- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:26.11-27.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
索福尼亚斯针对恩培多克勒关于身体各部分比例与元素的说法提出疑难,随后借由光与透明性的比喻驳斥了为和谐说辩护的论点(如身体破坏与灵魂消亡的同步性),指出消逝的并非灵魂本身而是其施于身体的活动。
ἀπαιτήσειε δ’ ἄν τις τοῦτο καὶ παρ’ Ἐμπεδοκλέους· ἕκαστον γὰρ τῶν ἐν σώματι μερῶν ἐν λόγῳ τινί φησιν εἶναι· εἰ γοῦν τὰ εἴδη τῶν μορίων λόγος ἐστὶ κατ’ αὐτὸν ὁ τῆς κράσεως, ἔστι δὲ καὶ ἡ ψυχὴ εἶδος τοῦ ὅλου ζώου, πότερον καὶ αὐτὴ εἶδός ἐστι τῶν μιχθέντων, ἐξ ὧν τὸ ὅλον, ἢ ἕτερόν τι οὖσα ἐγγίνεται τοῖς μιχθεῖσιν; εἰ μὲν γὰρ ὁ λόγος ἡ ψυχὴ τῶν κεκραμένων, πῶς φησι “γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν”; οὐ γὰρ τὰ στοιχεῖα ὁ λόγος. καὶ προσέτι πολλαὶ ψυχαὶ ἐν τῷ ζῴῳ. εἰ δ’ ἕτερόν τι οὖσα παρὰ τὸν λόγον ἐγγίνεται, πάλιν πῶς φησι “γαίῃ γαῖαν ἐγνώκαμεν”; εἰ δὲ τὰ στοιχεῖα ἡ ψυχή, τί δήποτε ἐπὶ μὲν τῶν ἄλλων ὀστοῦ καὶ σαρκὸς καὶ τῶν ὁμοίων οὐ τὰ στοιχεῖα ἀλλὰ τὸν λόγον αἰτιᾶται, ἐπὶ δὲ ψυχῆς τὰ στοιχεῖα; καίτοι κρεῖττόν τι τῆς ὕλης τὸ εἶδος. ἔτι δὲ πότερον καὶ ἡ φιλία τῆς τυχούσης αἰτία μίξεως, ἣν αὐτὸς τῆς τῶν στοιχείων ἐποίει συγκρίσεως, ἢ τῆς κατὰ λόγον; καὶ εἰ ταύτης, πότερον καὶ αὐτὴ ἡ φιλία λόγος ἐστὶν ἢ παρὰ τὸν λόγον ἕτερον, οὐκ εὐπετές ἐστιν παρ’ αὐτοῦ μαθεῖν. τοσαῦτα δὲ καὶ πρὸς Ἐμπεδοκλέα ὡς ἐν παρεκβάσει διηπορήκαμεν. ἐπανιτέον δὲ πάλιν, ὅθεν παρήλθομεν· ἔχει γὰρ ἔτι ἡ τῆς ἁρμονίας δόξα πιθανὰς τὰς ἀντιλαβάς. οὐ γὰρ οὕτως ἁπλῶς παρὰ τῶν ἀντεισαγόντων ἐτίθετο. εἰ γὰρ ἕτερον, φασίν, ἡ ψυχὴ τῆς κατὰ λόγον μίξεως, τί δήποτε ἅμα τὸ σάρκα εἶναι ἀναιρεῖται καὶ αὐτὴ συναναιρεῖται;1 ταῦτα δὲ κἀν τοῖς ἄλλοις πάσχει τοῖς ὁμοιομερέσιν· συναναιρεῖται γὰρ ἑκάστῳ ἀναιρουμένῳ καὶ τελεία φθορὰ παρακολουθεῖ τοῦ ζῴου. οὐχ οὕτω δὲ ἔδει, εἴπερ ἕτερον ἦν τῆς ἁρμονίας τῆς ἐν σώματι ἡ ψυχή,2 ἀλλ’ ὥσπερ τὸν κιθαρῳδὸν καὶ τῆς τῶν χορδῶν ἁρμονίας χαλασθείσης ἔτι παρεῖναι τῇ κιθάρᾳ οὐδὲν κωλύει, ἕτερον ὄντα τῆς κιθάρας καὶ τῆς ἁρμονίας, οὕτως ἔδει ποτὲ καὶ τῆς ἐν σώματι ἁρμονίας ἀπολλυμένης ἔτι παρεῖναι τὴν ψυχήν, εἴπερ μὴ ἦν ἁρμονία. πάλιν εἰ μή ἐστιν ἡ ψυχὴ ὁ λόγος τῆς μίξεως τῆς ἐν ἑκάστῳ τῶν μορίων, τί δήποτε πάντα φθείρεται ψυχῆς ἀπολιπούσης; εἴποι δ’ ἄν τις πρὸς ταῦτα, ὥσπερ οὐκ ἄνευ μὲν τῆς διαφανείας τοῦ ἀέρος ἐνεργεῖ τὸ φῶς, οὐ μὴν ταὐτόν ἐστι τῇ διαφανείᾳ τὸ φῶς, οὕτω τοι καὶ ἐπὶ ψυχῆς ἔχει καὶ τῆς σωματικῆς ἁρμονίας· ἀναιρεθείσης γὰρ ταύτης ἀναιρεῖται καὶ ἡ ψυχή, μᾶλλον δὲ ἡ εἰς τὸ σῶμα τῆς ψυχῆς ἐνέργεια, ὥσπερ καὶ τοῦ ἐν τῷ ἀέρι διαφανοῦς ἀναιρεθέντος οὐ τὸ φῶς ἀναιρεῖται, ἀλλ’ ἡ τούτου εἰς αὐτὸ ἐνέργεια. πάλιν δ’ αὖ καὶ ψυχῆς ἀπολιπούσης ἀπολείπει εὐθὺς καὶ ἁρμονία, διότι τὸ συνέχον αὐτὴν καὶ προσανυφαῖνον ἀεὶ τὸ ἐλλιμπάνον τῶν ἡρμοσμένων αὕτη ἐστί. καὶ παρεῖναι μέντοι ἴσως τῷ σώματί ποτε καὶ μετὰ τὴν διάλυσιν οὐδὲν κωλύει, ἐνεργῆσαι δέ τι εἰς αὐτὸ τῶν οὐκ ἐνδεχομένων ἐστίν, ὡς οὐδὲ τὸν κιθαρῳδὸν εἰς τὴν ἀνάρμοστον λύραν. ἀλλ’ οὔτε μήν, ἐπείπερ ἔστιν αἷς τῶν κράσεων αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται, ἤδη καὶ ὅλη τῶν κράσεων ἀποτέλεσμα,3 ὡς ἰατροὶ λέγουσιν, ἀλλὰ κατιούσῃ μὲν πρὸς γένεσιν τῇ ψυχῇ τὰ πάθη δέδονται ἔχοντα τὸ εἶναι ἐν ὑποκειμένῳ τῷ πνεύματι, διαβαίνοντα δὲ καὶ πρὸς τὸ παχὺ τοῦτο σῶμα· οὐκ ἄνευ μέντοι τῆς τοιᾶσδε κράσεως γίνεται, ὥσπερ οὐκ ἄνευ τῶν χορδῶν ἡ ἁρμονία. ὡς γὰρ τὰ αὐτομάτως φυόμενα δεῖται μὲν πάντως τῆς τοιᾶσδε γῆς, δεῖται δὲ καὶ ὑετοῦ, οὐ μὴν τοῦτο καθάπαξ ἀπόχρη πρὸς γένεσιν, ἀλλ’ ἐκεῖθεν οἱ λόγοι τούτων ἐκ τῆς ὅλης δημιουργίας προέρχονται, οὕτω τοί φαμεν κἀν τῇ τοιᾷδε κράσει ἐκ τῆς ὅλης δημιουργίας τοὺς τῶν παθῶν ἐνιέναι λόγους4 κατὰ τὴν ἀξίαν ἑκάστῃ τῶν λογικῶν ψυχῶν.
人们亦可就此向恩培多克勒发问;因为他说身体中的每一个部分都处于某种比例之中。既然照他所言,各部分的种相是混合的比例,而灵魂亦是整个动物的种相,那么灵魂本身究竟亦是构成整体的那些被混合之物的种相,还是作为另一事物而产生在被混合之物中?因为如果灵魂是被调和之物的比例,他如何又说“我们以土见土”呢?因为比例并非元素;而且动物内部还将拥有众多灵魂。但如果灵魂是作为比例之外的另一事物而产生,他如何又说“我们以土认识土”呢?如果灵魂是元素,究竟为何对于其他事物——骨骼、肌肉及诸如此类者——他不归因于元素而归因于比例,唯独对于灵魂却归因于元素呢?尽管种相是优于质料的某种事物。此外,他亲自视作诸元素结合之原因的“友爱”,究竟是随意的混合的原因,还是依照比例的混合的原因?而若是后者的原因,友爱本身究竟也是一种比例,还是比例之外的另一事物,从他那里是不易得知的。关于恩培多克勒,我们作为旁枝末节已探讨了这么多疑难。然而我们必须再次回到先前离开的地方;因为和谐说仍拥有颇具说服力的反驳立足点。因为倡导者们并非如此草率地确立该学说的。因为他们说,如果灵魂不同于依比例的混合,究竟为何当“是肌肉”被摧毁时,灵魂自身亦同时被摧毁?而在其他同质部分中〔灵魂〕亦遭受同样的情况;因为随着每一部分的被摧毁,灵魂亦被同时摧毁,且伴随着动物的完全毁灭。但如果灵魂不同于身体中的和谐,本不应当如此;正如琴师在琴弦的和谐松弛之后,因其不同于琴与和谐,仍没有任何东西阻止他留在琴旁,同样,如果灵魂并非和谐,在身体中的和谐毁损时,灵魂亦本应当有时仍能留存。再者,如果灵魂并非各部分中混合的比例,究竟为何当灵魂离去时所有部分皆朽坏?对此人们可以说,正如光并非无空气的透明性而活动,但光却绝非与透明性同一,对于灵魂与身体的和谐而言亦完全如此。因为当后者被去除时,灵魂亦被去除,或者说,灵魂施于身体的活动被去除,正如当空气中透明的东西被去除时,并非光被去除,而是光施于它的活动被去除。另一方面,当灵魂离去时,和谐亦随即离去,因为正是灵魂维系着和谐,并始终织补被和谐化之物的匮缺。而且,即便在解体之后,或许也没有任何东西阻止灵魂有时仍留存于身体旁,但在身体上施展任何活动则属于不可能之事,正如琴师亦不能在未调音的里拉琴上施展活动一样。然而,也决不因为灵魂的诸能力依循某些调和,便如医家所言整个灵魂就已经是调和的结果;而是当灵魂下降至生成之中时,诸情感被赋予它,以作为基底的气息为其存在之所,并传递至这具粗重的身体;然而没有这种调和便不能生成,正如没有琴弦便没有和谐一样。因为正如自生之物完全需要这种土地,亦需要雨水,但这绝非完全足以导致生成,而是它们的理则从那里、从整个造化中发出,同样我们亦主张,在这样的调和中,诸情感的理则亦依照每具理性灵魂的配称而从整个造化中注入。
- 2.1.4ἅμα τὸ σάρκα εἶναι ἀναιρεῖται καὶ αὐτὴ συναναιρεῖται
副词 ἅμα 与后文的 καὶ αὐτή 相呼应,表示“在……的同时自身亦……”。被动动词 ἀναιρεῖται 的主语是带定冠词的不定式短语 τὸ σάρκα εἶναι(“是肌肉”/“肌肉的本质存在”)。
- 2.1.4οὐχ οὕτω δὲ ἔδει, εἴπερ ἕτερον ἦν τῆς ἁρμονίας τῆς ἐν σώματι ἡ ψυχή
表示责任/适宜的无人称动词未完成过去时 ἔδει 与直陈式未完成过去时条件从句 εἴπερ ἕτερον ἦν 相结合,构成了反事实条件句的归结从句(“如果灵魂确实不同……本不应当如此”)。
- 2.1.4ἀλλ’ οὔτε μήν, ἐπείπερ ἔστιν αἷς τῶν κράσεων αἱ τῆς ψυχῆς δυνάμεις ἕπονται, ἤδη καὶ ὅλη τῶν κράσεων ἀποτέλεσμα
在由 οὔτε μήν 引入的否定陈述中,省略了系动词(ἐστί)与主语名词(ἡ ψυχή),应补充理解为 ὅλη [ἡ ψυχή ἐστι] τῶν κράσεων ἀποτέλεσμα(“整个[灵魂]是调和的结果”)。αἷς 为关系代词,构成惯用结构 ἔστιν αἷς(“存在着某些……”)。
- 2.1.4οὕτω τοί φαμεν κἀν τῇ τοιᾷδε κράσει ἐκ τῆς ὅλης δημιουργίας τοὺς τῶν παθῶν ἐνιέναι λόγους
主句动词 φαμέν(“我们说/主张”)统摄一个“宾格加不定式”结构。及物不定式 ἐνιέναι(“注入/送入”)在语境中隐含其施事主语(造化/神意),而宾格短语 τοὺς τῶν παθῶν λόγους(“诸情感的理则”)作其直接宾语。
