体的灵魂,更未论及单一的灵魂。因为那些略过了最普遍且贯穿一切有灵魂之物的能力——即首先存在于植物中的营养、增长与生殖能力——的人(在每一个体中存在一个灵魂,使用着多种能力或部分,而他们却忽略了对其论述),又怎能仅论述人类的灵魂,或对灵魂本身作整体的论述呢?在所谓俄耳甫斯的诗篇中的论述亦遭受了这一缺陷;因为该论述宣称,在呼吸之时,灵魂随风吹送而从整体进入[呼吸者体内]。但这对于植物以及动物中的某些种类是不可能发生的,只要并非一切都呼吸;因为昆虫和水生生物并不呼吸。再者,那些因灵魂具有认知性而将其由元素构成的人亦忽略了这一点:灵魂并不需要源于所有元素;因为对立的一方足以判定其自身以及与自身对立之物。

语法注3 条
  1. 2.1.5οἱ γὰρ τὰς καθολικωτάτας καὶ διὰ πάντων ἡκούσας ἐμψύχων δυνάμεις, θρεπτικήν, αὐξητικὴν καὶ γεννητικήν, πρῶτον ἐν τοῖς φυτοῖς ἐνούσας παραδραμόντες ... πῶς ἂν ἢ περὶ μόνης τῆς ἀνθρωπίνης ἢ ὅλως διαλαβόντες εἶεν αὐτῆς;

    这是一个主语分词短语(οἱ ... παραδραμόντες)与谓语动词部分(πῶς ἂν ... διαλαβόντες εἶεν)被长插入成分(μία δ’ ἐν ἑκάστῳ ... παρήκασι)大幅隔开的倒置分离结构(hyperbaton)。其句法骨架为:“略过了最普遍能力的人(οἱ παραδραμόντες),又怎能论述了(πῶς ἂν διαλαβόντες εἶεν)[灵魂]呢?”,构成反诘句。

  2. 2.1.5ἀναπνεόντων

    此分词既可理解为主语由语境补出的独立属格(“在呼吸之时”),亦可理解为修饰 εἰσιέναι 的实质化属格补足语(“进入呼吸者的体内”)。该表达直接沿袭自亚里士多德原文(410b29: εἰσιέναι ἐκ τοῦ ὅλου ἀναπνεόντων),兼指呼吸的情境与灵魂进入的对象。

  3. 2.1.5θάτερον μέρος τῆς ἀντιθέσεως ἑαυτό τε κρίνειν καὶ τὸ ἀντικείμενον

    不定式宾格结构,其中 θάτερον μέρος τῆς ἀντιθέσεως 是 κρίνειν 的宾格主语(逻辑主语),而 ἑαυτό τε ... καὶ τὸ ἀντικείμενον 为复合直接宾语。这呼应了亚里士多德关于直规测定自身与弯曲者的比喻(411a3–5),阐明了对立之肯定项足以作为判定自身及相反项之准绳的认识论原则。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:34.6-35.23