← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§31.4-32.26

色诺克拉底学说总结与元素构成论批判

索福尼亚斯总结了对色诺克拉底将灵魂定义为“自生运动之数”的批判,将其与德谟克利特的原子论相对照并进行了调和,随后开始考察灵魂由元素构成的学说,探讨了恩培多克勒关于骨骼数值混合比例的诗句。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.5#1

εἶναι διὰ τὴν θέσιν.1 συμβαίνει οὖν, καθάπερ εἴπομεν, τῇ τοῦ Ξενοκράτους δόξῃ τὸ ἄτοπον πῶς μὲν ταὐτὸ τοῖς σῶμά τι λεπτομερέστατον αὐτὴν τιθεῖσιν, πῶς δὲ τοῖς ὡς Δημόκριτος. ἐκεῖνοι μὲν γάρ, ἵνα καὶ πάλιν τὰ αὐτὰ προσθῶμεν, τὸ λεπτομερὲς προσλαμβάνοντες, ἵνα δι’ ὅλου χωρεῖν τοῦ σώματος δύνηται (ἔστι γὰρ ἐν παντὶ τῷ αἰσθανομένῳ ψυχὴ σώματι), δύο τε σώματα ἐν τῷ αὐτῷ εἶναι καὶ σῶμα διὰ σώματος χωρεῖν ὑπολείπουσιν· οὗτοι δὲ ἀριθμὸν λέγοντες ἔν τε τῇ μιᾷ στιγμῇ τοῦ σώματος πλείστας ψυχικὰς ἢ καὶ πάσας προσεφαρμόζουσι, κἀντεῦθεν ἢ μιᾷ στιγμῇ τοῦ παντὸς σώματος τὴν ψυχὴν εἶναι ἀνάγκη, ἢ πᾶν μέρος ἰδίαν ἔχειν. πῶς δὲ καὶ κινήσει ταῖς σφαίραις Δημόκριτος, ὥς γε εἴρηται, ἢ Ξενοκράτης τῷ ἀριθμῷ; τὸ αὐτὸ γὰρ ἀδύνατον ἕψεται τοῖς ταὐτὰ λέγουσιν. τί γὰρ διαφέρει σφαίρας λέγειν μικρὰς ἢ μονάδας μεγάλας, ἢ ὅλως μονάδας φερομένας; ἀμφοτέρως γὰρ ἀναγκαῖον κινεῖν τὸ ζῷον τῷ κινεῖσθαι ταύτας. εἴτε γὰρ τῶν σφαιρῶν ἀφέλῃς τὸ συνεχὲς τοῦ μεγέθους, στιγμαὶ μοναδικαὶ ἔσονται, εἴτε αἱ στιγμικαὶ μονάδες προσλάβωσι μέγεθος, Δημοκρίτειοι σφαῖραι γενήσονται· οὐ γὰρ τὸ ποιάς τινας εἶναι διαφέρει, ἀλλ’ ὅτι πλῆθος καὶ κινεῖται. ἡμεῖς δὲ πρὸς τὴν τοῦ Δημοκρίτου δόξαν τὴν Ξενοκράτους ἐλαύνοντες εἰς ταὐτὸν στιγμὴν μονάδα καὶ ἄτομον συνηγάγομεν καὶ ὡς ἑνὶ δι’ ὅλου κατεχρησάμεθα. τοῖς μὲν δὴ συμπλέξασιν εἰς τὸ αὐτὸ κίνησίν τε καὶ ἀριθμὸν ταῦτα συμβαίνει καὶ πολλὰ ἕτερα. οὐ γὰρ μόνον ὁρισμὸν ψυχῆς ἀδύνατον τοιοῦτον εἶναι, ἀλλ’ οὐδὲ κατὰ συμβεβηκὸς ἀριθμὸν ψυχῇ ἐνεῖναι, ὥσπερ τὴν κίνησιν δήπου συνεχωρήσαμεν. δῆλον δ’ εἴ τις ἐπιχειρήσειεν ἐκ τοῦ λόγου τούτου τὰ πάθη καὶ τὰ ἔργα τῆς ψυχῆς ἀποδιδόναι, οἷον λογισμούς, αἰσθήσεις, ἡδονάς, λύπας καὶ ὅσα ἄλλα τοιαῦτα. ποῖος γὰρ ἀριθμὸς αἴσθησις; ποῖος δὲ λόγος ἢ διάνοια; ὥσπερ γὰρ εἴπομεν πρότερον, οὐδὲ μαντεύσασθαι ῥᾴδιον ἐξ αὐτῶν. μὴ δὲ καὶ συκοφαντῶμεν τὸν ἄνδρα, τοσοῦτον ἀνεπιστημοσύνης αὐτῷ περιάπτοντες, ὃ κἂν τοῖς ἰδιώταις ὀκνήσαιμεν, ἕως ἄν * * καὶ πρὸς ἄλλο τι σκοπῶν2 τῇ ψυχῇ τὸν λόγον ἀπέδωκεν. ἦ που γὰρ ἂν ἐκείνοις ἐδέησε τοιοῦτον ἀριθμὸν τῆς ψυχῆς κατειπεῖν, οἳ κἂν τὰ αἰσθητὰ μὴ τῶν νοητῶν ἐξαρτήσαιεν, οὐκ ἀποχρῶσαν ἐπιστήμην ἥγηνται. ὥστε εἰ ὁ μὲν ὡς εἶδος εἰδῶν καὶ λόγον ἐκ λόγων καὶ οὐσίαν αὐτόζωον καὶ αὐτενέργητον τὴν ψυχὴν θεώμενος ἀριθμὸν προσεῖπε καὶ κίνησιν, ἡμεῖς δὲ τῷ φαινομένῳ τοὺς ἐλέγχους προσήψαμεν, οὔτε ἀλλήλοις ἠναντιώμεθα καὶ ἀμφότεροι καθήκοντας τοὺς λόγους συνεπεράναμεν. Τριῶν οὖν τρόπων παραδεδομένων, καθ’ οὓς ὁρίζονται τὴν ψυχήν, οἱ μὲν τὸ κινητικώτατον ἀπεφήναντο τῷ κινεῖν ἑαυτήν, οἱ δὲ σῶμα τὸ λεπτομερέστατον ἢ ἀσωματώτατον τῶν ἄλλων· ταῦτα δὲ τίνας ἀπορίας καὶ ὑπεναντιώσεις ἔχει, σχεδὸν ἤδη διεληλύθαμεν. λείπεται ἐπισκέψασθαι, πῶς λέγεται τὸ ἐκ στοιχείων αὐτὴν εἶναι· λέγουσι μὲν γάρ, ἵνα αἰσθάνηται τῶν ὄντων ἕκαστον καὶ γνωρίζῃ, ἀναγκαῖον δὲ συμβαίνειν πολλὰ καὶ ἀδύνατα τούτῳ τῷ λόγῳ. τίθενται γὰρ γνωρίζειν τῷ ὁμοίῳ τὸ ὅμοιον, ὥσπερ ἂν εἰ τὴν ψυχὴν τὰ πράγματα τιθέντες. οὐκ ἔστι δὲ μόνα τὰ ἁπλᾶ, οὐδὲ τῶν στοιχείων μόνον ἡ ψυχὴ γνωστική, ἀλλὰ καὶ πολλὰ ἕτερα, μᾶλλον δ’ ἴσως ἄπειρα, τὰ ἐκ τῶν στοιχείων συγκείμενα, διάφορά τε ἀλλήλοις καὶ τοῖς στοιχείοις. ἐξ ὧν μὲν οὖν ἐστιν ἕκαστον τῶν συνθέτων, ἔστω γινώσκειν τὴν ψυχήν, ἐπείπερ ἐξ ἐκείνων· ἀλλὰ τὸ σύνολον καὶ τὸ σύνθετον ἅπαν τίνι γνωριεῖ ἢ αἰσθήσεται, οἷον τί ἄνθρωπος ἢ ἵππος ἢ βοῦς ἢ σὰρξ ἢ ὀστοῦν; ὁμοίως δὲ καὶ ὁτιοῦν ἄλλο τῶν συνθέτων. οὐ γὰρ ὁπωσοῦν ἔχοντα τὰ στοιχεῖα οὐδὲ ἁπλῶς κραθέντα τούτων ἕκαστον γέγονεν, ἀλλὰ λόγῳ τινὶ καὶ διαφόρῳ συνθέσει, ἧς ἡ ψυχὴ μὴ μετέχουσα πῶς εἴσεται; καθάπερ καὶ Ἐμπεδοκλῆς φησι περὶ τοῦ ὀστοῦ· ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι τῶν δύο τῶν ὀκτὼ μερέων λάχε νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο·3 τὰ δ’ ὀστέα λευκ’ ἐγένοντο· δηλῶν διὰ τούτων ποιᾷ τινι κράσει τὸ ὀστοῦν γενέσθαι· ὀκτὼ δὲ παραλαβὼν μοίρας εἰς τὴν τῶν ὀστῶν γένεσιν, ὧν τέσσαρας μὲν πυρός, πλείονας ἴσως διὰ τὸ ξηρόν τε καὶ λευκόν, δύο δὲ γῆς, ἀέρος καὶ ὕδατος, ὃ καὶ νῆστιν αἴγλην προσηγορεύκει, ἀνὰ μίαν, ἐν τῇ γῇ τὴν τούτων χωνείαν τίθεται, ἣν ὡς κατὰ τοὺς Πυθαγορικοὺς κύβον οὖσαν καὶ ἐναρμόνιον ἐπίηρον κατωνόμασεν. ὁ κύβος δὲ ἐναρμόνιον διὰ τοὺς λόγους τῶν ἐν αὐτῷ ἀριθμῶν· ιβʹ μὲν γὰρ ἔχει πλευράς, ηʹ δὲ γωνίας, ςʹ δὲ ἐπίπεδα· τούτων δ’ ἐφεξῆς τιθεμένων ιβʹ ηʹ ςʹ ἡ διὰ πασῶν ἐπιτελεῖται ἁρμονία ἐξ ἐπιτρίτου καὶ ἡμιολίου τὴν σύνθεσιν ἔχουσα.

[单子由于]位置[而是点,正是从这一说法中推导出来的]。因此,正如我们所说,对于色诺克拉底的意见,一方面产生与那些将灵魂设定为某种最微细物体的人相同的荒谬,另一方面产生与像德谟克利特那样说话的人相同的荒谬。因为前者(再次补充相同的内容)引入微细性以便其能贯穿整个身体(因为灵魂存在于每一个具有感觉的身体中),从而允许了两个物体处在同一处所,以及物体穿过物体;而后者由于言说数,将极多或甚至全部灵魂的点与身体的一个单一点重合,由此必然导致要么灵魂由于整个身体的一个单一点而存在,要么每个部分都具有各自的灵魂。而且正如已经说过的那样,德谟克利特如何能通过球体,或者色诺克拉底如何能通过数来产生运动呢?因为对于言说相同事物的人来说,将伴随相同的不可行性。因为说是微小的球体,还是巨大的单子,抑或全然是运动着的单子,究竟有何分别?因为无论以哪种方式,由于这些东西被运动,它们都必然运动动物。因为如果你从球体中剥离量度的连续性,它们将成为单子式的点;而如果作为点的单子获得量度,它们将成为德谟克利特式的球体;因为差异不在于具有何种性质,而在于它是多数性且处于运动中。我们把色诺克拉底的意见推向德谟克利特的意见,将点、单子与原子归结为同一事物,并在整个论证中将其视为同一者来使用。因此,对于将运动与数编织到同一事物中的人来说,会产生这些后果以及许多其他后果。因为不仅灵魂的定义不可能是这类的,甚至数连偶然地属于灵魂亦不可能,正如我们此前当然准许运动那样。如果有人试图根据这一论述来解释灵魂的各种受动与功能,例如推论、感觉、快乐、痛苦以及所有其他诸如此类的事物,这一点便显而易见了。因为何种数是感觉?何种〔数〕是理性或理知?因为正如我们之前所言,即便从它们之中进行猜测亦非易事。然而,我们亦不要诽谤这位先哲,把我们甚至连对外行都不愿归咎的如此巨大的无知强加于他,除非[……]且他是着眼于其他某种事物才把这一规定赋予灵魂。因为那些如果未能将可感觉之物依附于可理知之物便不认为是完备知识的人,难道真的需要对灵魂妄言这样的数吗?因此,如果他将灵魂视为形式的形式、源于比例的比例以及自活且自我活动的实体而称其为数与运动,而我们则是针对显见的字面表象展开反驳,那么我们并未彼此冲突,双方都完成了应有的论证。 因此,在流传下来的定义灵魂的三种方式中,一部分人断言它是最能运动的,因为它是自发运动的;另一部分人断言它是最微细的物体,或是相对于其他事物而言最非物体的;这些观点包含何种疑难与矛盾,我们现在已大致讨论完毕。剩下要考察的是,说灵魂由元素构成究竟作何解释;因为他们声称这是为了让灵魂能够感觉并认识每一个存在物,然而对于这一论述而言,必然产生许多不可能的情况。因为他们假定以同类认识同类,就如同他们把灵魂设定为事物本身一样。然而并非仅仅存在单纯之物,灵魂亦非仅仅认识元素,而是还存在许多由元素构成的其他事物,或者不如说或许是无限的事物,这些事物彼此相异,亦与元素相异。因此,即使承认灵魂认识构成各个复合事物的根源元素,因为灵魂亦由它们构成;但灵魂将凭什么去认识或感觉作为整体的复合体,例如什么是人、马、牛、肉或骨?对于复合的任何其他事物亦同样如此。因为并非无论元素状态如何,亦非元素单纯混合就生成了这些事物中的每一者,而是依某种比例与不同的结合方式,如果灵魂不分有这种结合方式,它又如何能知晓?正如恩培多克勒谈到骨时所说:“仁慈的大地在其宽阔的熔炉中,在八个部分中分得了两份饥渴的光辉[水],以及四份赫淮斯托斯[火];于是白骨生成了。”他通过这些诗句表明骨是依某种特定的混合而生成的;为了骨的生成他采用了八个份额,其中四份归于火(或许由于干燥和洁白而份额较多),两份归于地,空气与水(他亦称之为饥渴的光辉)各占一份,他假定它们在土地中熔炼,并依毕达哥拉斯派的做法将这一土地命名为仁慈的,因为它是立方体且是和谐的。立方体之所以是和谐的,是因为其内部各数的比例:因为它具有12条边、8个顶点、6个面;当将它们依次排列为12、8、6时,就完成了由三分之四比和二分之三比构成的八度音程的和谐。

语法注3 条
  1. 2.1.5εἶναι διὰ τὴν θέσιν

    承接前一语块末尾的 τὸ τὰς μονάδας στιγμὰς 的“宾格加不定词”结构的表语,作为以 εἵπετο γὰρ τούτῳ 引导的从句的主语性成分。

  2. 2.1.5ἕως ἄν * * καὶ πρὸς ἄλλο τι σκοπῶν

    此处理论上存在文本缺损(lacuna)。根据语境,它充当条件或限定从句,意为“除非他[……]并且是着眼于其他某种事物才把这一规定赋予灵魂”。

  3. 2.1.5τῶν δύο τῶν ὀκτὼ μερέων λάχε νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο

    引用恩培多克勒残篇(fr. 96)。动词 λάχε(λαγχάνω 的史诗未完成式/不定过去式)可支配属格或宾格宾语。此处 τῶν δύο τῶν ὀκτὼ μερέων 是属格宾语或部分属格,与下句中作宾格的 τέσσαρα(支配属格 Ἡφαίστοιο)并列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:31.4-32.26