- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:2.13-3.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者指出了逐条注疏(因过多中途讨论而割裂文意)与意译(遗漏原典文本而不敷使用)两者的不足,提出了兼顾保留原文词句与意译连贯性的折衷编撰方案,并说明了自身倚重斐洛庞奴斯等前代注疏家的成书背景。
διαρθροῦντες γοῦν ἐν μέσῳ τὸ τῆς συντάξεως ἔστιν οἷς δοκοῦν ἀκατάλληλον, ἤ που δὲ καὶ παράχρησιν λέξεως καὶ συνδέσμων ἀκαιρίαν, ἔτι δὲ καὶ κώλων ἔστιν ὅτε μεταθέσεις ὅλων καὶ προσθήκην ἢ ἔλλειψιν καὶ περιόδων κατὰ τάξιν ὑπαλλαγήν, καὶ τὸ ὥσπερ ἀπερρηγμένον αὐτῶν ἐπισυνάπτοντες, τῇ τε τῶν ἀποριῶν ἐπεισαγωγῇ καὶ τῶν λύσεων πολλὰ κατατρίβουσιν, ὡς μὴ εὐχερές τισιν εἶναι κἂν ταῖς παρατροπαῖς τὸ συνεχὲς ἔχειν, ἀλλὰ κινδυνεύειν ἐπιλελῆσθαι τῇ μεταξυλογίᾳ καὶ τῆς ἀρχῆς καὶ τοῖς ἑξῆς συγκεχυμένως προσφέρεσθαι. τοῖς δὲ παραφράσασι τοῦτο μὲν οὐ πρόσεστι καθάπαξ τὴν λέξιν παρεῖσιν, ἐκεῖνο δ’ οὖν ἀναγκαίως· τὸν γὰρ νοῦν ἑαυτῷ συνηγμένον καὶ ἠρτημένον, ὡς εἴρηται, μετὰ τῆς σφῶν αὐτῶν συνθέμενοι λέξεως καὶ ἐπὶ ποσόν τι παραβολαῖς καὶ παραδείγμασιν ἐπεκτείναντες εἰς σαφήνειαν, ἔτι ζητεῖν τὸ κείμενον αὐτὸ πρὸς τὸ ἐντελὲς ὑπελείποντο. οὐ γὰρ ἀπόχρη καθάπαξ ταῦτά τε ἐπιέναι κἀκεῖνα μαθεῖν, οὐδὲ ἀγαπῶμεν ἀρκεῖσθαι τοῖς παρ’ ἐκείνων, εἰ μὴ καὶ τῶν πρώτων ἐξέσται τυχεῖν, τῇ λέξει τοῦ φιλοσόφου προσκείμενοι· δεῖσθαι γοῦν διὰ ταῦτα ἐξηγητοῦ καὶ πάλιν εἰς τὰ αὐτὰ φέρεσθαι καὶ διπλοῦν τὸν πόνον ἀνέχεσθαι. ἐδόκει δέ, εἴ τις ἐξηγούμενος μετὰ τοῦ φυγεῖν τὸν ἐν ταῖς ἐξετάσεσι σκεδασμὸν ἔτι καὶ τὴν λέξιν αὐτὴν ἀμηγέπη φυλάξαι διηρθρωμένην ἰσχύσειεν, ἢ μιγνύων μέν πως εὐκρινῶς ἢ κατὰ διαστάσεις ἄλλως καὶ ὥσπερ ἐκεῖνοι τιθέμενος, συνεχῆ δὲ ταῖς διὰ μέσου τῶν ἐξηγήσεων, ὥστε συμφωνεῖν καὶ τὸ ὅλον ἓν τῷ ἑξῆς εἶναι καὶ ἑαυτοῦ ἠρτῆσθαι σπουδάσειεν, εἶτα καὶ αὐτοπροσώπως ἐκδοίη τὸ σύνταγμα, τάχ’ ἄν τι καινὸν ἡμῖν ἐν τοῖς Ἀριστοτελικοῖς καταλείψειε. καὶ ῥαστώνην τινὰ τῇ ἐπὶ τῇ ἀναγνώσει ὀρέξει σπουδῇ,1 εἴ γε στήσει τὴν ἔφεσιν ἀρκέσας ἐν ἀμφοτέροις, καὶ μετὰ τῆς ἑρμηνείας ὥσπερ συμπεφρασμένον αὐτὸ δοὺς κατέχειν τὸ κείμενον, τῶν μὲν ἐξηγητικῶν συντομώτερον, τῶν δὲ παραφραστικῶν μακρότερον. εἰς ὅπερ καὶ ἡμᾶς ἡ προθυμία συνήλασε, καὶ πρῶτον ἐν τοῖς Περὶ ψυχῆς, τῆς μὲν οἰκείας 〈οὐκ〉 ἐπιλελησμένους2 περὶ τὸν λόγον ἀνικανότητος, τῷ δὲ τῶν ψυχῶν ἐφόρῳ καὶ ἡγεμόνι τεθαρρηκότας τῷ λόγῳ δὴ καὶ θεῷ, καὶ τοῖς ἐξηγηταῖς ἑπόμενοι κἂν τοῖς πλείοσι καὶ μάλιστα Φιλοπόνῳ ὅλας περικοπάς, ὡς κατὰ λέξιν εἶχεν ἐκείνοις, τοῖς ἡμετέροις ἐνέθεμεν· πολλαχοῦ δὲ καὶ αὐτὸ τὸ κείμενον, κἄν τινος σαφηνείας μετεῖχε, μένειν κατὰ χώραν ἐάσαντες ὑπερέβημεν. καὶ τῷ παθεῖν αὐτούς (πολὺν γὰρ ἐτρίβομεν χρόνον τοῖς ἐξηγηταῖς προσταλαιπωρούμενοι) τοῖς ἄλλοις ἐπῄει φιλανθρωπεύσασθαι. εἰ δὲ προθυμησαμένοις καὶ προαιρεθεῖσιν ἤνυσταί τι, τοῖς τὰ τοιαῦτα κρίνειν παρεῖται ψηφίσασθαι.
无论如何,他们在一旁析解在某些人看来属于句法不调之处,或偶有的词语误用与连词失当,甚至有时是整个分句的倒置、增补或脱漏,以及周期句次序的更替,并将文句中仿佛断裂之处重新连结,因而在引入疑难及其解答上耗费了大量时间,以致任何人在诸多枝节偏离中皆不易维系其连贯性,反而冒着因行文间的插话而连开头也一并忘却、并混乱地面向后续内容的危险。然而对于意译者而言,由于彻底舍弃了文句本身,此种弊病虽未伴随他们,另一弊病却必然相随。因为正如所言,他们将自身凝聚且相承的思想与他们自己的措辞相结合,并为了明晰而在一定程度上借助比喻和例证加以展开,却为了完满的理解而仍将文本本身留待探求。因为仅仅阅历前者并学会后者绝非足够,若不能触及原文,专注于哲学家文句的我们,便不愿甘心于仅满足于他们所提供的东西;无论如何,由于这些缘故,人们仍需注解者,再度退回到相同的事情中,忍受双重的劳苦。但似乎,若有人在进行阐释时,除免于考辨中的散漫之外,还能以某种方式保有文句本身的清晰分节,或是以明晰的方式加以融合,或是如他们那样留有间距地放置,却借由行文间的阐释使其保持连贯,从而力求通篇协调、与后文融为一体且自身相承,继而以亲身代言的方式刊行其作,便或许能在亚里士多德著作方面为我们留下某种新颖之物。并且,若他能同时满足两方面的要求以止息这渴望,将文本本身伴随解释以宛如重新表述的形式呈现并使之易于把握,比注疏著作更为简明,比意译著作更为详实,便会为阅读的热望与勤勉带来某种轻松。正是这种热忱驱使我们投入此事,首先便是在《论灵魂》中;我们虽未忘却自己在论说方面的低能,却信赖灵魂的监察者与引导者——即道与上帝,并在多数方面紧随诸位注解者,尤其是斐洛庞奴斯,将他们逐字逐句写就的整段文字原样移入我们的著述中;而在许多地方,若文本本身已具备某种明晰性,我们便任其留在原处而径自越过。并且因我们亲身经历过痛苦——因为我们在诸位注解者身旁艰难跋涉耗费了极多时光——我们便决意施仁惠于他人。然而对于满怀热忱并作此抉择之人而言是否有所成全,则留待审断此类事情的人去裁决。
- 1.0καὶ ῥαστώνην τινὰ τῇ ἐπὶ τῇ ἀναγνώσει ὀρέξει σπουδῇ
宾格短语 ῥαστώνην τινά 充当直接宾语,其谓语动词承前文(τάχ’ ἄν τι καινὸν ... καταλείψειε)省略的 καταλείψειε(或隐含的提供类分词如 παρασχὼν ἄν)。随后的与格短语 τῇ ἐπὶ τῇ ἀναγνώσει ὀρέξει σπουδῇ 为利益与格,ὀρέξει 与 σπουδῇ 构成并列或同位关系。
- 1.0τῆς μὲν οἰκείας 〈οὐκ〉 ἐπιλελησμένους
宾格复数分词 ἐπιλελησμένους 及随后的 τεθαρρηκότας 在语法上与主句动词 συνήλασε 的直接宾语 ἡμᾶς 保持性数格一致。然而在后文从句中,作者发生了构型破格(anacoluthon),转为主格复数分词 ἑπόμενοι 和 ἐάσαντες,与第一人称复数限定动词 ἐνέθεμεν / ὑπερέβημεν 的主语相一致。
