← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§29.36-31.3

灵魂为数学说的分割问题及其原子论归结

索福尼亚斯反驳了色诺克拉底关于灵魂是自我运动的数的学说,指出从数中减去部分会改变其种相,而分割后的植物与昆虫仍保持同一种相的灵魂;他还论证该学说实质上沦为德谟克利特的原子论灵魂观,且将单子与点等同会导致空间位置重叠和形体不可分性等荒谬后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.4#5

εἰ δὲ καὶ τὸν γνώμονα ἀνέλῃς τὸν ζ′, τετράγωνος μὲν γενήσεται ὁ θ′, οὐ μὴν ὁ αὐτὸς τῷ εἴδει. τὰ δὲ φυτὰ καὶ πολλὰ τῶν ζώων διαιρούμενα ζῇ, ὡς ἂν τὴν αὐτὴν ψυχὴν τὰ μέρη τῷ εἴδει καὶ μετὰ τὴν τομὴν ἔχοντα.1 δηλοῦσι δὲ τῶν κλάδων οἳ βλαστάνουσι φυτευόμενοι καὶ τὰ διαιρεθέντα τῶν ἐντόμων ἐπί τινα χρόνον σπαίροντα ὡς ἐν ἑκάστοις τινὸς παραμεινάσης κινήσεως καὶ αἰσθήσεως. ἔτι δόξειεν ἂν τῇ τοῦ Δημοκρίτου τὴν Ξενοκράτους δόξαν παρόμοιον.2 τί γὰρ διαφέρει μονάδας λέγειν καὶ ἀριθμὸν ἢ σωμάτια μικρά, ἃς τὰς μὲν οὗτος, τὰς δὲ ἐκεῖνος ὑπετίθετο. εἰ γὰρ αἱ σφαιρικαὶ τῶν ἀτόμων τοῦ μεγέθους ἀφαιρεθεῖσαι στιγμαὶ γένωνται, μένῃ δὲ τὸ πλῆθος, οὐδὲν μᾶλλον ἐλέγχεται ὁ λόγος οὐδὲ λυμαίνεται τὴν ὑπόθεσιν τὸ τὴν τῶν ἀτόμων ἀφελέσθαι συνέχειαν·3 ἔσται γάρ τι πάλιν ἐν αὐταῖς τὸ μὲν κινοῦν τὸ δὲ κινούμενον, ὥσπερ καὶ πρὸ τοῦ ἐν τῷ μεγέθει. οὐ γὰρ διὰ τὸ συνεχῆ σώματα εἶναι καὶ μεγέθει διαφέρειν ἢ σμικρότητι τὸ κινεῖσθαι συμβαίνειν ἔλεγεν, ἀλλ’ ὅτι πλῆθος ἄλλως ἦν, καὶ τῇ πρὸς ἄλληλα πλήξει καὶ ἀντωθήσει. οὕτω δήπου καὶ Ξενοκράτης οὐκ ἐπειδὴ τὰς μονάδας ἐξ ὧν ἡ ψυχὴ ἀμερεῖς ὑπετίθετο, διὰ τοῦτο καὶ τὸ κινεῖσθαι προσένεμεν, ἀλλ’ ὅτι ποσόν τι καὶ ἀριθμὸς ἦν. διὸ ἀναγκαῖον εἶναί τι τὸ κινῆσον τὰς μονάδας. εἰ δ’ ἐν τῷ ζῴῳ καίπερ αὐτοκινήτῳ ὄντι τὸ κινοῦν ἡ ψυχή, οὐ τὸ σῶμα, καὶ ἐν τῷ ψυχικῷ δὲ ἀριθμῷ οὕτως ἔσται· οὐ τὸ κινοῦν καὶ κινούμενον σύμπαν ψυχή, ἀλλὰ τὸ κινοῦν μόνον. δῆλον οὖν ὅτι οὐ πᾶσαι μονάδες ψυχαί, ἀλλ’ αἱ κινοῦσαι μόνον ὥσπερ καὶ ἐπὶ τῶν ἀτόμων αἱ σφαιρικαί. ἔτι εἰ καὶ ἐνδέχεται ὅλως ἐκ μονάδων τὴν ψυχὴν εἶναι, δεῖ αὐταῖς κἄν τινος διαφορᾶς πρὸς τὰς ἄλλας ἐξ ὧν μὴ ψυχή. στιγμῆς δὲ μοναδικῆς τίς ἂν εἴη διαφορὰ πλὴν θέσις; οὐ γὰρ ἂν ἄλλην τις εὕροι μονάδος πρὸς μονάδα τὴν ἑτερότητα. ἔτι εἰ μὲν εἰσὶν ἕτεραι αἱ ἐν τῷ σώματι καὶ ἐξ ὧν τὸ σῶμα μονάδες (πάντα γὰρ ἐκ τῶν ἀτόμων) τῶν ψυχικῶν μονάδων καὶ στιγμῶν, ἑνοῦται δὲ ψυχὴ σώματι, ἀνάγκη καὶ ταύτας ἑνωθῆναι. ἐν τῷ αὐτῷ ἄρα ἔσονται αἱ μονάδες ταῖς μονάσιν αἱ ψυχικαὶ ταῖς σωματικαῖς, καὶ καθέξει χώραν στιγμῆς σωματικῆς ἡ ψυχικὴ καὶ ἀλλήλαις προσεφαρμόσουσιν. εἰ δὲ τοῦτο, τί κωλύει ἐν τῷ αὐτῷ εἶναι, εἰ δύο, καὶ ἀπείρους; ὧν γὰρ ὁ τόπος ἀδιαίρετος, καὶ αὐτά, καὶ τὸ ἀμερὲς τῷ ἀμερεῖ συντιθέμενον καὶ τὸ ὅλον ἀμερές ἐστιν. ὥστε ἢ κατὰ μίαν στιγμὴν τοῦ σώματος ἔμψυχον ἔσται τὸ ζῷον, εἰ πᾶσαι τῆς ψυχῆς μιᾷ τῇ τοῦ σώματος ἐφαρμόσαιεν ἢ καθ’ ἑκάστην ψυχὴν ἕξει τὸ ζῷον. καὶ εἰ ἄπειροι ἑκατέρωθεν, ἢ πᾶσαι πάσαις ἐφαρμόσουσι κἀντεῦθεν ἄπειροι δήπου καὶ ψυχαὶ τῷ ζῴῳ ἐνέσονται (κἀκεῖνο δὲ οὐ λέγω ὅτι καὶ τὸ ἄπειρον ἐνεργείᾳ γενήσεται), ἢ εἰ μὴ πᾶσαι πάσαις, οὐ καθ’ ὅλον ἑαυτὸ ἔμψυχον τὸ σῶμα οὐδ’ ὅλως ἔμψυχον. εἰ δὲ αὐταὶ αἱ ἐν τῷ σώματι στιγμαὶ καὶ ὁ ψυχικὸς ἀριθμὸς ἕν, ἢ κυριώτερον εἰπεῖν εἰ ὁ τῶν ἐν σώματι στιγμῶν ἀριθμὸς ἡ ψυχή, διὰ τί οὐ πάντα ψυχὴν ἔχουσι τὰ σώματα; στιγμαὶ γὰρ ἐν ἅπασι δοκοῦσιν εἶναι καὶ ἄπειροι ἄτομοι. ἔτι εἴπερ χωριστὴ ἡ ψυχή, πῶς οἷόν τε χωρίζεσθαι τὰς στιγμὰς καὶ ἀπολύεσθαι τῶν σωμάτων, ἃς δὴ ψυχὴν ὑπετίθεντο; οὐ γὰρ εἰς στιγμὰς τὰς γραμμὰς διαιρήσομεν (οὐ μέρη γὰρ αὐτῶν) οὔτε εἰς γραμμὰς τὰ ἐπίπεδα. πῶς οὖν ἀριθμὸς ἡ ψυχή; εἵπετο γὰρ τούτῳ τὸ τὰς μονάδας στιγμὰς

而且,如果你减去作为磬折形的七,虽然会产生平方数九,但绝非在种相上相同的数。另一方面,植物和许多动物在被分割后仍能存活,就如同这些部分在切断之后仍具有在种相上相同的灵魂一样。被栽植后发芽的枝条,以及昆虫被分割后抽搐扭动一段时间的各部分,都表明了这一点,仿佛在各个部分中都残留着某种运动与感觉。此外,色诺克拉底的意见似乎与德谟克利特的意见极为相似。因为,说是单子与数,还是说是微小形体(前者为此人〔色诺克拉底〕所假定,后者为彼人〔德谟克利特〕所假定),究竟有何分别?因为如果球形原子被剥夺了量度而成为点,同时多数性仍然保留,这一论点丝毫未被驳斥,剥夺原子的连续性亦不损害该假说;因为在它们之中将再次存在动者与被动者,正如先前在量度中一样。因为德谟克利特并非主张由于它们是连续的物体且在大小上有所差异才产生被运动,而是因为它们在其他方面构成多数性,并且是通过彼此之间的撞击与反推。同样,色诺克拉底显然亦非因为将构成灵魂的单子假定为不可分的才赋予其被运动,而是因为它是某种数量与数。因此,必然存在某种将运动这些单子的东西。而且,如果在动物中,尽管它是自我运动的,但动者是灵魂而非身体,那么在灵魂之数中亦将如此:并非动者与被动者的全体是灵魂,而仅仅动者是灵魂。显而易见,并非所有单子都是灵魂,而仅仅运动着的单子才是灵魂,正如在原子中唯有球形原子才是灵魂一样。此外,即便灵魂完全可能由单子构成,它们与构成非灵魂之物的其他单子相比,亦必须至少具有某种差异。但是,除位置之外,单子式的点还能有什么差异呢?因为任何人都不可能发现单子相对于单子的其他相异性。再者,如果在身体中且构成身体的单子(因为万物皆由原子构成)与灵魂的单子及点相异,而灵魂又与身体结合,则这些单子亦必然结合。于是,单子与单子、灵魂的单子与身体的单子将处在同一处所,灵魂的点将占据身体之点的位置,并且它们将彼此重合。而若是如此,如果两个能处在同一处所,又有何妨碍无限个亦处在同一处所呢?因为处所不可分的事物,其自身亦是不可分的,且不可分之物与不可分之物相结合,全体亦是不可分的。因此,要么动物将仅依身体的一个点而是有灵魂的(若灵魂的所有点与身体的一个点相重合),要么动物依每个点而具有灵魂。而且如果双方都是无限的,要么所有与所有相重合,从而动物内部显然将具有无限个灵魂(且我暂且不提现实的无限亦将由此产生);要么若并非所有与所有相重合,身体便不能在其整体上是有灵魂的,甚至根本不是有灵魂的。另一方面,如果身体中的这些点自身与灵魂之数是一,或者更确切地说,如果灵魂是身体中诸点的数,为何不是所有的身体都具有灵魂呢?因为点与无限的原子似乎存在于一切事物之中。此外,如果灵魂确实是可分离的,那么他们假定为灵魂的那些点又如何可能脱离身体并从中分离出来呢?因为我们既不能把线分割为点(因为点不是线的部分),亦不能把面分割为线。那么,灵魂究竟如何是数呢?因为单子是点,正是从这一说法中推导出来的。

语法注3 条
  1. 2.1.4ὡς ἂν τὴν αὐτὴν ψυχὴν τὰ μέρη τῷ εἴδει καὶ μετὰ τὴν τομὴν ἔχοντα

    此处为 ὡς ἄν 后接分词 ἔχοντα(主格中性复数,与主语 τὰ μέρη 一致)的句构,表示假设性的比较情态:“就如同这些部分在切断之后仍具有在种相上相同的灵魂一样”。

  2. 2.1.4δόξειεν ἂν τῇ τοῦ Δημοκρίτου τὴν Ξενοκράτους δόξαν παρόμοιον

    δόξειεν ἄν 后接带宾格的不定式句构(省略了 εἶναι),其中 τὴν Ξενοκράτους δόξαν 为逻辑主语(宾格),παρόμοιον 为表语形容词。尽管主语 δόξαν 为阴性,但形容词采用中性单数 παρόμοιον,属于表示抽象普遍性质的中性表语用法。

  3. 2.1.4οὐδὲ λυμαίνεται τὴν ὑπόθεσιν τὸ τὴν τῶν ἀτόμων ἀφελέσθαι συνέχειαν

    带定冠词的不定式短语 τὸ ... ἀφελέσθαι 作为主动词 λυμαίνεται 的主语,该不定式支配 τὴν τῶν ἀτόμων ... συνέχειαν 作为其宾语,而主句的宾语为 τὴν ὑπόθεσιν,整体骨架为“剥夺原子的连续性亦不损害该假说”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:29.36-31.3