← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§32.26-34.6

对恩培多克勒元素说与认识论的批判

索福尼亚斯批判了恩培多克勒等人关于灵魂由元素构成并以同类认识同类的观点,从复合事物的比例、范畴的多样性以及依据潜能与现实的作用与受动条件等角度,论证了该说的种种荒谬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.5#2

κύβοι δὲ τῶν ἀριθμῶν ὁ ηʹ ὁ κζʹ καὶ οἱ ὅμοιοι, τετράγωνοι δὲ δʹ καὶ θʹ καὶ οἱ ὅμοιοι. γένεσις δὲ αὐτῶν· πᾶς ἀριθμὸς πολλαπλασιασθεὶς κατὰ τὰς ἐν αὐτῷ μονάδας τετράγωνον ποιεῖ, πᾶς δὲ τετράγωνος κατὰ μίαν τὴν ἑαυτοῦ πλευρὰν πολλαπλασιασθεὶς κύβος γίνεται. πέντε δὲ καὶ αἱ ὠνομασμέναι ἐν ἁρμονικῇ συμφωνίαι, αἱ μὲν τρεῖς ἁπλαῖ, ἡ ἐν ἐπιτρίτῳ καὶ ἡμιολίῳ, αἳ καὶ διὰ τεσσάρων καὶ διὰ πέντε λέγονται, καὶ ἡ διὰ πασῶν καὶ ἐν διπλασίονι, ἃς καὶ ὁ κύβος ἔχει· λοιπαὶ δὲ σύνθετοι δύο ἡ διὰ πασῶν καὶ διὰ τεσσάρων ἅμα ἢ καὶ διὰ πέντε, καὶ ἡ δὶς διὰ πασῶν. ποιεῖ μὲν οὖν καὶ Ἐμπεδοκλῆς τὴν σύνθεσιν ἐν λόγῳ τῶν μερικῶν, καὶ διὰ ταῦτα ἧττόν τι ὄφελος εἶναι τὰ στοιχεῖα ἐν τῇ ψυχῇ,1 εἰ μὴ καὶ οἱ λόγοι ἐνέσονται τῶν συνθέσεων. γνωριεῖ γάρ, ὡς πολλάκις λέγομεν, τὸ ὅμοιον ἕκαστον, τὸ δ’ ὀστοῦν ἢ τὸν ἄνθρωπον οὐδέν, εἰ μὴ καὶ ταῦτα ἐνέσται. τοῦτο δ’ ὅτι ἀδύνατον, οὐδὲν δεῖ λέγειν. τίς γὰρ ἀπορήσειεν, εἰ ἔνεστι λίθος ἐν τῇ ψυχῇ ἢ ἄνθρωπος; εἴπερ δὲ τὰ στοιχεῖα τοῦ λίθου καὶ τοῦ ἀνθρώπου ἐν τῇ ψυχῇ, τί κωλύει καὶ ἐπὶ τῶν ἄλλων οὕτως; οὐ γὰρ ἄλλο τι τυγχάνει τὴν φύσιν τῶν πραγμάτων ἕκαστον, εἰ μὴ τὰ στοιχεῖα μετὰ τῆς ποιᾶς συνθέσεως. εἰ μὲν γὰρ οἱ λόγοι τῆς συνθέσεως οἷον ἡμιόλιος τυχὸν ἢ ἄλλος ὁστισοῦν ἐπεφύκεσαν καθ’ αὑτούς, κἂν πιθανῶς τὸ πλάσμα προὔβαινε καὶ τὴν ψυχὴν γινώσκειν τὰ πράγματα ὑπελάβομεν καὶ μόνον τοὺς λόγους κατέχουσαν·2 νυνὶ δὲ οἱ τῆς συνθέσεως λόγοι τοῖς συντεθεῖσιν ἀχώριστοι. ἀνάγκη οὖν τῷ λέγειν οὕτω γινώσκειν αὐτὴν τὴν ψυχὴν εἶναι λίθον καὶ ἵππον καὶ τὰ παρὰ ταῦτα πάντα, ὁμοίως δὲ καὶ τὸ ἀγαθὸν καὶ τὸ μὴ ἀγαθόν· ἀνάγκη γὰρ κατὰ τὰ αὐτὰ ἐνεῖναι τῇ ψυχῇ καὶ τὰς στερήσεις, ὥσπερ καὶ τὰς ἕξεις. ἔτι δὲ πολλαχῶς λεγομένου τοῦ ὄντος (σημαίνει γὰρ τὸ μὲν οὐσίαν, τὸ δὲ ποσόν, τὸ δὲ ποιὸν ἢ καί τινα ἄλλην τῶν διαιρεθεισῶν κατηγοριῶν) πότερον, ἐπείπερ πάντων ἡ ψυχὴ γνωστική, ἐξ ἁπάντων ἔσται ἢ ἔκ τινων ἢ ἐξ ἑνός; εἰ δὲ μηδὲν τούτων, πότερον ἐκ τῶν κοινῶν στοιχείων ἢ ἐκ τῶν ἰδίων ἑκάστης, ἵν’ ἐκεῖνα γινώσκουσα καὶ τὰ ἐξ αὐτῶν γνωριεῖ; καὶ στοιχεῖα μὲν κοινὰ τῶν πασῶν οὐ δοκεῖ· οὐ γὰρ ὑπ’ ἀρχαῖς ἑτέραις αὗται πρῶται τῶν ὄντων οὖσαι ἀρχαί· οὐ γὰρ αὐτῶν κοινὸν γένος τὸ ὄν. εἰ δὲ ἑκάστῃ γε ἴδια δοίημεν, οἷον τῇ οὐσίᾳ φέρε εἰπεῖν τὴν ὕλην καὶ τὸ εἶδος, ποσῷ δὲ τὸ συνεχὲς καὶ τὸ διωρισμένον, εἴτ’ οὖν τὴν μονάδα καὶ τὴν στιγμὴν ὡς συγκατατεταγμένα καὶ ὑλικά, ὥσπερ ἐπὶ λίθου ἄλλως μὲν ἀρχὴ ἡ οὐσία, ἄλλως δὲ τὰ στοιχεῖα, πάλιν πότερον ἐξ ἁπάντων τῶν παρ’ ἑκάστης ἰδίων ἢ παρὰ τῶν τῆς μιᾶς μόνης οἷον εἰπεῖν τῆς οὐσίας. τοῖς αὐτοῖς δὲ πάλιν καὶ ἐν ἀμφοτέροις ἀπόροις ὁ λόγος ἐνέχεται. εἴτε γὰρ ἐκ τῶν τῆς οὐσίας μόνης, πῶς γινώσκει τῶν ἄλλων ἕκαστον; εἰ δ’ ἐκ τῶν παρ’ ἑκάστῃ πασῶν, ἔστιν ἄρα καὶ ποσὸν καὶ ποιὸν καὶ οὐσία. ἀλλ’ ἀδύνατον ἐκ τῶν τοῦ ποσοῦ στοιχείων οὐσίαν εἶναι καὶ μὴ ποσόν· κἀν τοῖς ἄλλοις οὕτω. τοῖς δὴ λέγουσιν ἐκ πάντων ταῦτά γε καὶ τοιαῦθ’ ἕτερα συμβαίνει. ἄτοπον δὲ καὶ τὸ φάναι μὲν ἀπαθὲς εἶναι ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον (τί γὰρ ἂν ὑγρὸν ὑπὸ τοῦ ὁμοίου πάθοι ὑγροῦ;) αἰσθάνεσθαι δὲ τοῦ ὁμοίου τὸ ὅμοιον καὶ γινώσκειν τῷ ὁμοίῳ τὸ ὅμοιον· τὸ δ’ αἰσθάνεσθαι πάσχειν τε καὶ κινεῖσθαι τιθέασιν, ὁμοίως δὲ καὶ τὸ γινώσκειν τε καὶ τὸ νοεῖν. τοῦτο δ’ ἴσως αὐτοῖς καὶ τοῦ ἀποικισθῆναι τῆς ἀληθείας ὑπαίτιον παρεθὲν ἐν ἀρχαῖς ἀνεπίσκεπτον·3 οὐ γὰρ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος πάσχει· οὔτε γὰρ τὰ πάντη ἕτερα οὔτε τὰ πάντη ταὐτὰ πάθοιεν ἢ δράσειεν ἄλληλα (τί γὰρ φωνὴ ὑπὸ θερμοῦ πάθοι ἢ πῦρ ὑπὸ πυρός;) ἀλλὰ τὰ πῇ μὲν ὅμοια πῇ δὲ ἀνόμοια κατὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ. τὸ γὰρ ἐνεργείᾳ θερμὸν δρᾷ, πάσχει δὲ τὸ ψυχρὸν δυνάμει θερμὸν ὂν καὶ ἄγεται τὸ δυνάμει εἰς τὸ ἐνεργείᾳ ὑπὸ τοῦ ἐνεργείᾳ τοιούτου ὄντος. πολλὰς οὖν ἀπορίας καὶ δυσχερείας ἔχοντος τοῦ λέγειν, καθάπερ Ἐμπεδοκλῆς καὶ εἴ τις ἄλλος εἴρηκεν, ὡς τοῖς σωματικοῖς στοιχείοις ἕκαστα γνωρίζεται καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον, καίπερ ἱκανῶς ἐληλεγμένου, τοῖς φθάσασιν ἔτι μαρτυρήσει καὶ τὰ ἑξῆς λεχθησόμενα.

数中的立方数是8、27以及与它们类似者,平方数则是4、9以及与它们类似者。它们的生成如下:任何数乘以其自身包含的单子便生成平方数,而任何平方数乘以其自身的一条边便生成立方数。在声学理论中命名的协和音有五种,其中三种是单纯的:处于三分之四比和二分之三比中的协和音,亦即所谓的四度音程与五度音程,以及处于二倍比中的八度音程,立方数亦包含这些;其余两种则是复合的:八度与四度或五度并存的音程,以及双八度音程。因此,恩培多克勒亦将复合建立在各部分元素的比例上,由于这些缘故,若合成的诸比例不内在于灵魂中,诸元素内在于灵魂中便毫无用处。因为正如我们屡次所说,每一〔元素〕将认识同类,但对于骨或人则没有任何东西能认识,除非这些亦内在于其中。而这乃是不可能的,自无须赘言。因为谁会疑惑灵魂中是否内在一块石头或一个人呢?然而如果石头和人的元素在灵魂中,又有何妨碍其他事物亦是如此呢?因为每一事物在本性上无非就是带有特定合成的元素而已。因为如果合成的诸比例,例如二分之三比或任何其他比例,本身就自然独立存在,那么这种设想或许还能令人信服地推进,我们亦会假定灵魂即使仅掌握比例亦能认识诸事物;但事实上,合成的诸比例与被合成之物是不可分离的。因此,由于主张依此方式认识,必然导致灵魂本身就是石头、马以及除这些之外的一切事物,同样既是善亦是非善;因为根据同样的道理,缺失与获得状态亦必然同样内在于灵魂中。再者,既然存在具有多种含义(因为它既指实体,亦指数量,亦指性质,或被划分出的各范畴中的某一个),既然灵魂能认识一切,那么它究竟是由所有范畴构成的,还是由某些构成的,抑或仅由一个构成的?如果都不是,它是源于共同的元素,还是源于每一范畴特有的元素,以便通过认识前者亦认识由其构成的事物呢?然而所有范畴的共同元素似乎并不存在;因为这些作为存在物的第一原理,并不处在其他原理之下;因为存在并非它们的共同属。但如果我们赋予每一范畴特有的原理,例如对实体赋予质料与形式,对数量赋予连续与离散,或者将单子与点视为并列且具质料性的原理(正如在石头中,实体以一种方式作为原理,而元素则以另一种方式作为原理),那么再次要问,它是源于属于每一范畴的所有特有原理,还是仅源于单一者,例如实体的原理?然而在这两种疑难中,该论点都再次陷入相同的困境。因为若仅源于实体的原理,它如何认识其他每一事物?若源于属于每一范畴的所有原理,那么它也就是数量、性质和实体了。然而由数量的元素构成实体且非数量,这是不可能的;在其他范畴中亦同样如此。因此,对于那些主张灵魂源于一切的人来说,必然产生这些以及诸如此类的其他后果。而且,一方面宣称同类不为同类所受动(因为湿之物能受同类的湿之物何种影响呢?),另一方面却又宣称同类感觉同类、并以同类认识同类,这也是荒谬的;因为他们把感觉设定为受动和被运动,对于认识和思辨亦同样如此。这或许也是他们背离真理的原因,因为这一问题在起初被忽略而未加考察:因为并非任何事物都能被任何事物所受动;完全不同或完全相同的事物既不能相互受动,亦不能相互作用(因为声音能受热何种影响,或者火能受火何种影响呢?);相反,是依据潜能与现实而在某方面相同、在某方面相异的事物如此。因为在现实上热的事物发生作用,而在潜能上热的冷的事物遭受影响,并且处于潜能之物被在现实上如此之物引导至现实。因此,正如恩培多克勒以及任何其他人所说的那样,主张每一事物都由物体性元素所认识且以同类认识同类,这一说法包含诸多疑难与困境,尽管它已被充分驳斥,接下来的论述仍将进一步印证先前的论断。

语法注3 条
  1. 2.1.5διὰ ταῦτα ἧττόν τι ὄφελος εἶναι τὰ στοιχεῖα ἐν τῇ ψυχῇ

    短语 ἧττόν τι ὄφελος 是一种习惯性的委婉表达,意为“几乎没有任何用处”或“毫无助益”。紧接上文关于恩培多克勒的比例论述,它在宾格加不定式结构中充当谓语,说明若不包含合成比例,单纯在灵魂中设定元素是毫无意义的。

  2. 2.1.5κἂν πιθανῶς τὸ πλάσμα προὔβαινε καὶ τὴν ψυχὴν γινώσκειν τὰ πράγματα ὑπελάβομεν καὶ μόνον τοὺς λόγους κατέχουσαν

    κἂν(即 καὶ ἄν)与未完成过去时直陈式(προὔβαινε)与不定过去时直陈式(ὑπελάβομεν)动词连用,构成了与前文条件从句 εἰ μὲν γὰρ ... ἐπεφύκεσαν 相对照的反事实条件句的归结从句,表示“如果比例本身能自然独立存在,这种构想本可以令人信服地成立,我们亦会假定……”。

  3. 2.1.5τοῦτο δ’ ἴσως αὐτοῖς καὶ τοῦ ἀποικισθῆναι τῆς ἀληθείας ὑπαίτιον παρεθὲν ἐν ἀρχαῖς ἀνεπίσκεπτον

    τοῦτο 为主语,ὑπαίτιον 为充当谓语的形容词,支配带冠词的不定式属格补足语 τοῦ ἀποικισθῆναι τῆς ἀληθείας(“背离真理的原因”)。παρεθὲν ἀνεπίσκεπτον 为中性主格分词短语,修饰 τοῦτο,表示原因或伴随情况(“起初未被考察而被忽略”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:32.26-34.6