← 索福尼亚斯

亚里士多德《论灵魂》释义

§23.22-25.3

思想的有限性与灵魂圆周运动及附体说的批判

作者通过实践与观照认知(论证与定义)的直线结构论证了思想的有限性,驳斥了灵魂圆周运动说有悖于思想本性(静止)与福乐性的观点,并批判了《蒂迈欧》等未规定身体条件便将灵魂与任意身体相结合的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1.3#6

αἵ τε γὰρ πρακτικαί, ἐπεὶ πᾶσαι ἑτέρων χάριν, τυχοῦσαι τοῦ τέλους παύονται, ὥσπερ καὶ αἱ κατ’ αὐτὰς πράξεις, πλὴν ἀνάπαλιν (ἐκεῖθεν γὰρ ἡ πρᾶξις ἄρχεται, ἔνθα ἡ θεωρία κατέληξεν), αἵ τε θεωρητικαὶ τοῖς λόγοις ὁμοίως ὁρίζονται· λόγος δὲ πᾶς ὁρισμὸς ἢ ἀπόδειξις, καὶ ἄμφω πεπέρανται. αἱ μὲν γὰρ ἀποδείξεις ὡς ἀπ’ ἀρχῆς τῶν κοινῶν ἐννοιῶν ὁδεύουσαι ὡς ἐπὶ τέλος τὸν συλλογισμὸν καὶ τὸ συμπέρασμα φέρονται, καὶ εἰ ἐπὶ πολὺ προοδεύουσαι τέως, οὐκ ἀνακάμπτουσί γε πάλιν ἐπ’ ἀρχήν, προσλαμβάνουσαι δὲ ἀεὶ μέσον καὶ ἄκρον ὅρον εὐθυποροῦσιν.1 οἷον ὁ ἄνθρωπος γελαστικόν, τοῦτο δὲ λογικόν, καὶ τὸ συμπέρασμα ὁ ἄνθρωπος λογικόν. ταύτῃ τῇ ἀποδείξει προσθεὶς ἕνα ὅρον ἐπισυνάπτω ἑτέραν ἀπόδειξιν, ἄκρον μὲν τὸν προστεθέντα ποιήσας, τὸν δὲ πρὶν ἄκρον μέσον. προστίθημι οὖν τὸ ζῷον καὶ λέγω· ὁ ἄνθρωπος λογικόν· τὸ λογικὸν ζῷον· ὁ ἄνθρωπος ζῷον. πάλιν ἐπισυνάπτω τὸ ἔμψυχον, εἶτα τὸ σῶμα καὶ ἑξῆς οὕτως. ἡ δὲ τοιαύτη τῶν ἀποδείξεων πρόοδος ἐπ’ εὐθείας γίνεται· οὐ γὰρ ὑποστρέφει πρὸς τὴν ἀρχὴν οὐδὲ δείκνυσι τὴν πρώτην πρότασιν· ἡ μέντοι περιφορὰ πάλιν ἐπ’ ἀρχὴν ἀνακάμπτει. πεπέρανται δὲ καὶ οἱ ὁρισμοί, εἴπερ ἀρχὴ μὲν αὐτῶν τὰ γενικώτατα, τέλος δὲ τὰ εἰδικώτατα, ἀφώρισται δὲ καὶ τὰ μέσα. ἔτι εἰ ἡ αὐτὴ περιφορὰ πολλάκις, δεήσει καὶ πολλάκις ἢ ἀεὶ νοεῖν τὸ αὐτό· εἴτε γὰρ ὡς μήπω νενοημένον τέλειον εἴτε ὡς πολλάκις ἀνελιττόμενον. καὶ ἀμφότερα ἄτοπα, καὶ πρὸς τούτοις ἡ νόησις ἔοικεν ἠρεμήσει τινὶ καὶ στάσει μᾶλλον ἢ κινήσει, ὥσπερ καὶ ἐν τῷ συλλογισμῷ· τῷ ὄντι γὰρ ὁ ζητῶν καὶ προσαπορῶν ἐν πολλῇ ταραχῇ, ἠρεμεῖ δὲ ὁ εὑρὼν καὶ νενοηκώς. πῶς οὖν ἡ νόησις κίνησις; ἀλλὰ μὴν οὐδὲ μακάριόν γε, ὃ μὴ ῥᾴδιον ἀλλὰ βίαιον. εἰ γὰρ τῷ νῷ μᾶλλον ἠρεμεῖν κατὰ φύσιν, ὡς δέδεικται, κινεῖσθαι δὲ λέγεται, οὐκ εὐμαρῶς ἀναφέρει τοῖς παρὰ φύσιν τρυχόμενος. ὥστε ἐπίπονον αὐτῷ καὶ τὸ μεμῖχθαι τῷ σώματι, εἴπερ μὴ ἀπολυθῆναι δύναται, καὶ προσέτι φευκτέον, ἐπείπερ τῷ νῷ βέλτιον μὴ μετὰ σώματος εἶναι, καθάπερ εἴωθέ τε λέγεσθαι καὶ πολλοῖς συνδοκεῖ. ἔτι καὶ ἐν χείρονι μοίρᾳ τὸν ἀεὶ χρόνον ἡ τοῦ παντὸς ἔσται ψυχὴ μηδὲ τὸ ἴσον ἔχουσα ταῖς ἡμετέραις ψυχαῖς, αἵ τινές ποτε τοῦ σώματος ἀπολύονται· ἀίδιον γὰρ αὐτῇ τὸ συνεῖναι σώματι, εἴπερ ὁ κόσμος ἀνώλεθρος. ἀλλ’ οὐχ οὕτω ταῦτα ἔχει. ἄδηλος δὲ καὶ τοῦ κύκλῳ φέρεσθαι τὸν οὐρανὸν ἡ αἰτία. οὔτε γὰρ τῆς ψυχῆς ἡ οὐσία αἰτία τοῦ κύκλῳ φέρεσθαι (ἀκίνητος γὰρ ταύτην, ὡς δέδεικται, πλὴν ἢ κατὰ συμβεβηκός)2 οὔτε τὸ σῶμα αἴτιον τῆς ἑαυτοῦ κινήσεως, ἀλλὰ ψυχὴ μᾶλλον ἐκείνῳ. οὐ μόνον δὲ τὴν ποιητικὴν αἰτίαν τῆς οὐρανίου περιαγωγῆς τὴν προσεχῆ ὁ Τίμαιος ἐσιώπησεν, ἀλλ’ οὐδὲ τῆς τελικῆς ἐμνημόνευσεν, οὐδ’ ὅτι βέλτιον λέγεται. καίτοι ἐχρῆν εἰπεῖν διὰ τοῦτο τὸν θεὸν κύκλῳ ποιεῖν φέρεσθαι τὴν ψυχήν, ὅτι βέλτιον αὐτῇ τὸ κινεῖσθαι τοῦ μένειν, καὶ κινεῖσθαι δὲ οὕτως καὶ οὐκ ἄλλως. ἐπεὶ δὲ ἡ τοιαύτη σκέψις ἑτέρων λόγων οἰκειοτέρα τῶν περὶ οὐρανοῦ καὶ κινήσεως, ταύτην ἀφίεμεν νῦν. ἐκεῖνο δὲ ἄτοπον συμβαίνει καὶ τούτῳ τῷ λόγῳ καὶ τοῖς πλείστοις τοῖς περὶ ψυχῆς· συνάπτουσι γὰρ καὶ τιθέασιν εἰς σῶμα τὴν ψυχήν, οὐθὲν προσδιορίσαντες διὰ τίνα αἰτίαν καὶ πῶς ἔχοντος τοῦ σώματος. καίτοι δόξειεν ἂν τοῦτο ἀναγκαῖον εἶναι· διὰ γὰρ τὴν κοινωνίαν καὶ τὴν ποιάν τινα σχέσιν τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, καὶ τὸ μὲν κινεῖ τὸ δὲ κινεῖται· τούτων δ’ οὐθὲν ὑπάρχει πρὸς ἄλληλα τοῖς τυχοῦσιν. οὐ γὰρ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος πάσχει· τί γὰρ ἂν λευκότης ὑπὸ γλυκέος πάθοι; οὔκουν οὐδὲ ἡ αὐτὴ ψυχὴ ὁμοίως εἰς [τὸ] πᾶν δράσει σῶμα· δοκεῖ γὰρ ἕκαστον σῶμα ἴδιον εἶδος ἔχειν καὶ μορφὴν οἰκείαν· εἰ δὲ εἶδος τῶν ἐμψύχων ἡ ψυχή, τὰ δὲ τῶν ζώων εἴδη διάφορα, πῶς ἂν εἴη τὸ προστυχὸν σῶμα τῆς τυχούσης ὄργανον; οἱ δὲ μόνον ἐπιχειροῦσι λέγειν, ποῖόν τι ἡ ψυχή, περὶ δὲ τοῦ δεξομένου σώματος οὐδὲν ἔτι προσδιορίζουσιν, ὥσπερ ἐνδεχόμενόν ἐστι κατὰ τοὺς Πυθαγορικοὺς μύθους τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν ἐνδύεσθαι σῶμα, τὴν λογικὴν εἰς τὰ τῶν ἀλόγων καὶ ἔμπαλιν· τῷ γὰρ Ἐμπεδοκλεῖ ἐκεῖθεν ἐπῆλθεν εἰπεῖν· ἤδη δέ ποτ’ ἐγὼ γενόμην κοῦρός τε κούρη τε θάμνος τ’ οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπορος ἰχθύς· παραπλήσιόν τι λέγοντες ὥσπερ εἴ τις φαίη τὴν τεκτονικὴν εἰς αὐλοὺς ἐνδύεσθαι·3 δεῖ γὰρ τὴν μὲν τέχνην χρῆσθαι τοῖς ὀργάνοις, τὴν δὲ ψυχὴν τῷ σώματι. καὶ ἐς τόσον μὲν τὰ κατὰ τὸν Τίμαιον.

因为实践[认知]既然全都是为了他物,在达到目的时便告停息,正如同依照它们而行的行动一样,只是方向相反(因为行动是从观照终止之处开始的);而观照[认知]同样由言论所规定。一切言论要么是定义要么是论证,且两者都是有限的。因为诸论证从作为起点的共同观念出发,走向作为终点的三段论与结论,纵然它们一度前行甚远,亦绝不会重新折回起点,而是始终通过增补中项与外项而笔直前行。例如:人是会笑的,这是有理性的,结论则是“人是有理性的”。给这个论证加上一个项,我便连接上另一个论证,将添加的项作为外项,而将先前的外项作为中项。于是我加上“动物”并说:人是有理性的;有理性的是动物;人是动物。我再次连接上“有灵魂的”,然后是“物体”,如此依序类推。诸论证的此类进展是沿直线发生的;因为它并不返回起点,亦不证明最初的前提;然而旋转运动却再次折回起点。定义亦是有限的,如果它们的起点是最属类的东西,终点是最属种的东西,且中间的东西亦被规定的话。此外,如果同一旋转发生多次,那么它亦必须多次或始终思想同一事物;无论是因为它尚未被完全思想,还是因为它被多次重复。而这两者都是荒谬的;除此之外,思想更类似于某种平静与静止,而非运动,正如同在三段论中一样;因为事实上,探究并面临疑难者处于极大的扰动之中,而发现并已思想者则处于平静之中。那么思想又如何是运动呢?再者,凡非轻而易举而是强迫之事,绝非福乐。因为如果对理智而言,正如已经证明的那样,静止更合乎本性,而它却被说成在运动,那么它受反乎本性之事折磨,就无法轻易恢复。因此,如果理智无法脱离,那么与身体混合对它而言亦是痛苦的,而且更是应当规避的,因为对于理智而言,正如人们习惯所言且为众人所赞同的那样,不与身体在一起乃是更好的。此外,全宇宙的灵魂将在永恒的时间中处于更恶劣的境遇,甚至无法与我们的灵魂平起平坐,因为我们的灵魂有时会从身体中解脱;而对它而言,如果宇宙是不灭的,与身体共处乃是永恒的。然而事实并非如此。天作圆周运动的原因亦是不明的。因为既非灵魂的本质是作圆周运动的原因(因为正如已经证明的那样,除非偶性地,灵魂是不动的),亦非身体自身是其运动的原因,而是灵魂更为身体的原因。《蒂迈欧》不仅对天体旋转的邻近动因保持沉默,甚至未曾提及目的因,亦未曾言明这乃是更好的。然而本应当说:神为了这个缘故使灵魂作圆周运动,即对它而言,运动胜于静止,且如此运动而非以其他方式运动乃是更好的。但既然此类考察更适属于关于天与运动的其他讨论,我们如今便将它搁置。然而,这一论述以及关于灵魂的大多数论述都面临着那个荒谬;因为它们将灵魂结合并置于身体之中,却丝毫没有进一步规定究竟由于何种原因,以及在身体处于何种状态下。然而这本应当显得是必然的;因为通过结合与某种特定的关联,一者发生作用,另一者承受作用,一者推动,另一者被推动;但这些关系在偶遇之物之间绝无相互存在的可能。因为偶遇之物并非被偶遇之物所作用;因为白性受甜味作用又能产生什么呢?因此,同一灵魂亦不会同样地作用于任何身体;因为每一个身体似乎都具有独特的形相与本己的形态;而如果灵魂是有灵魂之物的形相,且动物的诸形相是各异的,那么偶遇的身体又如何能成为任意灵魂的工具呢?然而他们仅试图说明灵魂是何种东西,却对将要接纳它的身体丝毫不再进一步规定,仿佛依照毕达哥拉斯派的神话,任意的灵魂可以穿上任意的身体,理性的灵魂可以进入无理性者的身体,反之亦然;因为恩培多克勒正是由此想到说:“而我曾经已然成为少男与少女,灌木与飞鸟,以及从海中跃出的游鱼”;他们所说的,就宛如有人说木工术穿上笛子一般;因为技艺应当使用其工具,而灵魂应当使用身体。关于《蒂迈欧》的内容就到此为止。

语法注3 条
  1. 2.1.3προσλαμβάνουσαι δὲ ἀεὶ μέσον καὶ ἄκρον ὅρον εὐθυποροῦσιν

    分词 προσλαμβάνουσαι 表示主语 αἱ ἀποδείξεις 的方式或手段,描述在联锁三段论中不断向外递增新项的过程。此处以此强调论证的“直进(εὐθυπορεῖν)”,与圆周运动的“折回起点(ἀνακάμπτειν)”形成鲜明对照。

  2. 2.1.3ἀκίνητος γὰρ ταύτην, ὡς δέδεικται, πλὴν ἢ κατὰ συμβεβηκός

    形容词 ἀκίνητος 为主格阴性单数,但其后紧跟阴性宾格指示代词 ταύτην(指代 τῆς ψυχῆς ἡ οὐσία)。在句法上,这体现了间接引语中的带不定词宾格结构(ἀκίνητον γὰρ ταύτην [εἶναι] δέδεικται)与主格表语结构(ἀκίνητος γὰρ αὕτη)的混合,形成轻微的破格(anacoluthon)。其含义明确指向前文已证明的命题:灵魂的本质除偶性外是不可运动的。

  3. 2.1.3παραπλήσιόν τι λέγοντες ὥσπερ εἴ τις φαίη τὴν τεκτονικὴν εἰς αὐλοὺς ἐνδύεσθαι

    分词 λέγοντες 为主格阳性复数,呼应前文的主语(无条件结合灵魂与身体的哲学家们),位于恩培多克勒诗句之后以总括前论。短语 ὥσπερ εἴ τις φαίη(仿佛有人会说)是带有潜势希求法的比较条件结构,生动地指责他们把木工术置于笛子中(而非木工工具中)这般荒谬的匹配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4030.tlg001.humanitext-grc1:23.22-25.3