← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§28.26-29.36

智性的不受影响与对灵魂为自运数说的驳斥

索福尼亚斯论证了智性在老病衰退中依然不受影响且不朽,从而确立灵魂不运动,并进一步驳斥了色诺克拉底关于灵魂是自我运动之数的荒谬观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.4#4

ἐπεὶ δὲ οὐχ οὕτως ἔχει, ὅτι μὴ καὶ τοὐναντίον1 (φρόνησις γάρ, φησὶ Πλάτων, καὶ δόξαι ἀληθεῖς καὶ βέβαιαι ἀγαπητὸν ὅτῳ κἂν εἰς βαθὺ γῆρας ἐγγένοιντο),2 ἀθάνατος ἂν εἴη καὶ τῆς φθορᾶς ἀνεπίδεκτος. εἰ δὲ λῆροι ὡς τὰ πολλὰ τῶν γερόντων οἱ ἔξωροι καὶ μωραίνει κἀν ταῖς μέθαις καὶ τοῖς ὕπνοις καὶ νόσοις ἔστιν αἷς ἄνθρωπος, οὐ τῷ τὸν νοῦν αὐτόν τι πάσχειν τοῦτο προσγίνεται· ἀλλ’ ὥσπερ ἐπὶ τῶν αἰσθητηρίων τῷ χρόνῳ παχυνθέντων τῶν ἐν ὀφθαλμοῖς χιτώνων οὐ κατὰ τοὺς νέους οἱ γέροντες βλέπουσιν, εἰ δὲ λάβοι ὁ πρεσβύτης ὄμμα νέον, ἴδοι ἂν ὥσπερ ὁ νέος, ὡς τῆς αἰσθητικῆς δυνάμεως ἀπαθοῦς μενούσης, οὕτω τοι καὶ τὰ ἐν τῷ γήρᾳ συμπίπτοντα οὐ τῷ τὴν ψυχὴν τι πεπονθέναι, ἀλλ’ ἐν ᾧ ἐστι, τὸ σῶμα δήπου, μοχθηρᾶς ὕλης ἐμπιπλάμενον τῇ ἐπὶ ποσὸν ἢ ποιὸν τῶν χυμῶν ἀμετρίᾳ ὡς τις φλύαρος γείτων ἐκκρούει καὶ τῶν οἰκείων ἐξίστησι· καὶ οὕτω δὴ τὸ νοεῖν καὶ τὸ θεωρεῖν μαραίνεται ἄλλου τινὸς ἔσω φθειρομένου, τοῦ πνεύματος, εἰς ὃ πρώτως αἱ ψυχικαὶ δυνάμεις ἐλλάμπουσιν, αὐτὸ δ’ ἀπαθές ἐστι. τὸ δὲ διανοεῖσθαι ἢ φιλεῖν ἢ μισεῖν καὶ τὰ τοιαῦτα οὐκ εἰσὶν ἐνέργειαι νοῦ (ὁ γὰρ νοῦς θειότερόν τι ἴσως καὶ ἀπαθές), ἀλλὰ τουδὶ τοῦ ἔχοντος ἐκεῖνο,3 ᾗ ἐκεῖνο, τοῦ συναμφοτέρου δηλαδὴ ζώου. διὸ καὶ τούτου φθειρομένου οὔτε φιλεῖ οὔτε μισεῖ οὔτε μνημονεύει· οὐ γὰρ ἐκείνου ἦν ἀλλὰ τοῦ κοινοῦ, ὃ ἀπόλωλεν. οὐ μνημονεύει δὲ ἡ ψυχὴ ἀπολυθεῖσα τοῦ σώματος, ἅθ’ ἑστῶσαν τὴν γνῶσιν καὶ μὴ παραρρέουσαν ἔχουσα, ὡς αὐτοῖς ὁμιλοῦσα τοῖς πράγμασι· καὶ μνήμη μὲν τῶν πάλαι ἐγνωσμένων, ψυχῇ δὲ τότε τὸ πρότερον καὶ τὸ ὕστερον ἐπιλέλοιπεν, εἰ μήπου κατὰ τὴν προχείρισιν τῶν θεωρημάτων· ἕστηκε γὰρ ἀεὶ καὶ ἐν τῷ νῦν ἐξετάζεται. ὅτι μὲν οὖν οὐχ οἷόν τε κινεῖσθαι τὴν ψυχήν, φανερὸν ἐκ τούτου· εἰ δ’ ὅλως μὴ κινεῖται, δῆλον ὡς οὐδ’ ὑφ’ αὑτῆς. Πολὺ δὲ τῶν εἰρημένων ἀλογώτατον τὸ λέγειν εἶναι τὴν ψυχὴν ἀριθμὸν κινοῦντα ἑαυτόν, ὥσπερ ἔλεγε Ξενοκράτης. ὑπάρχει γὰρ αὐτοῖς ἀδύνατα πρῶτα μὲν τὰ ἐκ τοῦ κινεῖσθαι συμβαίνοντα, ἴδια δ’ ἐκ τοῦ λέγειν αὐτὴν ἀριθμόν. πῶς γὰρ χρὴ νοῆσαι μονάδα κινουμένην; οὔτε γὰρ αἰσθήσει τοῦτο οὔτε νῷ ληπτόν. καὶ ὑπό τινος; καὶ γὰρ οὐδὲ τοῦτο εὔπορον. καὶ ἐπεὶ ἅπας ἀριθμὸς ὅ τε φυσικὸς ὅ τε μαθηματικὸς πλῆθός εἰσι καὶ σωρεία μονάδων καὶ ἀνάγκη κινουμένου συγκινεῖσθαι τὰς μονάδας, πότερον αὐτὴ ἑαυτῇ ἑκάστη μονὰς αἰτία κινήσεως ἢ ἄλλη ἄλλῃ; ᾗ μὲν γάρ ἐστι κινητικὴ καὶ κινητή, διαφέρειν δεῖ· ᾗ δὲ ἀμερής, καὶ ἀδιάφορος. πῶς δὲ καὶ κινεῖται; πότερον κατ’ εὐθεῖαν ἢ κύκλῳ, ἢ κατὰ ποσὸν ἢ κατὰ ποιόν; τοῦτο δὲ καὶ πόρισμα ἔσται τῷ τὴν παροῦσαν δόξαν εὐθύνοντας4 καὶ ποσοῦ διωρισμένου παντὸς τὴν ψυχὴν ἐκτὸς ἀποδείκνυσθαι, ὥσπερ τοῦ συνεχοῦς ἐν τοῖς πρὸς Τίμαιον πρότερον. ἐπεὶ οὖν φασι κινηθεῖσαν γραμμὴν ἐπίπεδον ποιεῖν, στιγμὴν δὲ γραμμήν, καὶ αἱ τῶν μονάδων τῆς ψυχῆς κινήσεις, εἴπερ ἡ ψυχὴ ἀριθμός, θυμὸς λέγω καὶ ἐπιθυμία καὶ τἆλλα γραμμαὶ ἔσονται. εἰ γὰρ αἱ τοῦ ἐνταῦθα ψυχικοῦ ἀριθμοῦ μονάδες ταῖς στιγμαῖς ταυτισθήσονται, οὐδὲν κωλύει συμβαίνειν τὸ ἄτοπον. ἔστι δὲ στιγμὴ μονὰς θέσιν ἔχουσα (ἐν γραμμῇ γάρ), μονὰς δὲ στιγμὴ ἄθετος. αἱ ψυχικαὶ δὲ μονάδες κεῖνταί που καὶ τὴν ἐν σώματι θέσιν ἔχουσι. στιγμὴ γοῦν καὶ μονὰς ἐνταῦθα ταὐτόν. γραμμαὶ δ’ ἄρα θυμός τε καὶ αἴσθησις. ἔτι ἂν ἀπ’ ἀριθμοῦ ἀριθμὸν ἀφέλῃς ἢ μονάδα, λείπεται ἄλλος ἀριθμός· ἀπὸ γὰρ τοῦ δέκα ἀφελὼν μονάδα ἕτερον ἀριθμὸν περιττὸν τὸν θ′ πεποίηκα· κἂν ἀριθμὸν ἀφέλῃς, ἄλλος σοι τῷ εἴδει ὁ καταλειπόμενος γίνεται· ἂν γὰρ ἀπὸ τοῦ ις′ τετραγώνου ἀφαιρήσῃς τρία, οὐκέτι ἕξεις τετράγωνον.

然而,既然事实并非如此,甚至毋宁恰恰相反(因为柏拉图说,明智以及真实而稳固的意见,即便到了极深的老年才在某人身上产生,亦是值得欣幸之事),智性就应当是不死的且不接受消灭。即便过了全盛时期的老年人大多说胡话,且人在沉醉、睡眠和某些疾病中变得愚钝,这亦非因智性自身遭受某种受苦而附加上来;相反,正如在感觉器官的情形中,随着时间的推移,眼中的膜层变厚,老年人便不像年轻人那样视物,但若老人获得年轻的眼睛,他便会像年轻人一样看见,因为感觉能力仍保持不受影响——同样,老年时发生的事情亦非由于灵魂遭受了某种受苦,而是由于其所在之物,即身体,因体液在数量或性质上的过度而充满不良质料,如同一位聒噪的邻人那般产生干扰并使其脱离固有状态;而思考与观照之所以如此衰微,是因为内部有某个其他之物即气息遭到了消灭,而灵魂的诸能力首先照耀于该气息之中,智性自身则是无受苦的。至于推理、爱、恨以及诸如此类的事,并非智性的活动(因为智性或许是某种更为神圣且无受苦之物),而是具有那一智性的这一个体在其具有该智性的限度内的活动,即双方复合而成的动物的活动。因此,当这复合体消灭时,它既不爱亦不恨,亦不回忆;因为这些本不属于那一智性,而是属于已经毁灭的共同体。脱离了身体的灵魂不再回忆,因为它拥有稳固而不流失的认识,直接与诸事物本身相处;而回忆是针对往昔已知之事的,但对当时的灵魂而言,先后之分已经消失,除非是在取用诸定理的次序上;因为它始终驻立,并在“现在”中受到审视。因此,灵魂不可能被运动,由此显而易见;而若它根本不被运动,显然它亦不被自身所运动。 在所论诸说中,最为荒谬得多的,是像色诺克拉底所言那样,主张灵魂是自我运动的数。因为他们面临着不可能的后果:首先是源于被运动而产生的,其次是源于称其为数所特有的。因为究竟当如何构想一个被运动的单子呢?因为这既非感觉亦非智性所能把握。它又是被什么所运动呢?因为即便这一点亦不易解答。而且,既然任何数(无论是自然的还是数学的)都是单子的多数性与堆积,且在数被运动时诸单子必然一同被运动,那么究竟是每个单子自身是自身的运动原因,还是一个单子是另一个单子的原因呢?因为就其作为动者与被动者而言,它必须有别;但就其不可分而言,它又是无差别的。它究竟又是如何运动的呢?是沿直线还是作圆周运动,抑或是依数量还是依性质?而这对于审查当前意见并证明灵魂脱离一切离散的数量的人而言,亦将是一个推论,正如先前在针对《蒂迈欧篇》的论述中关于连续量所作的那样。既然他们说,线被运动则产生面,点被运动则产生线,那么灵魂单子的诸运动(若灵魂确实是数的话)——我指愤怒、欲望及其他——亦将是线。因为如果此处的灵魂之数的诸单子将与诸点等同,则没有任何东西能阻止这一荒谬的发生。点是具有位置的单子(因为它在线中),而单子是不具位置的点。但灵魂的诸单子置于某处,并且在身体中具有位置。无论如何,点与单子在此处是同一的。因此,愤怒与感觉就是线。此外,如果你从一个数中减去一个数或一个单子,留下的则是另一个数;因为从十中减去一个单子,我便造出了另一个数即奇数九;而若你减去一个数,留下的数对你而言在种相上便发生改变;因为如果你从平方数十六中减去三,你便不再拥有平方数。

语法注4 条
  1. 2.1.4ὅτι μὴ καὶ τοὐναντίον

    短语 ὅτι μή 是表示限制或例外的成语(意为“除非”、“除……之外”)。接在主句的否定 οὐχ οὕτως ἔχει 之后,字面意为“除非相反的情况属实”,在修辞上强有力地引出并强调“甚至恰恰相反”。

  2. 2.1.4ἀγαπητὸν ὅτῳ κἂν εἰς βαθὺ γῆρας ἐγγένοιντο

    中性形容词 ἀγαπητόν 作非人称谓语,意为“令人满意的事/值得庆幸的事”,其真正的主语是由关系代词带希求法构成的从句 ὅτῳ... ἐγγένοιντο。κἄν(= καὶ ἄν/ἐάν)表让步“即便”,整体结构为“对于任何即便到了极深老年才产生这些的人而言,皆属幸事”。

  3. 2.1.4ἀλλὰ τουδὶ τοῦ ἔχοντος ἐκεῖνο, ᾗ ἐκεῖνο

    此句与前面的 οὐκ εἰσὶν ἐνέργειαι νοῦ 相对照(ἀλλά)。τουδὶ τοῦ ἔχοντος ἐκεῖνο 指“拥有那个智性(ἐκεῖνο)的这一个个体(τουδί,指复合体)”。随后的 ᾗ ἐκεῖνο 是省略结构 ᾗ [ἔχει] ἐκεῖνο(“在其拥有那个智性的限度内”),紧接着由同位语 τοῦ συναμφοτέρου δηλαδὴ ζώου 对此复合体加以明确阐明。

  4. 2.1.4τοῦτο δὲ καὶ πόρισμα ἔσται τῷ τὴν παροῦσαν δόξαν εὐθύνοντας

    原文作 τῷ ... εὐθύνοντας,即与格冠词 τῷ 搭配了宾格分词 εὐθύνοντας。在句法上其逻辑功能等同于与格 εὐθύνοντι(“对于审查……的人而言”),而宾格形式则是受到后文不定式 ἀποδείκνυσθαι 的逻辑主语同化所致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:28.26-29.36