- 底本
- Sophonias, In Aristotelis Libros De Anima Paraphrasis. Commentaria in Aristotelem Graeca XXIII.1, ed. M. Hayduck, Berlin: Reimer 1883, pp. 1-152. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:25.4-26.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节依据亚里士多德《论灵魂》第一卷第四章开篇,考察了将灵魂视作身体对立物之和谐的流行动见,并通过指出灵魂是实体、能推动身体、能与身体相抗衡,以及揭示将和谐定义为身体部分的结合或混合的比例时所产生的种种疑难,对其进行了驳斥。
Παραδέδοται δὲ καὶ ἄλλη τις δόξα περὶ ψυχῆς πιθανὴ μὲν πολλοῖς καὶ οὐδεμιᾶς ἧττον τῶν λεγομένων, φθάνει δὲ λόγους ὥσπερ εὐθύνας δεδωκυῖα,1 διὰ τῶν οἰκείων καὶ δεδημευμένων ἐληλεγμένη λόγων τῶν τε πρὸς Εὔδημον ἡμετέρων καὶ τῶν ἐν τῷ Φαίδωνι Πλάτωνος, οὐχ ἧττον δὲ καὶ νῦν εὐθυνθήσεται· ἁρμονίαν γὰρ αὐτήν τινες λέγουσιν. ἐπεὶ γὰρ κρᾶσις τῶν ἐναντίων ἡ ἁρμονία καὶ σύνθεσις καὶ πολυμιγέων καὶ δίχα φρονεόντων ἕνωσις, ἑώρων δὲ καὶ τὸ σῶμα ἐξ ἐναντίων συγκείμενον, ἁρμονίαν τὴν ψυχὴν τοῦ συγκρίματος ὑπετόπασαν. καίτοι ἡ μὲν ἁρμονία ἢ λόγος τις καὶ ποιὰ σχέσις τῶν μιχθέντων πρὸς ἄλληλα, ὡς ἐπὶ χορδῶν φέρε εἰπεῖν τήνδε πρὸς ταύτην τὸν διπλασίονα καὶ ἄλλην πρὸς ἄλλην ἕτερον λόγον ἔχειν, ἢ σύνθεσις λίθων καὶ ξύλων ὑπὸ τέχνης ἡρμοσμένων ἢ φύσεως· πῶς δ’ ἄν τι τούτων εἴη ψυχή, οὐσία οὖσα; ἔτι τὸ κινεῖν οὐκ ἔστιν ἁρμονίας· κατ’ οὐδὲν γὰρ εἶδος κινήσεως ἡ ἁρμονία τὰς χορδὰς κινήσειεν, ἀλλ’ ὁ τεχνίτης ἔξωθεν, αὕτη δ’ ἐπιγίνεται· ψυχὴ δὲ κινεῖ τὸ σῶμα, καὶ τοῦτο μάλιστα πάντες αὐτῇ ὡς εἰπεῖν ἀπονέμουσιν. ἁρμόζει δὲ μᾶλλον καθ’ ὑγείας λέγειν ἁρμονίαν καὶ ὅλως τῶν σωματικῶν ἀρετῶν, κάλλους, ἰσχύος, αἰσθήσεως. ἔτι ἡ ἁρμονία τοῖς ἡρμοσμένοις οὐ μάχεται, ἀλλ’ ἕπεται οὕτως, ὡς ἂν ἔχοι τὰ ἡρμοσμένα, ἔχουσα·2 ψυχὴ δὲ μάχεται σώματι καὶ ἄρχει αὐτοῦ καὶ παρεμποδίζει τὰς ἐπιθυμίας. ἔτι ἁρμονία ἁρμονίας μᾶλλον καὶ ἧττον λέγεται, ψυχῆς δὲ ψυχὴ ὁμοειδὴς μᾶλλον ἢ ἧττον οὐ λέγεται. καὶ ἀρετὴν μὲν καὶ κακίαν ἡ αὐτὴ μεταβαλλομένη δέχεται, οὖσαν τὴν μὲν ἁρμονίαν καὶ συμφωνίαν τῶν ἐν αὐτῇ μερῶν καὶ δυνάμεων, τὴν δὲ ἀναρμοστίαν.3 ἀπᾴδει γοῦν ἁρμονίαν λέγειν ἁρμονίαν καὶ ἀναρμοστίαν εἰσδέχεσθαι καὶ ποιότητα ὑποκεῖσθαι ποιότησιν. ἔτι φανερώτατα ὁ λόγος ἐλέγχεται, εἴ τις πειραθείη ἀποδιδόναι τὰ πάθη τῆς ψυχῆς τοῖς τῆς ἁρμονίας εἴδεσιν. εἴπερ γὰρ ἡ ὅλη ψυχὴ τῇ ὅλῃ ἁρμονίᾳ ταὐτόν, καὶ τὰ μέρη τοῖς μέρεσι. μέρη δὲ ψυχῆς μὲν τυχὸν θυμός, ἐπιθυμία καὶ τἄλλα, ἁρμονίας δὲ Λύδιον, Φρύγιον καὶ τὰ λοιπά. ποῖα γοῦν ποίοις ἁρμόσαιμεν; πότερον ὁ θυμὸς Λύδιος ἁρμονία ἢ Φρύγιος, καὶ πῶς οὐ γελοῖον; καὶ τὸ λέγειν δὲ τὸν νοῦν διπλασίονα λόγον ἔχειν τῶν κεκραμένων, τὸν ἡμιόλιον δὲ τὴν αἴσθησιν καὶ ἄλλον ἄλλο τῶν ἀτοπωτάτων ἐστίν. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία. ἐπεὶ δὲ καὶ διττὸν τὸ τῆς ἁρμονίας, ὡς φθάνομεν διελόμενοι (εἰς δύο γὰρ ταῦτα ἀποβλέψαντες λέγομεν κυριώτατα μὲν τὴν σύνθεσιν τῶν μεγεθῶν, οὐ τῶν μαθηματικῶν δέ, ἀλλὰ τῶν ἐχόντων θέσιν καὶ κίνησιν· ὁπόταν γὰρ οὕτως ἁρμόσωσι λίθοι, ξύλα, ὡς μηδὲν ἐντὸς συγγενὲς παραδέχεσθαι, ἁρμονία μάλιστα λέγεται· δεύτερον δὲ τὸν τῶν μεμιγμένων λόγον, ἐκεῖθεν τοὔνομα φέροντες), οὐδ’ ὁποτέρως εὔλογον ἂν εἴη τὴν ψυχὴν ἁρμονίαν καλεῖν. αὐτίκα γὰρ ἡ τῶν μορίων σύνθεσις λίαν εὐεξέλεγκτος. πολλαὶ γὰρ αἱ συνθέσεις αὐτῶν καὶ διάφοροι· ἄλλη γὰρ χειρὸς καὶ ποδὸς ἑτέρα καὶ τῶν ἄλλων οὕτω. ποία γοῦν τούτων ψυχή, ἢ πᾶσαι; τίνος δὲ 〈δεῖ〉 μέλους ἢ πῶς ὑπολαβεῖν τὸν νοῦν σύνθεσιν εἶναι ἢ τὸ αἰσθητικὸν ἢ ὀρεκτικόν; ὁμοίως δ’ ἄτοπον καὶ τὸ τὸν λόγον τῆς μίξεως εἶναι τὴν ψυχήν. ἐπεὶ γὰρ οἱ λόγοι τῶν ἐν τῷ σώματι κράσεων τῶν τε ὁμοιομερῶν καὶ ἀνομοιομερῶν πολλοὶ καὶ παντοδαποί (οὐ γὰρ τὸν αὐτὸν ἔχει λόγον ἡ μῖξις τῶν στοιχείων, καθ’ ἣν σὰρξ καὶ καθ’ ἣν ὀστοῦν, καίπερ ὕλης οὔσης τῆς αὐτῆς), συμβήσεται γοῦν πολλὰς τὸν ἕνα καὶ κατὰ πᾶν τὸ σῶμα ἔχειν ψυχάς, εἴπερ πάντα μὲν ἐκ τῶν στοιχείων μεμιγμένων τὰ μέρη, ὁ δὲ τῆς μίξεως λόγος ἁρμονία καὶ ψυχή.
关于灵魂还流传着另一种意见,它对许多人而言颇具说服力,不亚于已被提及的任何意见,但它仿佛已经受了审查并作出了交代,在我们自己的公开论述《欧德谟》以及柏拉图的《斐多》中已被驳斥;然而,如今它同样将接受审查:因为有人主张灵魂是一种和谐。因为既然和谐是对立物的调和与结合,是纷繁混合且彼此分歧之物的统合,而他们又看到身体亦由对立物构成,便推测复合物的和谐即是灵魂。然而,和谐要么是混合之物彼此之间某种比例与特定的关系——正如在琴弦的情形中,姑且说这一根对那一根具有双倍的比例,另一根对另一根具有不同的比例——要么是由技艺或本性拼合而成的石块与木料的结合;但作为实体的灵魂,又如何会是这些事物中的某一种呢?再者,推动并非和谐的属性;因为和谐绝不能依照任何运动形式推动琴弦,而是工匠从外部推动它们,和谐则是后生而成的;灵魂却推动身体,且实际上所有人都将此功能归于灵魂。此外,将和谐归于健康,以及总体上归于身体的美德——如美、力量、感觉——乃是更为适宜的。再者,和谐并不与已被和谐化之物相争,而是跟随它们,处于已被和谐化之物所处的状态之中;灵魂却与身体相抗争,统治身体,并阻碍其欲望。再者,一种和谐可以比另一种和谐被称为更大程度或更小程度的和谐,但同种的一具灵魂却不能比另一具灵魂被称为更大程度或更小程度的灵魂。并且同一具灵魂通过变化能够接纳美德与恶德,前者是其内部各部分与诸能力的和谐与协调,后者则是失调。宣称一种和谐能够接纳和谐与失调,或者一种性质能够成为诸性质的基底,这无论如何是不协调的。此外,如果有人试图将灵魂的情感归属于和谐的诸种形式,那么该论述将被最为昭然地驳倒。因为如果整个灵魂与整个和谐相同,那么部分亦必与部分相同。然而灵魂的部分也许是激怒、欲望及其他,而和谐的部分则是利底亚调式、弗里吉亚调式及余者。那么我们究竟当将哪些部分与哪些部分相配呢?激怒究竟是利底亚调式还是弗里吉亚调式,这又岂不是可笑的吗?而且宣称理智具有混合物的双倍比例,感觉具有二分之三的比例,另一事物具有另一比例,这属于最荒谬之事。因此,灵魂并非和谐。而既然和谐的含义亦如我们业已区分的那样具有双重性(因为我们着眼于这两点,在最本真的意义上称大小的结合为和谐,并非数学的大小,而是具有位置与运动的大小;因为每当石块、木料结合得如此紧密,以至于内部不容纳任何亲缘之物时,便最被称为和谐;在第二种意义上则是指混合物的比例,借用前者的名称),那么无论依据哪一种意义,将灵魂称为和谐都不是合理的。因为部分之结合的说法立即可被轻易驳倒。因为各部分的结合既多且杂;手部的结合是一回事,足部的结合则是另一回事,其余部分亦然。那么在这些之中究竟哪一个是灵魂,抑或全都是灵魂呢?又应当认为理智、感觉能力或欲求能力是何种肢体的结合,抑或是如何结合而成的呢?同样荒谬的还有认为灵魂是混合的比例这一主张。因为身体内部无论是同质部分还是异质部分的调和比例都既多且广(因为构成肌肉的诸元素混合比例,与构成骨骼的混合比例并不相同,即便质料是同一的),如果所有部分都由混合的诸元素构成,且混合的比例就是和谐与灵魂,那么结果将是单一者在通体之中拥有众多灵魂。
- 2.1.4φθάνει δὲ λόγους ὥσπερ εὐθύνας δεδωκυῖα
动词 φθάνει 与完成时分词 δεδωκυῖα 连用,表达“先行/业已完成……”之意。此外,λόγους δίδωμι 是表示“作出交代、呈交账目”的习惯表述,在此与 ὥσπερ εὐθύνας(宛如公职考核)构成比喻性同格修饰。
- 2.1.4ὡς ἂν ἔχοι τὰ ἡρμοσμένα, ἔχουσα
现在分词 ἔχουσα 是修饰主句动词 ἕπεται(依循)的方式状语分词。它与前面的比较从句 ὡς ἂν ἔχοι τὰ ἡρμοσμένα(处于被调和之物可能处于的状态中)相呼应,凸显了和谐完全被动附随的特征。
- 2.1.4οὖσαν τὴν μὲν ἁρμονίαν καὶ συμφωνίαν τῶν ἐν αὐτῇ μερῶν καὶ δυνάμεων, τὴν δὲ ἀναρμοστίαν
宾格分词 οὖσαν 修饰前句中作为 δέχεται 直接宾语的 ἀρετὴν μὲν καὶ κακίαν。其表语部分通过 τὴν μέν ... τὴν δέ 被分别对应展开(前者即美德为和谐,后者即恶德为不调和)。
