← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§27.19-28.26

否定灵魂之自身运动与不灭的智性

在重申灵魂既非和谐亦非调和之结果、且自身不作空间运动之后,作者驳斥了将伴随情感、感觉和思考的运动视作灵魂自身运动的观点,阐明这些运动是通过介于灵魂与身体之间的微细气息(光辉之体)来实现的,并论证唯独智性是独立于身体的不灭实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.4#3

καὶ ὥσπερ τὸ εἶδος ἐν τοῖς αὐτομάτοις γενόμενον οὔτε ἐκ τῆς μίξεως τῆς γῆς καὶ τοῦ ὕδατος ἁπλῶς ἐπεγένετο οὔτ’ ἔξωθεν αὐθυποστάτως προϋφεστηκὸς ἐγγίνεται, ἀλλ’ οἱ λόγοι οἱ δημιουργικοὶ ἐν τῇ τοιᾷδε τῶν στοιχείων ἐπιτηδειότητι ἐγγεννῶσιν, οὕτω δὴ καὶ τὰ τῶν παθῶν εἴδη ἐν ταῖς τοῦ σώματος τελεσιουργοῦνται κράσεσιν· οὐ γὰρ δεῖ τὰ αἴτια χείρονα ποιεῖν τῶν αἰτιατῶν. ὅτι μὲν οὔθ’ ἁρμονίαν οἷόν τ’ εἶναι ἢ κράσεων ἀποτέλεσμα τὴν ψυχὴν οὔτε κύκλῳ περιφέρεσθαι, δῆλον ἐκ τῶν εἰρημένων. κατὰ συμβεβηκὸς δὲ κινεῖσθαι τὴν τοπικὴν κίνησιν ἔστι καὶ κινεῖν ἑαυτήν, καθάπερ εἴπομεν, οἷον κινεῖσθαι μὲν τὸ σῶμα ἐν ᾧ ἐστιν, τοῦτο δὲ κινεῖσθαι ὑπὸ ψυχῆς· ἄλλως δ’ οὐχ οἷόν τε κατὰ τόπον κινεῖσθαι. εὐλογώτερον δ’ ἀπορήσειεν ἄν τις περὶ αὐτῆς ὡς κινουμένης εἰς τὰ τοιαῦτα ἀποβλέψας. φαμὲν γὰρ τὴν ψυχὴν λυπεῖσθαι, χαίρειν, θαρρεῖν, φοβεῖσθαι, ἔτι δὲ ὀργίζεσθαί τε καὶ αἰσθάνεσθαι καὶ διανοεῖσθαι· ταῦτα δὲ πάντα κινήσεις εἶναι κατὰ τὸ ποιὸν δοκοῦσιν. ὅθεν οἰηθείη τις ἂν αὐτὴν κινεῖσθαι. ὅτι δὲ καὶ τοῦτο οὔτ’ ἀληθὲς οὔτ’ ἀναγκαῖον, δῆλον ἐντεῦθεν· εἰ γὰρ καὶ ὅτι μάλιστα δοίημεν τὸ λυπεῖσθαι ἢ χαίρειν κινήσεις εἶναι, τί μᾶλλον ἔσται ἡ ψυχὴ κινουμένη; ἡμεῖς μὲν γὰρ ζητοῦμεν, εἰ ἡ ψυχὴ αὐτὴ καθ’ αὑτὴν κινεῖται. τὸ δὲ ὅμοιον ὡς κἂν εἴ τις λέγοι τὴν ψυχὴν κινεῖσθαι τῷ ὑφαίνειν ἢ οἰκοδομεῖν· βέλτιον γὰρ ἴσως μὴ λέγειν τὴν ψυχὴν ταύτας κινεῖσθαι τὰς κινήσεις, τὸ χαίρειν, τὸ ἐλεεῖν, τὸ ὑφαίνειν, τὸ μανθάνειν, ἀλλὰ τὸν ἄνθρωπον τῇ ψυχῇ εἴτ’ οὖν τὸ συναμφότερον, τοῦτο δὲ μὴ ὡς ἐν ἐκείνῃ τῆς κινήσεως οὔσης1 (οὐ γὰρ ἰδίως ταῦτα κινήσεις ψυχῆς, οὐδ’ ὥσπερ ἂν εἴποιμεν τὸν ἄνθρωπον τῇ χειρὶ κινεῖσθαι ἀντιλαμβανόμενον ταύτῃ τινός, οὕτω καὶ τῇ ψυχῇ λέγομεν κινεῖσθαι), ἀλλ’ ὅτι ὁτὲ μὲν μέχρις ἐκείνης ἡ κίνησις ὁτὲ δὲ ἀπ’ ἐκείνης. χρῆται μὲν γὰρ ἡ ψυχὴ ὀργάνῳ τῷ ἐν ἐγκεφάλῳ λεπτοτάτῳ πνεύματι, ὃ δὴ καὶ σύμφυτον αὐτῇ φασιν Ἕλληνες καὶ ἀχώριστον καὶ μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος ὡς ἐξ ἀϊδίου προσηρτημένον·2 ὃ δὴ καὶ αὐγοειδὲς καλοῦσι σῶμα. δεῖ γὰρ ἔχειν αὐτὴν ὃ ζωοποιήσει ἀεί, εἴπερ μὴ μάτην φύσει ζωοποιός. τούτῳ γοῦν ἐνιδρυμένη ὡς αἰσθομένη καὶ κρίνουσα εἰσδέχεται τὰς τῶν αἰσθητῶν προσβολάς. μέσον γὰρ τοῦτο ψυχῆς ἐν τῇ κοινωνίᾳ καὶ τοῦ παχέος ἵσταται σώματος, καὶ τῶν ἐξωτερικῶν εἰς ψυχὴν κινήσεων ἕδρα καὶ τελευταία περάτωσις, ἀρχὴ δ’ αὖ τῶν ἐκεῖθεν εἰς τὸ σῶμα διικνουμένων ἐνεργειῶν καὶ διάδοσις. ὅθεν ἡ μὲν αἴσθησις ἀπὸ τωνδὶ 〈τῶν〉 αἰσθητῶν καὶ μερικῶν ἀνατρέχει πρὸς τοῦτο ἐντευξομένη τῇ ψυχῇ, ἡ δ’ ἀνάμνησις αὖ αὐτόθεν πρὸς τὰς ἐν τοῖς αἰσθητηρίοις κινήσεις ἢ μονάς· μνησθέντες γὰρ πολλάκις φοβεροῦ τινος ὠχριάσαμεν καὶ τὸν πλοῦν ἐννοοῦντες ἐναυτιάσαμεν. καὶ σχεδὸν τὰ ἐν σώματι πάντα πάθη, ἃ τὰ μὲν κατὰ ποιάν τινα φορὰν τὰ δὲ κατ’ ἀλλοίωσιν, διὰ τούτου συμβαίνει, οἷον ἐπὶ τοῦ θυμοῦ· ὁ μὲν λόγος κρίνας τὸ πνεῦμα ἐκίνησε, τὸ δὲ τὸ περὶ καρδίαν ζέσαν αἷμα διέχυσεν εἰς τὴν ἐπιφάνειαν πρὸς ἄμυναν τοῦ λυπήσαντος, ὡς ἂν βασιλεὺς μὲν στρατηγῷ, ὁ δὲ τῷ στρατιώτῃ τοῦ πολεμίου τὴν σφαγὴν ἐπιτάξειε.3 καὶ τὸ διανοεῖσθαι δὲ οὐκ ἄνευ τινὸς κινήσεως γίνεται, ἕως ἂν τῷ σώματι ψυχὴ σύνεστιν, ἀλλ’ ἢ τῇ τοῦ ἐγκεφάλου ἤ τινος ἑτέρου μορίου, ὅθεν καὶ τὰ πρόσωπα τῶν διανοουμένων ξηρότερα γίνεται. μόνος δὲ ὁ νοῦς ἔοικεν ἐγγίνεσθαι οὐσία τις καὶ οὐ φθείρεσθαι. μάλιστα γὰρ ἂν ἐφθείρετο ὑπὸ τῆς ἐν τῷ γήρᾳ ἀμαυρώσεως· εἰ γὰρ ἦν ἀχώριστος σώματος ὥσπερ δῆτα θυμὸς καὶ ἐπιθυμία, ἔδει συνακμάζειν καὶ συμφθίνειν τῷ σώματι.

正如在自生物中生成的种相,既非仅仅由土与水的混合派生而来,亦非作为自立存在预先存立而从外部进入,而是造化理则在诸元素的这般适宜性中使其生成;同样,诸情感的种相亦在身体的调和中成就完成;因为绝不可使原因劣于其结果。从上述论述中显而易见,灵魂既不可能是和谐或调和的结果,亦不可能作圆周运动。但诚如我们所言,它可能偶性地进行空间运动并运动自身,正如灵魂所在其中的身体在运动,而这具身体是由灵魂所运动的那样;但在其他方式下,它不可能在空间上被运动。然而,若有人着眼于此类现象,则可能会更有理由就灵魂作为被运动之物提出疑难。因为我们说灵魂痛苦、喜悦、勇敢、恐惧,此外还发怒、感觉和思考;而所有这些似乎都是在质上的运动。由此有人可能会认为灵魂是被运动的。但这一点同样既非真实亦非必然,这从下文中甚为显然:因为即便我们极力承认痛苦或喜悦是运动,灵魂又何尝因此就更是被运动的呢?因为我们所探究的是,灵魂自身是否按其本己而运动。这就像若有人说灵魂因织布或建造房屋而运动一样;因为或许更好的是不说灵魂被这些运动所运动——即喜悦、怜悯、织布、学习——而是说人凭借灵魂如此,或者说复合体如此;而且这并不是指运动存在于那一灵魂之中(因为这些并非本义上灵魂的运动,我们说人凭借灵魂被运动,亦不像说人凭借手在用手抓取某物时被运动那样),而是因为运动有时抵达灵魂,有时发自灵魂。因为灵魂将大脑中最微细的气息用作工具,希腊人确实称此气息与灵魂是同生的且不可分离,即便在脱离身体之后亦宛如自永恒起便依附于它;他们亦称之为光辉之体。因为若灵魂并非徒然地依本性具有赋予生命之机能,它就必须拥有其始终赋予生命的对象。无论如何,安居于此的灵魂,作为感觉者和判断者接纳感觉对象的冲击。因为在交契之中,它居于灵魂与粗重身体之间,既是外在运动进入灵魂的处所和终极界限,又是从那里深入身体的诸活动的开端与传递。因此,感觉从这些个别感觉对象奔回此处以便与灵魂相会,而回忆则又从此处去往感觉器官中的诸运动或静止;因为我们屡次因忆及某件可怖之事而面色苍白,因思及航海而晕船。身体中几乎所有的情感(其中一些依照某种空间运动,另一些依照质变)皆通过此而发生,正如在愤怒的情形中:理则作出裁决后运动了气息,而气息便将心脏周围沸腾的血液分散至表面,以抵御致痛之物,宛如君王命令将领,而将领命令士兵屠杀敌人一样。而且只要灵魂与身体同在,思考亦并非没有某种运动而发生,而是伴随着大脑或某个其他部分的运动而发生,由此思考之人的面容亦变得更为干燥。然而,唯独智性似乎作为某种实体而进入,并且不被毁灭。因为智性本该最容易被老年时的昏暗所摧毁;因为若智性确实像愤怒和欲望那样不可脱离身体,它本应与身体同衰共荣。

语法注3 条
  1. 2.1.4τοῦτο δὲ μὴ ὡς ἐν ἐκείνῃ τῆς κινήσεως οὔσης

    由否定词 μή 否定的带 ὡς 的属格独立结构(ἐν ἐκείνῃ τῆς κινήσεως οὔσης),用以限定前述“人凭借灵魂被运动(或复合体如此)”的含义,意为“并非指运动存在于那一[灵魂]之中”。代词 ἐκείνῃ 为阴性单数与格,指代前文的 ψυχή。

  2. 2.1.4ὃ δὴ καὶ σύμφυτον αὐτῇ φασιν Ἕλληνες καὶ ἀχώριστον καὶ μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος ὡς ἐξ ἀϊδίου προσηρτημένον

    关系代词 ὃ(中性宾格)的先行词为紧邻的 πνεῦμα。谓语部分并列了三个形容词/分词短语(σύμφυτον, ἀχώριστον, ὡς ἐξ ἀϊδίου προσηρτημένον)。Ἕλληνες 是主语,指古希腊异教学者。短语 καὶ μετὰ τὴν ἀπαλλαγὴν τοῦ σώματος(“即便在脱离身体之后”)修饰 ἀχώριστον 及随后的分词。

  3. 2.1.4ὡς ἂν βασιλεὺς μὲν στρατηγῷ, ὁ δὲ τῷ στρατιώτῃ τοῦ πολεμίου τὴν σφαγὴν ἐπιτάξειε

    带有 ἄν 和希求式(ἐπιτάξειε)的比喻从属句,构成潜势句式。前半句 βασιλεὺς μὲν στρατηγῷ 省略了共用的动词 ἐπιτάξειε 及其宾语:“正如君王可能命令将领,而将领[命令]士兵屠杀敌人”。这种两级指令结构精确呼应了前文“理则运动气息,气息分散血液”的生理机制。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:27.19-28.26